- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:196-203
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼驳斥了埃斯基涅斯在关键审议期间闭口不言的虚伪行径,并提出了著名的悖论:即使早已预知战败的结果,雅典出于祖传的荣耀与捍卫自由的使命,也绝不能选择屈辱的妥协而不战自退。
ἔστι δὲ ταυτὶ πάντα μοι, τὰ πολλά, πρὸς ὑμᾶς, ἄνδρες δικασταί, καὶ τοὺς περιεστηκότας ἔξωθεν καὶ ἀκροωμένους, ἐπεὶ πρός γε τοῦτον τὸν κατάπτυστον βραχὺς καὶ σαφὴς ἐξήρκει λόγος. εἰ μὲν γὰρ ἦν σοὶ πρόδηλα τὰ μέλλοντʼ, Αἰσχίνη, μόνῳ τῶν ἄλλων, ὅτʼ ἐβουλεύεθʼ ἡ πόλις περὶ τούτων, τότʼ ἔδει προλέγειν· εἰ δὲ μὴ προῄδεις, τῆς αὐτῆς ἀγνοίας ὑπεύθυνος εἶ τοῖς ἄλλοις, ὥστε τί μᾶλλον ἐμοῦ σὺ ταῦτα κατηγορεῖς ἢ ἐγὼ σοῦ;
审判官诸位,以及站在外围聆听的众人,我这一切言论的大部分都是对你们说的,因为针对这个可鄙的家伙,一段简明扼要的话本就足够了。埃斯基涅斯啊,因为当城邦审议这些事情时,如果未来的结果在所有人中唯独对你一人是显而易见的,那么你当时就应当预先指出;但如果你事先并不知晓,你便与其他人一样受制于同样的无知,那么你凭什么指控我犯了这些过失,而不该由我指控你呢?
τοσοῦτον γὰρ ἀμείνων ἐγὼ σοῦ πολίτης γέγονʼ εἰς αὐτὰ ταῦθʼ ἃ λέγω (καὶ οὔπω περὶ τῶν ἄλλων διαλέγομαι), ὅσον ἐγὼ μὲν ἔδωκʼ ἐμαυτὸν εἰς τὰ πᾶσι δοκοῦντα συμφέρειν, οὐδένα κίνδυνον ὀκνήσας ἴδιον οὐδʼ ὑπολογισάμενος, σὺ δʼ οὔθʼ ἕτερʼ εἶπες βελτίω τούτων (οὐ γὰρ ἂν τούτοις ἐχρῶντο), οὔτʼ εἰς ταῦτα χρήσιμον οὐδὲν σαυτὸν παρέσχες, ὅπερ δʼ ἂν ὁ φαυλότατος καὶ δυσμενέστατος ἄνθρωπος τῇ πόλει, τοῦτο πεποιηκὼς ἐπὶ τοῖς συμβᾶσιν ἐξήτασαι,1 καὶ ἅμʼ Ἀρίστρατος ἐν Νάξῳ καὶ Ἀριστόλεως ἐν Θάσῳ, οἱ καθάπαξ ἐχθροὶ τῆς πόλεως, τοὺς Ἀθηναίων κρίνουσι φίλους καὶ Ἀθήνησιν Αἰσχίνης Δημοσθένους κατηγορεῖ.
因为单就我所谈论的这件事情而言(而且我还没有谈及其他事情),我作为公民比你优秀得多:我将自己奉献给众人认为有益的事业,不畏缩于任何个人的危险,也不计较个人得失;而你既没有提出比这些更好的其他主张(否则他们绝不会采纳这些),也没有在这些事情上使自己发挥丝毫作用,反而被查明在事情发生时,所作所为正如同对城邦最卑劣、最充满敌意的人一样;与此同时,在纳克索斯的阿里斯特拉托斯和在萨索斯的阿里斯托勒奥斯——这两人乃是城邦彻头彻尾的死敌——正在审判雅典人的友人,而在雅典,埃斯基涅斯却在指控德摩斯梯尼。
καίτοι ὅτῳ τὰ τῶν Ἑλλήνων ἀτυχήματʼ ἐνευδοκιμεῖν ἀπέκειτο,2 ἀπολωλέναι μᾶλλον οὗτός ἐστι δίκαιος ἢ κατηγορεῖν ἑτέρου· καὶ ὅτῳ συνενηνόχασιν οἱ αὐτοὶ καιροὶ καὶ τοῖς τῆς πόλεως ἐχθροῖς, οὐκ ἔνι τοῦτον εὔνουν εἶναι τῇ πατρίδι. δηλοῖς δὲ καὶ ἐξ ὧν ζῇς καὶ ποιεῖς καὶ πολιτεύει καὶ πάλιν οὐ πολιτεύει. πράττεταί τι τῶν ὑμῖν δοκούντων συμφέρειν· ἄφωνος Αἰσχίνης. ἀντέκρουσέ τι καὶ γέγονʼ οἷον οὐκ ἔδει· πάρεστιν Αἰσχίνης. ὥσπερ τὰ ῥήγματα καὶ τὰ σπάσματα, ὅταν τι κακὸν τὸ σῶμα λάβῃ, τότε κινεῖται.
然而,凡是希腊人的不幸被留存下来供其在其中博取声誉的人,理应受诛,而非指控他人;凡是对城邦敌人有利的时机也同样对他有利的人,绝不可能心怀祖国。你从自己的生活、作为、参政,以及反过来脱离政事中,都表明了这一点。当你们认为有益的某事正在实行时,埃斯基涅斯默不作声;当某事遭遇挫折、发生了不应发生的结果时,埃斯基涅斯便赫然在场。正如扭伤和骨折一样,每当身体染上疾病时,它们就会发作。
ἐπειδὴ δὲ πολὺς τοῖς συμβεβηκόσιν ἔγκειται, βούλομαί τι καὶ παράδοξον εἰπεῖν. καί μου πρὸς Διὸς καὶ θεῶν μηδεὶς τὴν ὑπερβολὴν θαυμάσῃ, ἀλλὰ μετʼ εὐνοίας ὃ λέγω θεωρησάτω. εἰ γὰρ ἦν ἅπασι πρόδηλα τὰ μέλλοντα γενήσεσθαι καὶ προῄδεσαν πάντες καὶ σὺ προὔλεγες, Αἰσχίνη, καὶ διεμαρτύρου βοῶν καὶ κεκραγώς, ὃς οὐδʼ ἐφθέγξω, οὐδʼ οὕτως ἀποστατέον τῇ πόλει τούτων ἦν,3 εἴπερ ἢ δόξης ἢ προγόνων ἢ τοῦ μέλλοντος αἰῶνος εἶχε λόγον.
既然他如此紧抓已然发生的事态不放,我也愿意说一句悖论之语。指着宙斯与诸神起誓,愿没有任何人因我的极端言辞而感到惊愕,而是请怀着善意来审视我所说的话。因为,即使未来将要发生的事情对所有人都是昭然若揭的,即使所有人都早已知晓,即使你埃斯基涅斯也曾预先指出,并大声疾呼、声嘶力竭地抗议——尽管你当时连一声都没吭——城邦即便在那时也绝不应当放弃这些方策,只要她对荣耀、对先祖、或是对未来的世代还怀有一丝念想。
νῦν μέν γʼ ἀποτυχεῖν δοκεῖ τῶν πραγμάτων, ὃ πᾶσι κοινόν ἐστιν ἀνθρώποις ὅταν τῷ θεῷ ταῦτα δοκῇ· τότε δʼ ἀξιοῦσα προεστάναι τῶν ἄλλων, εἶτʼ ἀποστᾶσα τούτου Φιλίππῳ, προδεδωκέναι πάντας ἂν ἔσχεν αἰτίαν. εἰ γὰρ ταῦτα προεῖτʼ ἀκονιτεί, περὶ ὧν οὐδένα κίνδυνον ὅντινʼ οὐχ ὑπέμειναν οἱ πρόγονοι, τίς οὐχὶ κατέπτυσεν ἂν σοῦ; μὴ γὰρ τῆς πόλεώς γε, μηδʼ ἐμοῦ.
因为如今,她似乎在事业上遭致失败,但这乃是当神明意欲如此时全人类共同的遭遇;但在当时,城邦自命应当居于他人之首,若随后又将这地位拱手让与腓力而退缩,她必将招致背叛所有人的罪名。因为如果城邦不战而退,放弃了先祖历经千难万险、未曾有哪怕一次危险不肯忍受的那些事业,有谁不会唾弃你呢?想必绝不会唾弃城邦,也不会唾弃我!
τίσι δʼ ὀφθαλμοῖς πρὸς Διὸς ἑωρῶμεν ἂν τοὺς εἰς τὴν πόλιν ἀνθρώπους ἀφικνουμένους, εἰ τὰ μὲν πράγματʼ εἰς ὅπερ νυνὶ περιέστη, ἡγεμὼν δὲ καὶ κύριος ᾑρέθη Φίλιππος ἁπάντων, τὸν δʼ ὑπὲρ τοῦ μὴ γενέσθαι ταῦτʼ ἀγῶνα ἕτεροι χωρὶς ἡμῶν ἦσαν πεποιημένοι, καὶ ταῦτα μηδεπώποτε τῆς πόλεως ἐν τοῖς ἔμπροσθεν χρόνοις ἀσφάλειαν ἄδοξον μᾶλλον ἢ τὸν ὑπὲρ τῶν καλῶν κίνδυνον ᾑρημένης.
指着宙斯起誓,倘若事态陷入与如今完全相同的境地,腓力被选为所有人的领袖和主宰,而为了阻止这一切发生的斗争却是由其他人抛开我们而进行的,我们又将以怎样的目光去面对来到城邦的人们呢?更何况城邦在以往的岁月中,从未选择过不光彩的安全,而宁愿为崇高的事业去冒危险。
τίς γὰρ οὐκ οἶδεν Ἑλλήνων, τίς δὲ βαρβάρων, ὅτι καὶ παρὰ Θηβαίων καὶ παρὰ τῶν ἔτι τούτων πρότερον ἰσχυρῶν γενομένων Λακεδαιμονίων καὶ παρὰ τοῦ Περσῶν βασιλέως μετὰ πολλῆς χάριτος τοῦτʼ ἂν ἀσμένως ἐδόθη τῇ πόλει, ὅ τι βούλεται λαβούσῃ καὶ τὰ ἑαυτῆς ἐχούσῃ τὸ κελευόμενον ποιεῖν καὶ ἐᾶν ἕτερον τῶν Ἑλλήνων προεστάναι;4
因为希腊人中谁人不知,异邦人中谁人不知:无论从底比斯人那里,还是从更早时期强盛的拉栖代梦人那里,抑或是从波斯国王那里,如果城邦拿取她所想要的一切并保有自己的产业,听从号令并任由他人居于希腊人的首位,这待遇本都可以极为宽厚、极为欣然地赐予城邦?
ἀλλʼ οὐκ ἦν ταῦθʼ, ὡς ἔοικε, τοῖς Ἀθηναίοις πάτρια οὐδʼ ἀνεκτὰ οὐδʼ ἔμφυτα, οὐδʼ ἐδυνήθη πώποτε τὴν πόλιν οὐδεὶς ἐκ παντὸς τοῦ χρόνου πεῖσαι τοῖς ἰσχύουσι μέν, μὴ δίκαια δὲ πράττουσι προσθεμένην ἀσφαλῶς δουλεύειν, ἀλλʼ ἀγωνιζομένη περὶ πρωτείων καὶ τιμῆς καὶ δόξης κινδυνεύουσα πάντα τὸν αἰῶνα διατετέλεκε.
然而看来,对雅典人而言,这些既非祖传,亦不可容忍,更非天性;在全部历史长河中,从未有任何人能说服城邦依附于那些虽强大却行事不义的人去苟安称奴;相反,城邦在整个时代中,始终为首位、尊荣与荣耀而奋战,不断置身于危险之中。
- 197ὅπερ δʼ ἂν ὁ φαυλότατος καὶ δυσμενέστατος ἄνθρωπος τῇ πόλει, τοῦτο πεποιηκὼς ἐπὶ τοῖς συμβᾶσιν ἐξήτασαι
关系代词从句 ὅπερ δʼ ἂν ... τῇ πόλει 中省略了动词(如 ἐποίησεν 或 ποιήσειεν ἄν),与主句的相关词 τοῦτο 形成呼应。动词 ἐξήτασαι 搭配补充补足语分词 πεποιηκώς,构成表语性结构,意为“被查明做出了……行为”。
- 198ὅτῳ τὰ τῶν Ἑλλήνων ἀτυχήματʼ ἐνευδοκιμεῖν ἀπέκειτο,
与格关系代词 ὅτῳ 依附于ἀπέκειτο(意为“为某人所留存/储备”)。中性复数主格 τὰ τῶν Ἑλλήνων ἀτυχήματʼ 作单数动词 ἀπέκειτο 的主语,不定词 ἐνευδοκιμεῖν(意为“在其中博取声誉”)则作表示目的的限定不定词。
- 199οὐδʼ οὕτως ἀποστατέον τῇ πόλει τούτων ἦν
表示义务动形容词 ἀποστατέον 与过去未完成时系词 ἦν 连用,构成了由 εἰ γὰρ ἦν ... προὔλεγες 引出的与过去事实相反的条件句主句(结句)。在希腊语中,表示义务或必然性的表达(如 ἔδει、χρῆν 以及 -τέον ἦν)在非真实条件句主句中按惯例通常省略语气助词 ἄν。施事者“城邦”以与格 τῇ πόλει 表示。
- 202ὅ τι βούλεται λαβούσῃ καὶ τὰ ἑαυτῆς ἐχούσῃ τὸ κελευόμενον ποιεῖν καὶ ἐᾶν ἕτερον τῶν Ἑλλήνων προεστάναι
不定词短语 τὸ κελευόμενον ποιεῖν 与 ἐᾶν ἕτερον ... προεστάναι 作为同位语,具体解释了前句中的代词 τοῦτο(τοῦτʼ ἂν ἀσμένως ἐδόθη τῇ πόλει,“这待遇本可欣然赐予城邦”)。与格分词 λαβούσῃ 和 ἐχούσῃ 与 τῇ πόλει 性数格一致,表示条件或附带情况:“拿取她所想要的一切并保有自己的产业”。
