← 狄摩西尼

金冠辞

§190-195

谋士的评判标准与结盟底比斯的正当性

德摩斯梯尼主张谋士的功过当由事发前的抉择与意图而非取决于神意的结局来评判,指出与底比斯结盟实为保护阿提卡免遭直接毁灭的盾牌,以此驳斥埃斯基涅斯的事后非难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§190

ἦν μὲν οὖν, ὅπερ εἶπον, ἐκεῖνος ὁ καιρὸς τοῦ γε φροντίζοντος ἀνδρὸς τῆς πόλεως καὶ τῶν δικαίων λόγων· ἐγὼ δὲ τοσαύτην ὑπερβολὴν ποιοῦμαι ὥστε, ἂν νῦν ἔχῃ τις δεῖξαί τι βέλτιον, ἢ ὅλως εἴ τι ἄλλʼ ἐνῆν πλὴν ὧν ἐγὼ προειλόμην, ἀδικεῖν ὁμολογῶ. εἰ γὰρ ἔσθʼ ὅ τι τις νῦν ἑόρακεν, ὃ συνήνεγκεν ἂν τότε πραχθέν, τοῦτʼ ἐγώ φημι δεῖν ἐμὲ μὴ λαθεῖν. εἰ δὲ μήτʼ ἔστι μήτʼ ἦν μήτʼ ἂν εἰπεῖν ἔχοι μηδεὶς μηδέπω καὶ τήμερον, τί τὸν σύμβουλον ἐχρῆν ποιεῖν; οὐ τῶν φαινομένων καὶ ἐνόντων τὰ κράτισθʼ ἑλέσθαι;

因此,正如我所说的,那个关头正属于关怀城邦与正当言论的人;但我做出如此极端的让步,以至于如果现在有人能指出任何更好的方策,或者除我所选择的之外大体上还有任何别的可能,我便承认自己犯了罪过。因为如果有人现在看到了某种在当时若被付诸实行便会有益的措施,我坚称这绝不应当逃过我的注意。但是,如果这种措施既不存在,当时也没有,直到今天也没有任何人能说得出来,那么作为谋士究竟应当做什么呢?难道不应该从可见的、可能的方策中选择最优秀的吗?

§191

τοῦτο τοίνυν ἐποίησα, τοῦ κήρυκος ἐρωτῶντος, Αἰσχίνη, τίς ἀγορεύειν βούλεται, οὐ τίς αἰτιᾶσθαι περὶ τῶν παρεληλυθότων, οὐδὲ τίς ἐγγυᾶσθαι τὰ μέλλοντʼ ἔσεσθαι; σοῦ δʼ ἀφώνου κατʼ ἐκείνους τοὺς χρόνους ἐν ταῖς ἐκκλησίαις καθημένου, ἐγὼ παριὼν ἔλεγον. ἐπειδὴ δʼ οὐ τότε, ἀλλὰ νῦν δεῖξον. εἰπὲ τίς ἢ λόγος, ὅντινʼ ἐχρῆν εὐπορεῖν, ἢ καιρὸς συμφέρων ὑπʼ ἐμοῦ παρελείφθη τῇ πόλει; τίς δὲ συμμαχία, τίς πρᾶξις, ἐφʼ ἣν μᾶλλον ἔδει μʼ ἀγαγεῖν τουτουσί;

因此,当传令官发问时,埃斯基涅斯,我便这样做了;他问的是: “有谁愿意发言?” 而不是 “有谁愿意指责过去的事情?” 也不是 “有谁愿意保证未来的结果?” ;而在那些时日里你沉默无声地坐在公民大会中时,我挺身而出进行了演讲。既然你当时没有指出,那么现在指出来吧!你说,究竟有哪种我应当找到的言论,或者城邦的何种有利时机被我疏漏了?又有何种同盟、何种行动是我更应当引导在座诸位去采取的?

§192

ἀλλὰ μὴν τὸ μὲν παρεληλυθὸς ἀεὶ παρὰ πᾶσιν ἀφεῖται, καὶ οὐδεὶς περὶ τούτου προτίθησιν οὐδαμοῦ βουλήν· τὸ δὲ μέλλον ἢ τὸ παρὸν τὴν τοῦ συμβούλου τάξιν ἀπαιτεῖ. τότε τοίνυν τὰ μὲν ἔμελλεν, ὡς ἐδόκει, τῶν δεινῶν, τὰ δʼ ἤδη παρῆν, ἐν οἷς τὴν προαίρεσίν μου σκόπει τῆς πολιτείας, μὴ τὰ συμβάντα συκοφάντει. τὸ μὲν γὰρ πέρας ὡς ἂν ὁ δαίμων βουληθῇ πάντων γίγνεται· ἡ δὲ προαίρεσις αὐτὴ τὴν τοῦ συμβούλου διάνοιαν δηλοῖ.

然而事实上,过去的事情在所有人那里始终是被搁置不论的,绝无任何人在任何地方为此提出审议;唯有未来或当下才需要谋士坚守阵地。在当时,可怕的事态有的似乎迫在眉睫,有的则已然降临;请在这些事情中审察我国政的根本方针,不要诋毁发生的结果。因为万事的结局皆依神明的旨意而定,但方针本身才显明谋士的心意。

§193

μὴ δὴ τοῦθʼ ὡς ἀδίκημʼ ἐμὸν θῇς, εἰ κρατῆσαι συνέβη Φιλίππῳ τῇ μάχῃ· ἐν γὰρ τῷ θεῷ τὸ τούτου τέλος ἦν, οὐκ ἐμοί. ἀλλʼ ὡς οὐχ ἅπανθʼ ὅσʼ ἐνῆν κατʼ ἀνθρώπινον λογισμὸν εἱλόμην, καὶ δικαίως ταῦτα καὶ ἐπιμελῶς ἔπραξα καὶ φιλοπόνως ὑπὲρ δύναμιν, ἢ ὡς οὐ καλὰ καὶ τῆς πόλεως ἄξια πράγματʼ ἐνεστησάμην καὶ ἀναγκαῖα, ταῦτά μοι δεῖξον, καὶ τότʼ ἤδη κατηγόρει μου.

因此,如果腓力在战役中恰巧取胜,决不要将此归为我的过错;因为此事的结局系于神明,而不在于我。相反,如果你能向我证明,我没有按照人类的智虑选择所有可能采取的方策,或者我没有公正、周密且超越自身能力勤勉地推行这些措施,抑或我所着手的事业并非崇高、配得上城邦且必不可少,请向我证明这些,然后再来指控我。

§194

εἰ δʼ ὁ συμβὰς σκηπτὸς μὴ μόνον ἡμῶν ἀλλὰ καὶ πάντων τῶν ἄλλων Ἑλλήνων μείζων γέγονε, τί χρὴ ποιεῖν; ὥσπερ ἂν εἴ τις1 ναύκληρον πάντʼ ἐπὶ σωτηρίᾳ πράξαντα καὶ κατασκευάσαντα τὸ πλοῖον ἀφʼ ὧν ὑπελάμβανε σωθήσεσθαι, εἶτα χειμῶνι χρησάμενον καὶ πονησάντων αὐτῷ τῶν σκευῶν ἢ καὶ συντριβέντων ὅλως, τῆς ναυαγίας αἰτιῷτο. ἀλλʼ οὔτʼ ἐκυβέρνων τὴν ναῦν, φήσειεν ἄν (ὥσπερ οὐδʼ ἐστρατήγουν ἐγώ), οὔτε τῆς τύχης κύριος ἦν, ἀλλʼ ἐκείνη τῶν πάντων.

但是,如果降临的雷霆不仅强过我们,而且强过所有其他希腊人,究竟应当怎么做呢?这正如有人去责怪一位船主遭遇海难一样:船主为了安全已竭尽所能,用他认为能够保全船只的一切装备了它,随后却遭遇风暴,其索具受损甚至彻底断裂。“但我并没有亲自掌舵,”他会这样说(正如我也并未担任将军),“我也不是命运的主宰,命运才是统御万物的主宰。”

§195

ἀλλʼ ἐκεῖνο λογίζου καὶ ὅρα· εἰ μετὰ Θηβαίων ἡμῖν ἀγωνιζομένοις οὕτως εἵμαρτο πρᾶξαι, τί χρῆν προσδοκᾶν εἰ μηδὲ τούτους ἔσχομεν συμμάχους ἀλλὰ Φιλίππῳ προσέθεντο, ὑπὲρ οὗ τότʼ ἐκεῖνος πάσας ἀφῆκε φωνάς; καὶ εἰ νῦν τριῶν ἡμερῶν ἀπὸ τῆς Ἀττικῆς ὁδὸν2 τῆς μάχης γενομένης τοσοῦτος κίνδυνος καὶ φόβος περιέστη τὴν πόλιν, τί ἄν, εἴ που τῆς χώρας ταὐτὸ τοῦτο πάθος συνέβη, προσδοκῆσαι χρῆν; ἆρʼ οἶσθʼ ὅτι νῦν μὲν στῆναι, συνελθεῖν, ἀναπνεῦσαι, πολλὰ μίʼ ἡμέρα καὶ δύο καὶ τρεῖς ἔδοσαν τῶν εἰς σωτηρίαν τῇ πόλει, τότε δʼ—οὐκ ἄξιον εἰπεῖν,3 ἅ γε μηδὲ πεῖραν ἔδωκε θεῶν τινὸς εὐνοίᾳ καὶ τῷ προβαλέσθαι τὴν πόλιν ταύτην τὴν συμμαχίαν, ἧς σὺ κατηγορεῖς.

不如认真思考并看清这一点:如果与底比斯人并肩作战的我们注定遭受这般命运,那么如果我们甚至没有争取到他们作为盟友,而是让他们倒向腓力——腓力当时为此发出了所有呼声——我们又能指望什么呢?如果实际上战役发生在距离阿提卡三日程的地方,如此巨大的危险与恐惧便笼罩了城邦,那么倘若这同一场惨祸发生在我国境内的某处,我们又该预料到什么呢?你可知道,实际上正是一天、两天、三天的时间,为城邦的保全提供了大量的转机——去站稳阵脚、集结力量、喘息平复;但在那种情况下……由于某位神明的眷顾以及城邦将你所指控的这个同盟作为盾牌横亘在前,那些甚至未曾付诸检验的可怕后果,是根本不忍提及的。

语法注3 条
  1. 194ὥσπερ ἂν εἴ τις

    省略性比较条件句式 ὥσπερ ἂν εἰ。小辞 ἄν 在逻辑上属于被省略的归结句(“正如某人若归咎……[便会如此行事]一样”),与后文假设条件中的希求式动词 αἰτιῷτο 遥相呼应。

  2. 195τριῶν ἡμερῶν ἀπὸ τῆς Ἀττικῆς ὁδὸν

    ὁδόν 为表示距离范围的宾格(extent of space),受表示时间与度量的属格 τριῶν ἡμερῶν 修饰,作副词性短语,意为“在距阿提卡三日程的距离”。

  3. 195τότε δʼ—οὐκ ἄξιον εἰπεῖν

    顿绝修辞(aposiopesis)。德摩斯梯尼以 τότε δέ(“但在那种情况下……”)引出对比分句,但为避讳假定战事发生在阿提卡境内的毁灭性惨象,有意在此打断话头,随即以 οὐκ ἄξιον εἰπεῖν 替代说明该后果不忍卒言。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:190-195