- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:182-189
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
宣读了德摩斯梯尼针对腓力所提法令的全文,该法令确立了出兵戒备以及与底比斯结盟的各项决定。德摩斯梯尼随后恢复演说,指出正是该法令如驱散云雾般化解了危机,并斥责埃斯基涅斯在危急关头保持沉默、事后却横加指责的做法完全是诬告者而非忠实谋士的行径。
"καὶ γὰρ Ἑλληνίδας πόλεις ἃς μὲν ἐμφρούρους ποιεῖ καὶ τὰς πολιτείας καταλύει, τινὰς δὲ καὶ ἐξανδραποδιζόμενος κατασκάπτει, εἰς ἐνίας δὲ καὶ ἀντὶ Ἑλλήνων βαρβάρους κατοικίζει ἐπὶ τὰ ἱερὰ καὶ τοὺς τάφους ἐπάγων, οὐδὲν ἀλλότριον ποιῶν οὔτε τῆς ἑαυτοῦ πατρίδος οὔτε τοῦ τρόπου, καὶ τῇ νῦν αὐτῷ παρούσῃ τύχῃ κατακόρως χρώμενος, ἐπιλελησμένος ἑαυτοῦ ὅτι ἐκ μικροῦ καὶ τοῦ τυχόντος γέγονεν ἀνελπίστως μέγας· "
“事实上,对于希腊各城邦,他有的派兵驻守并颠覆其政制,有的则在将居民掳为奴隶后彻底铲平,而在另一些城邦中,他甚至迁移野蛮人来取代希腊人,将他们引驻于圣所和坟墓之上,其行径既不违背其祖国的习俗,也不违背其本性,他贪得无厌地滥用当下的幸运,全然忘记了自己是从微不足道且卑贱的境遇出人意料地变得强大的。
"καὶ ἕως μὲν πόλεις ἑώρα παραιρούμενον αὐτὸν βαρβάρους καὶ ἰδίας, ὑπελάμβανεν ἔλαττον εἶναι ὁ δῆμος ὁ Ἀθηναίων τὸ εἰς αὑτὸν πλημμελεῖσθαι· νῦν δὲ ὁρῶν Ἑλληνίδας πόλεις τὰς μὲν ὑβριζομένας, τὰς δὲ ἀναστάτους γιγνομένας, δεινὸν ἡγεῖται εἶναι καὶ ἀνάξιον τῆς τῶν προγόνων δόξης τὸ περιορᾶν τοὺς Ἕλληνας καταδουλουμένους·"
只要雅典人民看到他所夺取的是野蛮人的以及他自己的城邦,便认为加诸自身的侵害尚不严重;但如今看到希腊城邦有的横遭蹂躏,有的沦为废墟,他们认为冷眼旁观希腊人遭受奴役是骇人听闻的,是有辱祖先威名的。
"διὸ δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ τῷ Ἀθηναίων, εὐξαμένους καὶ θύσαντας τοῖς θεοῖς καὶ ἥρωσι τοῖς κατέχουσι τὴν πόλιν καὶ τὴν χώραν τὴν Ἀθηναίων, καὶ ἐνθυμηθέντας τῆς τῶν προγόνων ἀρετῆς, διότι περὶ πλείονος ἐποιοῦντο τὴν τῶν Ἑλλήνων ἐλευθερίαν διατηρεῖν ἢ τὴν ἰδίαν πατρίδα, διακοσίας ναῦς καθέλκειν1 εἰς τὴν θάλατταν καὶ τὸν ναύαρχον ἀναπλεῖν ἐντὸς Πυλῶν, καὶ τὸν στρατηγὸν καὶ τὸν ἵππαρχον τὰς πεζὰς καὶ τὰς ἱππικὰς δυνάμεις Ἐλευσῖνάδε ἐξάγειν, πέμψαι δὲ καὶ πρέσβεις πρὸς τοὺς ἄλλους Ἕλληνας, πρῶτον δὲ πάντων πρὸς Θηβαίους διὰ τὸ ἐγγυτάτω εἶναι τὸν Φίλιππον τῆς ἐκείνων χώρας," "παρακαλεῖν δὲ αὐτοὺς μηδὲν καταπλαγέντας τὸν Φίλιππον ἀντέχεσθαι τῆς ἑαυτῶν καὶ τῆς τῶν ἄλλων Ἑλλήνων ἐλευθερίας, καὶ ὅτι ὁ Ἀθηναίων δῆμος, οὐδὲν μνησικακῶν εἴ τι πρότερον γέγονεν ἀλλότριον ταῖς πόλεσι πρὸς ἀλλήλας, βοηθήσει2 καὶ δυνάμεσι καὶ χρήμασι καὶ βέλεσι καὶ ὅπλοις, εἰδὼς ὅτι αὐτοῖς μὲν πρὸς ἀλλήλους διαμφισβητεῖν περὶ τῆς ἡγεμονίας οὖσιν Ἕλλησι καλόν, ὑπὸ δὲ ἀλλοφύλου ἀνθρώπου ἄρχεσθαι καὶ τῆς ἡγεμονίας ἀποστερεῖσθαι ἀνάξιον εἶναι καὶ τῆς τῶν Ἑλλήνων δόξης καὶ τῆς τῶν προγόνων ἀρετῆς."
因此,雅典议事会与人民在向守护雅典城邦与领土的诸神及英雄祈祷并献祭之后,并铭记祖先的美德——因为他们把保卫希腊人的自由看得重于保卫自己的祖国——特此决议:将两百艘战船推入大海,海军统帅航行至皮莱海峡以内,将军与骑兵指挥官率领步兵与骑兵部队开赴埃勒夫西斯,并向其他希腊人派遣使节,首先向底比斯人派遣,因为腓力距他们的领土最近;劝勉他们绝不要畏惧腓力,而要坚守自身及其他希腊人的自由,并告知他们:雅典人民绝不计较往昔城邦之间发生的任何嫌隙,将以军队、钱财、投射武器与重装甲胄前去支援,因为雅典人民深知,同为希腊人而彼此争夺霸权是光荣的,但受异族人的统治并被剥夺霸权,则既有辱希腊人的威名,也有辱祖先的美德。
"ἔτι δὲ οὐδὲ ἀλλότριον ἡγεῖται εἶναι ὁ Ἀθηναίων δῆμος τὸν Θηβαίων δῆμον οὔτε τῇ συγγενείᾳ οὔτε τῷ ὁμοφύλῳ. ἀναμιμνῄσκεται δὲ καὶ τὰς τῶν προγόνων τῶν ἑαυτοῦ εἰς τοὺς Θηβαίων προγόνους εὐεργεσίας· καὶ γὰρ τοὺς Ἡρακλέους παῖδας ἀποστερουμένους ὑπὸ Πελοποννησίων τῆς πατρῴας ἀρχῆς κατήγαγον, τοῖς ὅπλοις κρατήσαντες τοὺς ἀντιβαίνειν πειρωμένους τοῖς Ἡρακλέους ἐγγόνοις, καὶ τὸν Οἰδίπουν καὶ τοὺς μετʼ ἐκείνου ἐκπεσόντας ὑπεδεξάμεθα, καὶ ἕτερα πολλὰ ἡμῖν ὑπάρχει φιλάνθρωπα καὶ ἔνδοξα πρὸς Θηβαίους·"
此外,雅典人民无论在血缘上还是在同族关系上,都不认为底比斯人民是外人。他们亦回想起自己的先祖对底比斯人的先祖所施予的恩德;因为当赫拉克勒斯的子嗣被伯罗奔尼撒人剥夺祖传统治权时,正是雅典先祖以武力击溃了企图阻挠赫拉克勒斯后裔的人,使他们重返故土;我们还接纳了俄狄浦斯及其同行的流亡者,在对待底比斯人方面,我们还有许多其他仁爱而光荣的事迹。
"διόπερ οὐδὲ νῦν ἀποστήσεται ὁ Ἀθηναίων δῆμος τῶν Θηβαίοις τε καὶ τοῖς ἄλλοις Ἕλλησι συμφερόντων. συνθέσθαι δὲ πρὸς αὐτοὺς συμμαχίαν καὶ ἐπιγαμίαν ποιήσασθαι καὶ ὅρκους δοῦναι καὶ λαβεῖν. πρέσβεις Δημοσθένης Δημοσθένους Παιανιεύς, Ὑπερείδης Κλεάνδρου Σφήττιος, Μνησιθείδης Ἀντιφάνους Φρεάρριος, Δημοκράτης Σωφίλου Φλυεύς, Κάλλαισχρος Διοτίμου Κοθωκίδης."
因此,雅典人民即便在眼下也绝不会背离底比斯人和其他希腊人的利益。当与他们结成同盟,确立通婚之权,并相互立誓。使节:佩埃尼亚的德摩斯梯尼之子德摩斯梯尼、斯斐托斯的克勒安德罗斯之子许珀里得斯、弗雷阿里伊的安提法内斯之子姆内西特伊得斯、弗吕亚的索菲罗斯之子德摩克拉特斯、科托基戴的狄奥提摩斯之子卡莱斯克罗斯。”
αὕτη τῶν περὶ Θήβας ἐγίγνετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη, τὰ πρὸ τούτων εἰς ἔχθραν καὶ μῖσος καὶ ἀπιστίαν τῶν πόλεων ὑπηγμένων ὑπὸ τούτων.3 τοῦτο τὸ ψήφισμα τὸν τότε τῇ πόλει περιστάντα κίνδυνον παρελθεῖν ἐποίησεν ὥσπερ νέφος. ἦν μὲν τοίνυν τοῦ δικαίου πολίτου τότε δεῖξαι4 πᾶσιν, εἴ τι τούτων εἶχεν ἄμεινον, μὴ νῦν ἐπιτιμᾶν.
这就是关于底比斯事务的开端与最初的奠基,在此之前,由于这些人的挑拨,两邦早已陷入了敌意、仇恨与不信任之中。这份法令使当时笼罩城邦的危险如云雾般消散。因此,一个正直公民的本分,是在当时若有更优良的主张便向所有人展示出来,而不是在事后予以指责。
ὁ γὰρ σύμβουλος καὶ ὁ συκοφάντης, οὐδὲ τῶν ἄλλων οὐδὲν ἐοικότες, ἐν τούτῳ πλεῖστον ἀλλήλων διαφέρουσιν· ὁ μέν γε πρὸ τῶν πραγμάτων γνώμην ἀποφαίνεται, καὶ δίδωσιν ἑαυτὸν ὑπεύθυνον τοῖς πεισθεῖσι, τῇ τύχῃ, τῷ καιρῷ, τῷ βουλομένῳ· ὁ δὲ σιγήσας ἡνίκʼ ἔδει λέγειν, ἄν τι δύσκολον συμβῇ, τοῦτο βασκαίνει.
因为真正的谋士与诬告者在其他各方面都毫无相似之处,而在这点上彼此的差异最为悬殊:前者在事发之前表明立场,并对听从其劝导的人、对命运、对时机以及对任何想要问责的人承担责任;而后者在该说话时保持沉默,一旦遭遇任何挫折,便对此大肆诽谤。
- 184εὐξαμένους καὶ θύσαντας ... καὶ ἐνθυμηθέντας ... διακοσίας ναῦς καθέλκειν
承接法令的非人称程式表达 δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ。分词 εὐξαμένους、θύσαντας 与 ἐνθυμηθέντας 没有与与格的 τῇ βουλῇ καὶ τῷ δήμῳ 一致,而是采用了宾格形式,这是因为它们与后文一系列不定式(καθέλκειν、πέμψαι)的逻辑主语(即全体雅典人)在格上保持一致。
- 185παρακαλεῖν δὲ αὐτοὺς ... καὶ ὅτι ὁ Ἀθηναίων δῆμος ... βοηθήσει
在交代对使节的指示内容时出现了间接引语结构的转换。前半句由不定式 παρακαλεῖν 统领另一个不定式 ἀντέχεσθαι;后半句则通过连词 καί 连接,直接转换为了 ὅτι 引导的从句(ὅτι ... βοηθήσει),用于引述使节应当向底比斯人传达的雅典方面的宣告。
- 188τὰ πρὸ τούτων εἰς ἔχθραν καὶ μῖσος καὶ ἀπιστίαν τῶν πόλεων ὑπηγμένων ὑπὸ τούτων
该句的核心骨架是属格绝对结构 τῶν πόλεων ὑπηγμένων ὑπὸ τούτων(“在两座城邦被这些人引向敌意、仇恨和不信任的情况下”)。句首的 τὰ πρὸ τούτων 为副词性宾格,意为“在此之前”或“在先前的时期”,用以界定属格绝对结构所发生的时间背景。
- 188ἦν μὲν τοίνυν τοῦ δικαίου πολίτου τότε δεῖξαι
未完成过去时 ἦν 与表示特征或本分的表语属格 τοῦ δικαίου πολίτου 相结合的句式,以不定式 δεῖξαι 作为真正的主语:“在当时展示出……本是正直公民的职责所在”。未完成时态在此暗示了一种在过去理应履行却未被履行的义务。
