- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:176-181
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼回顾了自己在公民大会上的发言,即主张雅典摒弃对底比斯的旧怨、展示军事力量并主动提供援助,并要求宣读自己的法令。
εἰ μὲν τοίνυν προαιρησόμεθʼ ἡμεῖς ἔφην ἐν τῷ παρόντι, εἴ τι δύσκολον πέπρακται Θηβαίοις πρὸς ἡμᾶς, τούτου μεμνῆσθαι καὶ ἀπιστεῖν αὐτοῖς ὡς ἐν τῇ τῶν ἐχθρῶν οὖσιν μερίδι, πρῶτον μὲν ἃν εὔξαιτο Φίλιππος ποιήσομεν, εἶτα φοβοῦμαι μὴ προσδεξαμένων τῶν νῦν ἀνθεστηκότων αὐτῷ καὶ μιᾷ γνώμῃ πάντων φιλιππισάντων, εἰς τὴν Ἀττικὴν ἔλθωσιν ἀμφότεροι.1 ἂν μέντοι πεισθῆτʼ ἐμοὶ καὶ πρὸς τῷ σκοπεῖν, ἀλλὰ μὴ φιλονικεῖν περὶ ὧν ἂν λέγω γένησθε, οἶμαι καὶ τὰ δέοντα λέγειν δόξειν καὶ τὸν ἐφεστηκότα κίνδυνον τῇ πόλει διαλύσειν.
“因此,如果我们眼下选择,”我说,“如果在底比斯人与我们之间发生过任何令人不快的事,便执着于此事,并因他们身处敌对阵营而对他们抱持怀疑,那么首先,我们就会做出腓力求之不得的事;其次,我担心如今反抗他的人一旦接纳他,所有人都一心依附于腓力,双方就会一同攻入阿提卡。然而,如果你们听从我的劝告,将注意力转向审视而不是争辩我所说的内容,我认为大家就会承认我说出了当务之急,并能消解迫临城邦的危机。
τί οὖν φημὶ δεῖν; πρῶτον μὲν τὸν παρόντʼ ἐπανεῖναι φόβον, εἶτα μεταθέσθαι καὶ φοβεῖσθαι πάντας ὑπὲρ Θηβαίων· πολὺ γὰρ τῶν δεινῶν εἰσιν ἡμῶν ἐγγυτέρω, καὶ προτέροις αὐτοῖς ἐστιν ὁ κίνδυνος· ἔπειτʼ ἐξελθόντας Ἐλευσῖνάδε τοὺς ἐν ἡλικίᾳ καὶ τοὺς ἱππέας δεῖξαι πᾶσιν ὑμᾶς αὐτοὺς ἐν τοῖς ὅπλοις ὄντας, ἵνα τοῖς ἐν Θήβαις φρονοῦσι τὰ ὑμέτερα ἐξ ἴσου γένηται τὸ παρρησιάζεσθαι περὶ τῶν δικαίων, ἰδοῦσιν ὅτι, ὥσπερ τοῖς πωλοῦσι Φιλίππῳ τὴν πατρίδα πάρεσθʼ ἡ βοηθήσουσα δύναμις ἐν Ἐλατείᾳ, οὕτω τοῖς ὑπὲρ τῆς ἐλευθερίας ἀγωνίζεσθαι βουλομένοις ὑπάρχεθʼ ὑμεῖς ἕτοιμοι καὶ βοηθήσετε, ἐάν τις ἐπʼ αὐτοὺς ἴῃ.
那么我认为必须做什么呢?首先,要放下当下的恐惧,转而人人为底比斯人感到担忧;因为他们离险境比我们近得多,危险首先临到他们头上。其次,全体适龄服役人员和骑兵应开赴埃勒夫西斯,全副武装向所有人展现你们的姿态,以便使底比斯城内同情你们事业的人能够享有公开申述正义的平等机会;因为他们将看到,正如那些把祖国出卖给腓力的人在埃拉提亚有着随时援助他们的部队一样,那些愿为自由而斗争的人,也有你们作为现成的力量严阵以待,一旦有人进攻他们,你们便会提供援助。
μετὰ ταῦτα χειροτονῆσαι κελεύω δέκα πρέσβεις, καὶ ποιῆσαι τούτους κυρίους μετὰ τῶν στρατηγῶν καὶ τοῦ πότε δεῖ βαδίζειν ἐκεῖσε καὶ τῆς ἐξόδου. ἐπειδὰν δʼ ἔλθωσιν οἱ πρέσβεις εἰς Θήβας, πῶς χρήσασθαι τῷ πράγματι παραινῶ; τούτῳ πάνυ μοι προσέχετε τὸν νοῦν. μὴ δεῖσθαι Θηβαίων μηδέν (αἰσχρὸς γὰρ ὁ καιρός), ἀλλʼ ἐπαγγέλλεσθαι βοηθήσειν, ἂν κελεύωσιν, ὡς ἐκείνων ὄντων ἐν τοῖς ἐσχάτοις, ἡμῶν δʼ ἄμεινον ἢ ʼκεῖνοι προορωμένων· ἵνʼ ἐὰν μὲν δέξωνται ταῦτα καὶ πεισθῶσιν ἡμῖν, καὶ ἃ βουλόμεθʼ ὦμεν διῳκημένοι καὶ μετὰ προσχήματος ἀξίου τῆς πόλεως ταῦτα πράξωμεν, ἂν δʼ ἄρα μὴ συμβῇ κατατυχεῖν, ἐκεῖνοι μὲν αὑτοῖς ἐγκαλῶσιν ἄν τι νῦν ἐξαμαρτάνωσιν, ἡμῖν δὲ μηδὲν αἰσχρὸν μηδὲ ταπεινὸν ᾖ πεπραγμένον.
此后,我提议你们选出十名使节,并让他们与将军们共同全权决定何时动身前往彼处以及进军的日程。当使节到达底比斯时,我建议如何处理此事呢?对此请大家万分留心:不要向底比斯人提出任何请求(因为在此关头那是可耻的),而是声明只要他们要求,我们就会前往支援,理由是他们身处极度险境,而我们比他们更有先见之明。这样,如果他们接受这一提议并听从我们的劝导,我们既能实现所期望的目标,又是在以符合城邦尊严的名义行事;但倘若我们未能如愿成功,他们现在一旦犯下错误便只能责怪自己,而我们这边则不曾做出任何可耻或卑贱的事。”
ταῦτα καὶ παραπλήσια τούτοις εἰπὼν κατέβην. συνεπαινεσάντων δὲ πάντων καὶ οὐδενὸς εἰπόντος ἐναντίον οὐδέν, οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δέ, οὐδʼ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα δέ, οὐδʼ ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δὲ Θηβαίους,2 ἀλλʼ ἀπὸ τῆς ἀρχῆς ἄχρι τῆς τελευτῆς διεξῆλθον, καὶ ἔδωκʼ ἐμαυτὸν ὑμῖν ἁπλῶς εἰς τοὺς περιεστηκότας τῇ πόλει κινδύνους. καί μοι φέρε τὸ ψήφισμα τὸ τότε γενόμενον.
说了这些以及类似的话之后,我走下讲台。在众人齐声赞同、无人提出任何反对意见之后,我并不是只说了这些而没有起草法令,也不是起草了法令却没有担任使节,更不是担任了使节却没有说服底比斯人;相反,我从始至终坚持到底,单纯地为了你们而投身于笼罩城邦的重重危险之中。请把当时通过的法令给我拿来。
καίτοι τίνα βούλει σέ, Αἰσχίνη, καὶ τίνʼ ἐμαυτὸν ἐκείνην τὴν ἡμέραν εἶναι θῶ; βούλει ἐμαυτὸν μέν, ὃν ἂν σὺ λοιδορούμενος καὶ διασύρων καλέσαις, Βάτταλον, σὲ δὲ μηδʼ ἥρω τὸν τυχόντα, ἀλλὰ τούτων τινὰ τῶν ἀπὸ τῆς σκηνῆς, Κρεσφόντην ἢ Κρέοντα ἢ ὃν ἐν Κολλυτῷ ποτʼ Οἰνόμαον κακῶς ἐπέτριψας;3 τότε τοίνυν κατʼ ἐκεῖνον τὸν καιρὸν ὁ Παιανιεὺς ἐγὼ Βάτταλος Οἰνομάου τοῦ Κοθωκίδου σοῦ πλείονος ἄξιος ὢν ἐφάνην τῇ πατρίδι. σὺ μέν γʼ οὐδὲν οὐδαμοῦ χρήσιμος ἦσθα· ἐγὼ δὲ πάνθʼ ὅσα προσῆκε τὸν ἀγαθὸν πολίτην ἔπραττον. λέγε τὸ ψήφισμά μοι. ΨΗΦΙΣΜΑ ΔΗΜΟΣΘΕΝΟΥΣ.
然而,埃斯基涅斯,你希望我在那一天把你当作什么人,又把我自己当作什么人呢?你希望我是你在辱骂和讥讽时所称呼的巴塔罗斯,而你甚至不是普通的英雄,而是舞台上的某个人物——克雷斯丰忒斯、克瑞翁,或是你曾经在科利图斯拙劣演砸的那个俄诺马俄斯吗?那么,在当时那个关键时刻,我这个佩埃尼亚的巴塔罗斯,向祖国证明了自己远比你这个科托基戴的俄诺马俄斯更有价值。因为你在任何地方都毫无用处,而我却尽了一个优秀公民应尽的一切职责。请给我宣读法令。 德摩斯梯尼的法令。
"ἐπὶ ἄρχοντος Ναυσικλέους, φυλῆς πρυτανευούσης Αἰαντίδος, σκιροφοριῶνος ἕκτῃ ἐπὶ δέκα, Δημοσθένης Δημοσθένους Παιανιεὺς εἶπεν· ἐπειδὴ Φίλιππος ὁ Μακεδὼν ἔν τε τῷ παρεληλυθότι χρόνῳ παραβαίνων φαίνεται τὰς γεγενημένας αὐτῷ συνθήκας πρὸς τὸν Ἀθηναίων δῆμον περὶ τῆς εἰρήνης, ὑπεριδὼν τοὺς ὅρκους καὶ τὰ παρὰ πᾶσι τοῖς Ἕλλησι νομιζόμενα εἶναι δίκαια, καὶ πόλεις παραιρεῖται οὐδὲν αὐτῷ προσηκούσας, τινὰς δὲ καὶ Ἀθηναίων οὔσας δοριαλώτους πεποίηκεν οὐδὲν προαδικηθεὶς ὑπὸ τοῦ δήμου τοῦ Ἀθηναίων, ἔν τε τῷ παρόντι ἐπὶ πολὺ προάγει τῇ τε βίᾳ καὶ τῇ ὠμότητι·"
“在瑙西克勒斯任执政官之年,埃安提斯部落担任首席委员,斯基罗福里翁月十六日,佩埃尼亚的德摩斯梯尼之子德摩斯梯尼提议:鉴于马其顿的腓力在过去一段时期公然破坏他与雅典人民就和平所签订的条约,蔑视誓言以及所有希腊人公认的正义,侵占与他毫无关系的城邦,并在未受雅典人民任何先行侵犯的情况下,以武力俘获了雅典所属的若干城邦,而在眼前,他更是在暴力与残暴上变本加厉——”
- 176προσδεξαμένων τῶν νῦν ἀνθεστηκότων αὐτῷ καὶ μιᾷ γνώμῃ πάντων φιλιππισάντων, εἰς τὴν Ἀττικὴν ἔλθωσιν ἀμφότεροι
属格独立结构“προσδεξαμένων... φιλιππισάντων”位于由“μή”引导的恐惧从句中,起时间或条件作用;从句主语为“ἀμφότεροι”(指腓力与底比斯双方),主谓语动词为虚拟式“ἔλθωσιν”。
- 179οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δέ, οὐδʼ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα δέ, οὐδʼ ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δὲ Θηβαίους
通过成对否定对仗构成的递进辞格(gradatio/climax)。“οὐκ... μέν, οὐκ... δέ”的连锁否定形式(“我并非说了却没有起草……并非起草了却没有出使……”)强调了从建言、提案、出使到说服的完整贯彻,未有丝毫缺漏。
- 180ὃν ἐν Κολλυτῷ ποτʼ Οἰνόμαον κακῶς ἐπέτριψας
动词“ἐπιτρίβω”(原义为“压碎”、“毁灭”)与悲剧角色名“Οἰνόμαον”直接连用,是戏剧界的俗语讽刺用法,意为“把俄诺马俄斯这一角色拙劣地演砸/毁掉”,借以讥讽埃斯基涅斯蹩脚的演员生涯。
