← 狄摩西尼

金冠辞

§168-175

埃拉提亚陷落的恐慌与德摩斯梯尼的演说

演说家追述了腓力占领埃拉提亚的急报传来后城邦与公民大会陷入的惊恐,在无人敢于登台发言之际,德摩斯梯尼挺身而出,剖析敌人的真实意图并提出对策。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§168

οὕτω διαθεὶς ὁ Φίλιππος τὰς πόλεις πρὸς ἀλλήλας διὰ τούτων καὶ τούτοις ἐπαρθεὶς τοῖς ψηφίσμασιν καὶ ταῖς ἀποκρίσεσιν, ἧκεν ἔχων τὴν δύναμιν καὶ τὴν Ἐλάτειαν κατέλαβεν, ὡς οὐδʼ ἂν εἴ τι γένοιτʼ ἔτι συμπνευσάντων ἂν ἡμῶν καὶ τῶν Θηβαίων.1 ἀλλὰ μὴν τὸν τότε συμβάντʼ ἐν τῇ πόλει θόρυβον ἴστε μὲν ἅπαντες· μικρὰ δʼ ἀκούσαθʼ ὅμως αὐτὰ τἀναγκαιότατα.

腓力藉由这些人挑拨各城邦互相对立,并受到这些决议与回复的鼓舞,率军前来并占领了埃拉提亚,自以为无论发生何事,我们与底比斯人也绝不可能再次同心协力了。当时城中出现的骚乱,你们人人皆知;但还是请听我简要叙述最必要的情况。

§169

ἑσπέρα μὲν γὰρ ἦν, ἧκε δʼ ἀγγέλλων τις ὡς τοὺς πρυτάνεις ὡς Ἐλάτεια κατείληπται. καὶ μετὰ ταῦθʼ οἱ μὲν εὐθὺς ἐξαναστάντες μεταξὺ δειπνοῦντες τούς τʼ ἐκ τῶν σκηνῶν τῶν κατὰ τὴν ἀγορὰν ἐξεῖργον καὶ τὰ γέρρʼ ἐνεπίμπρασαν, οἱ δὲ τοὺς στρατηγοὺς μετεπέμποντο καὶ τὸν σαλπικτὴν ἐκάλουν· καὶ θορύβου πλήρης ἦν ἡ πόλις. τῇ δʼ ὑστεραίᾳ, ἅμα τῇ ἡμέρᾳ, οἱ μὲν πρυτάνεις τὴν βουλὴν ἐκάλουν εἰς τὸ βουλευτήριον, ὑμεῖς δʼ εἰς τὴν ἐκκλησίαν ἐπορεύεσθε, καὶ πρὶν ἐκείνην χρηματίσαι καὶ προβουλεῦσαι πᾶς ὁ δῆμος ἄνω καθῆτο.2

那是在傍晚,有人来向政务官们报告埃拉提亚已经失陷。紧接着,政务官中有些人立刻在吃晚饭时起身,驱赶市场上棚屋里的商贩并焚烧柳条栅栏,另一些人则派人去召集将军们并传唤号手;全城一片混乱。翌日破晓,政务官们召集评议会到议事厅,而你们则前往民众大会;在评议会尚未处理事务并拟定预案之前,全体民众便已坐在山丘之上了。

§170

καὶ μετὰ ταῦτα ὡς ἦλθεν ἡ βουλὴ καὶ ἀπήγγειλαν οἱ πρυτάνεις τὰ προσηγγελμένʼ ἑαυτοῖς καὶ τὸν ἥκοντα παρήγαγον κἀκεῖνος εἶπεν, ἠρώτα μὲν ὁ κῆρυξ τίς ἀγορεύειν βούλεται παρῄει δʼ οὐδείς. πολλάκις δὲ τοῦ κήρυκος ἐρωτῶντος οὐδὲν μᾶλλον ἀνίστατʼ οὐδείς, ἁπάντων μὲν τῶν στρατηγῶν παρόντων, ἁπάντων δὲ τῶν ῥητόρων, καλούσης δὲ τῆς πατρίδος τὸν ἐροῦνθʼ ὑπὲρ σωτηρίας· ἣν γὰρ ὁ κῆρυξ κατὰ τοὺς νόμους φωνὴν ἀφίησι, ταύτην κοινὴν τῆς πατρίδος δίκαιον ἡγεῖσθαι.

此后,评议会到来,政务官们通报了向他们报告的消息,并引出了报信者,在报信者陈词完毕后,传令官问道: “谁愿意发言?” 但无一人上前。尽管传令官再三询问,仍旧无一人起身,尽管全体将军在场,全体演说家也在场,祖国也在呼唤为拯救她而发言之人;因为传令官依法发出的呼声,理所应当被视为祖国共同的呼声。

§171

καίτοι εἰ μὲν τοὺς σωθῆναι τὴν πόλιν βουλομένους παρελθεῖν ἔδει, πάντες ἂν ὑμεῖς καὶ οἱ ἄλλοι Ἀθηναῖοι ἀναστάντες ἐπὶ τὸ βῆμʼ ἐβαδίζετε· πάντες γὰρ οἶδʼ ὅτι σωθῆναι αὐτὴν ἐβούλεσθε· εἰ δὲ τοὺς πλουσιωτάτους, οἱ τριακόσιοι· εἰ δὲ τοὺς ἀμφότερα ταῦτα, καὶ εὔνους τῇ πόλει καὶ πλουσίους, οἱ μετὰ ταῦτα τὰς μεγάλας ἐπιδόσεις ἐπιδόντες· καὶ γὰρ εὐνοίᾳ καὶ πλούτῳ τοῦτʼ ἐποίησαν.

然而,若当时应当出面的是希望城邦得救之人,你们大家以及其余所有雅典人都会起立走向演讲台;因为我知道你们所有人都希望她得救。若是需要最富有的人,那便是那三百人团;若是需要兼备这两者、既对城邦怀有善意又富有的人,那便是后来捐献巨资的人;因为他们正是出于善意与财富而做出那番举动的。

§172

ἀλλʼ, ὡς ἔοικεν, ἐκεῖνος ὁ καιρὸς καὶ ἡ ἡμέρα ʼκείνη οὐ μόνον εὔνουν καὶ πλούσιον ἄνδρʼ ἐκάλει, ἀλλὰ καὶ παρηκολουθηκότα τοῖς πράγμασιν ἐξ ἀρχῆς, καὶ συλλελογισμένον ὀρθῶς τίνος εἵνεκα ταῦτʼ ἔπραττεν ὁ Φίλιππος καὶ τί βουλόμενος· ὁ γὰρ μὴ ταῦτʼ εἰδὼς μηδʼ ἐξητακὼς πόρρωθεν, οὔτʼ εἰ εὔνους ἦν οὔτʼ εἰ πλούσιος, οὐδὲν μᾶλλον ἔμελλʼ ὅ τι χρὴ ποιεῖν εἴσεσθαι οὐδʼ ὑμῖν ἕξειν συμβουλεύειν.

但是,看来那个危急关头与那一天所呼唤的,不仅是一个怀有善意且富有的男子,而且是一个从一开始就紧跟事态发展、并正确判断了腓力究竟为了什么目的而做这些事、怀有何种企图的人。因为一个不明白这些事、未曾从早先加以探究的人,无论他是怀有善意还是富有,都绝不可能知道该做些什么,也绝不可能有能力给你们提出建议。

§173

ἐφάνην τοίνυν οὗτος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐγὼ καὶ παρελθὼν εἶπον εἰς ὑμᾶς, ἅ μου δυοῖν εἵνεκʼ ἀκούσατε προσσχόντες τὸν νοῦν, ἑνὸς μέν, ἵνʼ εἰδῆθʼ ὅτι μόνος τῶν λεγόντων καὶ πολιτευομένων ἐγὼ τὴν τῆς εὐνοίας τάξιν ἐν τοῖς δεινοῖς οὐκ ἔλιπον, ἀλλὰ καὶ λέγων καὶ γράφων ἐξηταζόμην τὰ δέονθʼ ὑπὲρ ὑμῶν ἐν αὐτοῖς τοῖς φοβεροῖς, ἑτέρου δέ, ὅτι μικρὸν ἀναλώσαντες χρόνον πολλῷ πρὸς τὰ λοιπὰ τῆς πάσης πολιτείας ἔσεσθʼ ἐμπειρότεροι.

于是在那一天,挺身而出的人正是我。我走上前去对你们讲了话,请你们集中注意力倾听我的话,这出于两个理由:其一,是为了让你们知道,在演说家与从政者当中,只有我一人在危难之际未曾放弃忠诚的岗位,而是在这些极其可怖的事态中,通过发言与提案为你们履行了应尽的职责;其二,是只要花费少许时间,你们在今后关于整个城邦政务的其余方面就会远为富有见识。

§174

εἶπον τοίνυν ὅτι τοὺς μὲν ὡς ὑπαρχόντων Θηβαίων Φιλίππῳ λίαν θορυβουμένους3 ἀγνοεῖν τὰ παρόντα πράγμαθʼ ἡγοῦμαι· εὖ γὰρ οἶδʼ ὅτι, εἰ τοῦθʼ οὕτως ἐτύγχανεν ἔχον, οὐκ ἂν αὐτὸν ἠκούομεν ἐν Ἐλατείᾳ ὄντα, ἀλλʼ ἐπὶ τοῖς ἡμετέροις ὁρίοις. ὅτι μέντοι ἵνʼ ἕτοιμα ποιήσηται τἀν Θήβαις ἥκει, σαφῶς ἐπίσταμαι. ὡς δʼ ἔχει ἔφην ταῦτα, ἀκούσατέ μου.

因此我说: “我认为那些因以为底比斯人已经归顺腓力而过分惊慌失措的人,并不了解眼前的局势;因为我深知,如果情况果真如此,我们听到的就不会是他在埃拉提亚,而是在我们的边界上了。然而,他前来是为了让底比斯的事宜按他的意愿准备停当,这一点我清清楚楚。至于这究竟是怎么回事,”我说,“请听我道来。

§175

ἐκεῖνος ὅσους ἢ πεῖσαι χρήμασιν Θηβαίων ἢ ἐξαπατῆσαι ἐνῆν ἅπαντας ηὐτρέπισται· τοὺς δʼ ἀπʼ ἀρχῆς ἀνθεστηκότας αὐτῷ καὶ νῦν ἐναντιουμένους οὐδαμῶς πεῖσαι δύναται. τί οὖν βούλεται, καὶ τίνος εἵνεκα τὴν Ἐλάτειαν κατείληφεν; πλησίον δύναμιν δείξας καὶ παραστήσας τὰ ὅπλα τοὺς μὲν ἑαυτοῦ φίλους ἐπᾶραι καὶ θρασεῖς ποιῆσαι, τοὺς δʼ ἐναντιουμένους καταπλῆξαι, ἵνʼ ἢ συγχωρήσωσι φοβηθέντες ἃ νῦν οὐκ ἐθέλουσιν, ἢ βιασθῶσιν.

“底比斯人当中,凡是可能用金钱收买或欺骗的人,那个人都已拉拢停当;但对于从一开始就抵制他、如今仍在反对他的人,他绝无可能说服。那么他究竟图谋什么,又是为了什么目的占领埃拉提亚呢?他要通过就近展示军力并陈列武装,来鼓舞自己的朋友并使他们胆大妄为,同时震慑反对他的人,使他们要么因恐惧而顺从他们如今不愿答应的事,要么被强力屈服。”

语法注3 条
  1. 168ὡς οὐδʼ ἂν εἴ τι γένοιτʼ ἔτι συμπνευσάντων ἂν ἡμῶν καὶ τῶν Θηβαίων

    由 ὡς 引出的属格独立结构(ἡμῶν καὶ τῶν Θηβαίων συμπνευσάντων),表达主观假设或腓力自以为的想法。小词 ἄν 重复出现(οὐδʼ ἂν ... συμπνευσάντων ἄν),与插入的条件从句 εἴ τι γένοιτο 共同赋予分词以潜在或反事实的虚拟含义(“自以为无论发生何事,我们与底比斯人也绝不可能再次协力同心”)。

  2. 169πρὶν ἐκείνην χρηματίσαι καὶ προβουλεῦσαι πᾶς ὁ δῆμος ἄνω καθῆτο

    在肯定主句(πᾶς ὁ δῆμος ἄνω καθῆτο)之后接 πρίν 及不定式结构。副词 ἄνω(在上面,即普尼克斯山丘的公民大会会场)形象地描绘出全民在评议程序前就已就座的危急情势。代词 ἐκείνην 作为不定式 χρηματίσαι 和 προβουλεῦσαι 的逻辑主语,指代前文的评议会(βουλή)。

  3. 174τοὺς μὲν ὡς ὑπαρχόντων Θηβαίων Φιλίππῳ λίαν θορυβουμένους

    由主句动词 ἡγοῦμαι 支配的宾格主语加不定式结构(τοὺς ... θορυβουμένους ἀγνοεῖν)。实质化分词短语 τοὺς λίαν θορυβουμένους 内部嵌入了带 ὡς 的属格独立结构(ὡς ὑπαρχόντων Θηβαίων Φιλίππῳ),表示惊慌失措者所持有的主观判断或假定前提(“认定底比斯人已归顺腓力”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:168-175