- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:162-167
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出自己与底比斯修好的路线继承了政界前辈的主张,以此抨击埃斯基涅斯,并宣读了雅典在腓力进逼时谋求休战的决议以及腓力致雅典和底比斯的回复。
ἀλλʼ εἰδὼς1 Ἀριστοφῶντα καὶ πάλιν Εὔβουλον πάντα τὸν χρόνον βουλομένους πρᾶξαι ταύτην τὴν φιλίαν, καὶ περὶ τῶν ἄλλων πολλάκις ἀντιλέγοντας ἑαυτοῖς τοῦθʼ ὁμογνωμονοῦντας ἀεί. οὓς σὺ ζῶντας μέν, ὦ κίναδος, κολακεύων παρηκολούθεις, τεθνεώτων δʼ οὐκ αἰσθάνει κατηγορῶν·2 ἃ γὰρ περὶ Θηβαίων ἐπιτιμᾷς ἐμοί, ἐκείνων πολὺ μᾶλλον ἢ ἐμοῦ κατηγορεῖς, τῶν πρότερον ἢ ἐγὼ ταύτην τὴν συμμαχίαν δοκιμασάντων.
而是因为我知道阿里斯托丰以及欧布鲁斯一直都渴望实现这一友好关系,他们在其他事情上虽屡屡互相对立,但在这一点上却始终意见一致。这两人在世时,你这个恶棍阿谀奉迎地跟在他们身后,如今他们死后,你却未曾发觉自己是在控告他们;因为你关于底比斯人向我提出的非难,比起控告我来,是在更严重地控告他们,是他们在早于我之前就赞同了这一同盟的。
ἀλλʼ ἐκεῖσʼ ἐπάνειμι, ὅτι3 τὸν ἐν Ἀμφίσσῃ πόλεμον τούτου μὲν ποιήσαντος, συμπεραναμένων δὲ τῶν ἄλλων τῶν συνεργῶν αὐτῷ τὴν πρὸς Θηβαίους ἔχθραν, συνέβη τὸν Φίλιππον ἐλθεῖν ἐφʼ ἡμᾶς, οὗπερ εἵνεκα τὰς πόλεις οὗτοι συνέκρουον, καὶ εἰ μὴ προεξανέστημεν μικρόν, οὐδʼ ἀναλαβεῖν ἂν ἠδυνήθημεν·4 οὕτω μέχρι πόρρω προήγαγον οὗτοι. ἐν οἷς δʼ ἦτʼ ἤδη τὰ πρὸς ἀλλήλους,5 τουτωνὶ τῶν ψηφισμάτων ἀκούσαντες καὶ τῶν ἀποκρίσεων εἴσεσθε. καί μοι λέγε ταῦτα λαβών.
但我还是要回到那个论点:正是此人挑起了在安菲萨的战争,而他的其他同谋又促成了对底比斯的敌意,其结果便是腓力向我们进军——而这帮人使各城邦互相冲突正是为了这一目的;若非我们事先稍稍警觉振作,甚至根本不可能挽回局势;这帮人竟把事态推进到了如此深重的地步。至于你们彼此之间的关系当时已经陷入何等境地,你们听了这些决议和回复便会知晓。请把这些文书拿过来念给我听。
ΨΗΦΙΣΜΑ. "Ἐπʼ ἄρχοντος Ἡροπύθου, μηνὸς ἐλαφηβολιῶνος ἕκτῃ φθίνοντος, φυλῆς πρυτανευούσης Ἐρεχθῇδος, βουλῆς καὶ στρατηγῶν γνώμη· ἐπειδὴ Φίλιππος ἃς μὲν κατείληφε πόλεις τῶν ἀστυγειτόνων, τινὰς δὲ πορθεῖ, κεφαλαίῳ δʼ ἐπὶ τὴν Ἀττικὴν παρασκευάζεται παραγίγνεσθαι, παρʼ οὐδὲν ἡγούμενος τὰς ἡμετέρας συνθήκας, καὶ τοὺς ὅρκους λύειν ἐπιβάλλεται καὶ τὴν εἰρήνην, παραβαίνων τὰς κοινὰς πίστεις, δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ πέμπειν πρὸς αὐτὸν πρέσβεις, οἵτινες αὐτῷ διαλέξονται καὶ παρακαλέσουσιν αὐτὸν μάλιστα μὲν τὴν πρὸς ἡμᾶς ὁμόνοιαν διατηρεῖν καὶ τὰς συνθήκας, εἰ δὲ μή, πρὸς τὸ βουλεύσασθαι δοῦναι χρόνον τῇ πόλει καὶ τὰς ἀνοχὰς ποιήσασθαι μέχρι τοῦ θαργηλιῶνος μηνός. ᾑρέθησαν ἐκ βουλῆς Σῖμος Ἀναγυράσιος, Εὐθύδημος Φυλάσιος, Βουλαγόρας Ἀλωπεκῆθεν."
决议 “执政官赫罗皮托斯任内,埃拉斐博利昂月下旬第六日,厄瑞克透斯部落主持政务,依评议会与将军们的提议:鉴于腓力占领了邻近的部分城邦,又洗劫了另一些城邦,更准备全线进犯阿提卡,把我们的条约视同无物,并企图破坏誓约与和平,违背公认的信约,评议会与民众决议向他派遣使节,与他交涉并敦促他:最好能维持与我们的和睦及条约;若不然,则给城邦留出斟酌的时间,休战直至萨尔格利昂月。由评议会选出阿纳吉鲁斯区西穆斯、菲勒区欧堤德穆斯、阿洛佩刻区布拉戈拉斯。”
ΕΤΕΡΟΝ ΨΗΦΙΣΜΑ. "Ἐπʼ ἄρχοντος Ἡροπύθου, μηνὸς μουνυχιῶνος ἕνῃ καὶ νέᾳ, πολεμάρχου γνώμη· ἐπειδὴ Φίλιππος εἰς ἀλλοτριότητα Θηβαίους πρὸς ἡμᾶς ἐπιβάλλεται καταστῆσαι, παρεσκεύασται δὲ καὶ παντὶ τῷ στρατεύματι πρὸς τοὺς ἔγγιστα τῆς Ἀττικῆς παραγίγνεσθαι τόπους, παραβαίνων τὰς πρὸς ἡμᾶς ὑπαρχούσας αὐτῷ συνθήκας, δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ πέμψαι πρὸς αὐτὸν κήρυκα καὶ πρέσβεις, οἵτινες ἀξιώσουσι καὶ παρακαλέσουσιν αὐτὸν ποιήσασθαι τὰς ἀνοχάς, ὅπως ἐνδεχομένως ὁ δῆμος βουλεύσηται· καὶ γὰρ νῦν οὐ κέκρικε βοηθεῖν ἐν οὐδενὶ τῶν μετρίων. ᾑρέθησαν ἐκ βουλῆς Νέαρχος Σωσινόμου, Πολυκράτης Ἐπίφρονος, καὶ κῆρυξ Εὔνομος Ἀναφλύστιος ἐκ τοῦ δήμου."
另一决议 “执政官赫罗皮托斯任内,穆尼基昂月晦日,依军政官提议:鉴于腓力企图使底比斯人与我们反目,并已准备以全军开拔至邻近阿提卡的地带,违背他与我们现存的条约,评议会与民众决议向他派遣传令官与使节,要求并敦促他休战,以便民众能根据形势加以商议;因为即使到现在,民众尚未决定在任何温和的条件下列队出援。由评议会选出索西诺摩斯之子涅阿尔科斯、埃庇弗隆之子波吕克拉忒斯,并由民众选出阿纳弗吕斯托斯区的传令官欧诺摩斯。”
λέγε δὴ καὶ τὰς ἀποκρίσεις. ΑΠΟΚΡΙΣΙΣ ΑΘΗΝΑΙΟΙΣ. "Βασιλεὺς Μακεδόνων Φίλιππος Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν. ἣν μὲν ἀπʼ ἀρχῆς εἴχετε πρὸς ἡμᾶς αἵρεσιν, οὐκ ἀγνοῶ, καὶ τίνα σπουδὴν ἐποιεῖσθε προσκαλέσασθαι βουλόμενοι Θετταλοὺς καὶ Θηβαίους, ἔτι δὲ καὶ Βοιωτούς· βέλτιον δʼ αὐτῶν φρονούντων καὶ μὴ βουλομένων ἐφʼ ὑμῖν ποιήσασθαι τὴν ἑαυτῶν αἵρεσιν, ἀλλὰ κατὰ τὸ συμφέρον ἱσταμένων, νῦν ἐξ ὑποστροφῆς ἀποστείλαντες ὑμεῖς πρός με πρέσβεις καὶ κήρυκα συνθηκῶν μνημονεύετε καὶ τὰς ἀνοχὰς αἰτεῖσθε, κατʼ οὐδὲν ὑφʼ ἡμῶν πεπλημμελημένοι. ἐγὼ μέντοι ἀκούσας τῶν πρεσβευτῶν συγκατατίθεμαι τοῖς παρακαλουμένοις καὶ ἕτοιμός εἰμι ποιεῖσθαι τὰς ἀνοχάς, ἄν περ τοὺς οὐκ ὀρθῶς συμβουλεύοντας ὑμῖν παραπέμψαντες τῆς προσηκούσης ἀτιμίας ἀξιώσητε. ἔρρωσθε."
现在请宣读那些回复。 给雅典人的回复“马其顿王腓力致雅典人评议会及民众,问候安好。你们从一开始对我方抱有何种倾向,以及你们极力试图拉拢色萨利人、底比斯人乃至波奥提亚人时表现出了何等热切,我并非不知;然而他们见识更高明,不愿将自己的选择委之于你们,而是坚守自身的利益;如今你们却突然反转,向我派遣使节与传令官,重提条约并要求休战,而你们并未受到我们任何侵犯。但我听取了使节的陈词后,同意你们的请求,并准备订立休战,只要你们免除那些向你们进献不当谏言之人的职务,并予以应得的惩治。祝安好。”
ΑΠΟΚΡΙΣΙΣ ΘΗΒΑΙΟΙΣ. "Βασιλεὺς Μακεδόνων Φίλιππος Θηβαίων τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν. ἐκομισάμην τὴν παρʼ ὑμῶν ἐπιστολήν, διʼ ἧς μοι τὴν ὁμόνοιαν καὶ τὴν εἰρήνην ἀνανεοῦσθε. πυνθάνομαι μέντοι διότι πᾶσαν ὑμῖν Ἀθηναῖοι προσφέρονται φιλοτιμίαν βουλόμενοι ὑμᾶς συγκαταίνους γενέσθαι τοῖς ὑπʼ αὐτῶν παρακαλουμένοις. πρότερον μὲν οὖν ὑμῶν κατεγίγνωσκον ἐπὶ τῷ μέλλειν πείθεσθαι ταῖς ἐκείνων ἐλπίσι καὶ ἐπακολουθεῖν αὐτῶν τῇ προαιρέσει. νῦν δʼ ἐπιγνοὺς ὑμᾶς τὰ πρὸς ἡμᾶς ἐζητηκότας ἔχειν εἰρήνην μᾶλλον ἢ ταῖς ἑτέρων ἐπακολουθεῖν γνώμαις, ἥσθην καὶ μᾶλλον ὑμᾶς ἐπαινῶ κατὰ πολλά, μάλιστα δʼ ἐπὶ τῷ βουλεύσασθαι περὶ τούτων ἀσφαλέστερον καὶ τὰ πρὸς ἡμᾶς ἔχειν ἐν εὐνοίᾳ· ὅπερ οὐ μικρὰν ὑμῖν οἴσειν ἐλπίζω ῥοπήν, ἐάν περ ἐπὶ ταύτης μένητε τῆς προθέσεως. ἔρρωσθε."
给底比斯人的回复“马其顿王腓力致底比斯人评议会及民众,问候安好。我收到了你们寄来的信函,你们藉此与我重申和睦与和平。然而我获悉雅典人正向你们竭力献殷勤,企图让你们赞同他们所劝诱之事。先前,我曾谴责你们,因为你们似乎打算顺从他们的期望并附和他们的意图;但如今我得知你们宁可寻求与我们保持和平,也不盲从他人的主张,我甚感欣慰,并在诸多方面越发赞赏你们,尤其是赞赏你们就这些事作出了更稳妥的谋划,并对我们怀抱善意;我指望这会给你们带来非同小可的分量,只要你们恪守这一初衷。祝安好。”
- 162ἀλλʼ εἰδὼς
与前一段落末尾的 οὐκ ἀπὸ τῆς ἐμαυτοῦ γνώμης μόνον ταῦτα συμφέρειν ὑπολαμβάνων 遥相呼应,构成 οὐ μόνον... ἀλλʼ...(不仅……而且……)的结构。分词 εἰδὼς 与 ὑπολαμβάνων 并列,充当主句动词 παρατηρῶν διετέλουν 的原因或伴随情况状语。
- 162τεθνεώτων δʼ οὐκ αἰσθάνει κατηγορῶν
知觉动词 αἰσθάνομαι 接补充性分词 κατηγορῶν(“没有发觉自己正在控告”)。属格 τεθνεώτων 指代前述的两人(阿里斯托丰与欧布鲁斯),充当 κατηγορέω 所支配的属格宾语,意为“在他们死后控告他们”。
- 163ἀλλʼ ἐκεῖσʼ ἐπάνειμι, ὅτι
副词 ἐκεῖσε(“回到那一点”)由后面的 ὅτι 从句作同格说明(“即……”)。这是从论辩性插叙重返历史叙事主线的过渡句式。
- 163καὶ εἰ μὴ προεξανέστημεν μικρόν, οὐδʼ ἀναλαβεῖν ἂν ἠδυνήθημεν
与过去事实相反的虚拟条件句(条件从句:εἰ μή 接直陈式过去时 προεξανέστημεν;主句:ἄν 接直陈式过去时 ἠδυνήθημεν)。不定词 ἀναλαβεῖν 作不及物或反身用法,意为“恢复元气/重整旗鼓”。
- 163ἐν οἷς δʼ ἦτʼ ἤδη τὰ πρὸς ἀλλήλους
关系从句 ἐν οἷς 在此起间接疑问句的作用,受后文 εἴσεσθε(你们将会知道)支配;τὰ πρὸς ἀλλήλους(“彼此之间的关系/事务”)为实质化的对格短语,全句意为“你们彼此之间的关系当时已处于何种境地”。
