- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:155-161
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼宣读了安菲克堤翁同盟决议、年代记录以及腓力的书信,以此证明埃斯基涅斯正是为腓力提供干涉借口的罪魁祸首,斥其为希腊浩劫的祸根,并随即转向记述自己为阻止底比斯与雅典交恶所采取的施政举措。
"ἐπὶ ἱερέως Κλειναγόρου, ἐαρινῆς πυλαίας, ἔδοξε τοῖς πυλαγόροις καὶ τοῖς συνέδροις τῶν Ἀμφικτυόνων καὶ τῷ κοινῷ τῶν Ἀμφικτυόνων, ἐπειδὴ οἱ ἐξ Ἀμφίσσης τὴν ἱερὰν χώραν κατανειμάμενοι γεωργοῦσι καὶ βοσκήματα νέμουσι, καὶ κωλυόμενοι τοῦτο ποιεῖν ἐν τοῖς ὅπλοις παραγενόμενοι τὸ κοινὸν τῶν Ἑλλήνων συνέδριον κεκωλύκασι μετὰ βίας, τινὰς δὲ καὶ τετραυματίκασι, τὸν στρατηγὸν τὸν ᾑρημένον τῶν Ἀμφικτυόνων Κόττυφον τὸν Ἀρκάδα πρεσβεῦσαι πρὸς Φίλιππον τὸν Μακεδόνα, καὶ ἀξιοῦν ἵνα βοηθήσῃ τῷ τε Ἀπόλλωνι καὶ τοῖς Ἀμφικτύοσιν, ὅπως μὴ περιίδῃ ὑπὸ τῶν ἀσεβῶν Ἀμφισσέων τὸν θεὸν πλημμελούμενον· καὶ διότι αὐτὸν στρατηγὸν αὐτοκράτορα αἱροῦνται1 οἱ Ἕλληνες οἱ μετέχοντες τοῦ συνεδρίου τῶν Ἀμφικτυόνων." λέγε δὴ καὶ τοὺς χρόνους ἐν οἷς ταῦτʼ ἐγίγνετο· εἰσὶ γὰρ καθʼ οὓς ἐπυλαγόρησεν οὗτος. λέγε. ΧΡΟΝΟΙ. "Ἄρχων Μνησιθείδης, μηνὸς ἀνθεστηριῶνος ἕκτῃ ἐπὶ δέκα."
“在祭司克莱纳戈拉斯任内,于春季皮莱亚集会,安菲克堤翁同盟代表、评议员及同盟全体大会决议:鉴于安菲萨人侵占神圣土地耕种放牧,并在受到制止时武装来犯,暴力阻挠全希腊同盟议事会,甚至打伤若干人员,故决议由当选的安菲克堤翁同盟统帅、阿卡迪亚人科提福斯出使马其顿人腓力处,请求其出兵援助阿波罗神及同盟,以免神明遭受不敬的安菲萨人的亵渎;并告知参与同盟议事会的希腊人推举他为全权统帅。” 现在请宣读这些事发生的年代记录,因为这正是此人担任代表的时期。请读。 年代记录 “执政官姆涅西泰德斯任内,安特斯泰利昂月十六日。”
δὸς δὴ τὴν ἐπιστολὴν ἥν, ὡς οὐχ ὑπήκουον οἱ Θηβαῖοι, πέμπει πρὸς τοὺς ἐν Πελοποννήσῳ συμμάχους ὁ Φίλιππος, ἵνʼ εἰδῆτε καὶ ἐκ ταύτης σαφῶς ὅτι τὴν μὲν ἀληθῆ πρόφασιν τῶν πραγμάτων, τὸ ταῦτʼ ἐπὶ τὴν Ἑλλάδα καὶ τοὺς Θηβαίους καὶ ὑμᾶς πράττειν, ἀπεκρύπτετο, κοινὰ δὲ καὶ τοῖς Ἀμφικτύοσιν δόξαντα ποιεῖν προσεποιεῖτο· ὁ δὲ τὰς ἀφορμὰς ταύτας καὶ τὰς προφάσεις αὐτῷ παρασχὼν οὗτος ἦν. λέγε. ΕΠΙΣΤΟΛΗ. "Βασιλεὺς Μακεδόνων Φίλιππος Πελοποννησίων τῶν ἐν τῇ συμμαχίᾳ τοῖς δημιουργοῖς καὶ τοῖς συνέδροις καὶ τοῖς ἄλλοις συμμάχοις πᾶσι χαίρειν. ἐπειδὴ Λοκροὶ οἱ καλούμενοι Ὀζόλαι, κατοικοῦντες ἐν Ἀμφίσσῃ, πλημμελοῦσιν εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ ἐν Δελφοῖς καὶ τὴν ἱερὰν χώραν ἐρχόμενοι μεθʼ ὅπλων λεηλατοῦσι, βούλομαι τῷ θεῷ μεθʼ ὑμῶν βοηθεῖν καὶ ἀμύνασθαι τοὺς παραβαίνοντάς τι τῶν ἐν ἀνθρώποις εὐσεβῶν· ὥστε συναντᾶτε μετὰ τῶν ὅπλων εἰς τὴν Φωκίδα, ἔχοντες ἐπισιτισμὸν ἡμερῶν τετταράκοντα, τοῦ ἐνεστῶτος μηνὸς λῴου, ὡς ἡμεῖς ἄγομεν, ὡς δὲ Ἀθηναῖοι, βοηδρομιῶνος, ὡς δὲ Κορίνθιοι, πανήμου. τοῖς δὲ μὴ συναντήσασι πανδημεὶ χρησόμεθα τοῖς δὲ συμβούλοις ἡμῖν κειμένοις ἐπιζημίοις. εὐτυχεῖτε."
现在请呈上底比斯人不肯顺从时,腓力寄给他在伯罗奔尼撒盟友的那封信,好让你们从信中也清楚看出,他隐瞒了行动的真实动机——即对希腊、底比斯以及你们下手——而假装是在执行安菲克堤翁同盟公决的事务;而为他提供这些契机与借口的人,正是眼前的这个家伙。请读。 书信“马其顿王腓力致伯罗奔尼撒同盟各邦的行政长官、评议员及所有其他盟友,问候安好。鉴于居住在安菲萨的所谓奥佐拉洛克里斯人侵犯德尔斐的阿波罗圣所,并携武器掠夺神圣土地,我愿与你们一同援助神明,惩治践踏人类敬虔法度之徒;因此,请携带四十天的给养,全副武装前往福基斯会师,时间为本月——按我们的历法为洛乌斯月,按雅典人的历法为波埃德罗米昂月,按科林斯人的历法为帕内穆斯月。凡未能全邦起兵会师者,我们将依同盟议事会所定的罚则予以制裁。祝好运。”
ὁρᾶθʼ ὅτι φεύγει μὲν τὰς ἰδίας προφάσεις, εἰς δὲ τὰς Ἀμφικτυονικὰς καταφεύγει. τίς οὖν ὁ ταῦτα συμπαρασκευάσας αὐτῷ; τίς ὁ τὰς προφάσεις ταύτας ἐνδούς; τίς ὁ τῶν κακῶν τῶν γεγενημένων μάλιστʼ αἴτιος; οὐχ οὗτος; μὴ τοίνυν λέγετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, περιιόντες ὡς ὑφʼ ἑνὸς τοιαῦτα πέπονθεν ἡ Ἑλλὰς ἀνθρώπου. οὐχ ὑφʼ ἑνός, ἀλλʼ ὑπὸ πολλῶν καὶ πονηρῶν τῶν παρʼ ἑκάστοις, ὦ γῆ καὶ θεοί·
你们看,他避开自己私人的图谋,却托庇于安菲克堤翁同盟的借口。那么,是谁协助他准备了这一切?是谁为他提供了这些借口?谁是这些祸事最首要的罪魁祸首?难道不就是这个家伙吗?因此,雅典的公民们,你们切不可四处去说,希腊是由于一个人的缘故才遭此厄运。大地与诸神在上啊,并非由于一人,而是由于各邦中众多邪恶之徒的缘故!
ὧν εἷς οὑτοσί, ὅν, εἰ μηδὲν εὐλαβηθέντα τἀληθὲς εἰπεῖν δέοι,2 οὐκ ἂν ὀκνήσαιμʼ ἔγωγε κοινὸν ἀλειτήριον τῶν μετὰ ταῦτʼ ἀπολωλότων ἁπάντων εἰπεῖν, ἀνθρώπων, τόπων, πόλεων· ὁ γὰρ τὸ σπέρμα παρασχών, οὗτος τῶν φύντων αἴτιος. ὃν ὅπως ποτʼ οὐκ εὐθὺς ἰδόντες ἀπεστράφητε θαυμάζω. πλὴν πολύ τι σκότος, ὡς ἔοικεν, ἐστὶν παρʼ ὑμῖν πρὸ τῆς ἀληθείας.
眼前这个家伙正是其中之一;若必须毫无顾忌地道出实情,我绝不迟疑将他称为其后毁灭的一切——无论是人、土地还是城邦——的共同祸殃。因为播撒种子的人,正是滋生恶果的根源。你们当初怎能没有一见到他就唾弃他,实在令我惊诧;然而看起来,在你们中间,真理面前笼罩着一层极深的阴霾。
συμβέβηκε τοίνυν μοι τῶν κατὰ τῆς πατρίδος τούτῳ πεπραγμένων ἁψαμένῳ εἰς ἃ τούτοις ἐναντιούμενος αὐτὸς πεπολίτευμαι ἀφῖχθαι·3 ἃ πολλῶν μὲν εἵνεκʼ ἂν εἰκότως ἀκούσαιτέ μου, μάλιστα δʼ ὅτι αἰσχρόν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ ἐγὼ μὲν τὰ ἔργα τῶν ὑπὲρ ὑμῶν πόνων ὑπέμεινα, ὑμεῖς δὲ μηδὲ τοὺς λόγους αὐτῶν ἀνέξεσθε.
既然涉及了此人危害祖国的行径,我也便自然过渡到了我自己为了对抗这些勾当所采取的施政举措;你们理应听我讲述这些,原因有很多,但最主要的是,雅典的公民们,如果我为你们承受了那些劳苦的实际重担,而你们却连听一听这些言辞都无法容忍,那将是极可耻的。
ὁρῶν γὰρ ἐγὼ Θηβαίους, σχεδὸν δὲ καὶ ὑμᾶς ὑπὸ τῶν τὰ Φιλίππου φρονούντων καὶ διεφθαρμένων παρʼ ἑκατέροις, ὃ μὲν ἦν ἀμφοτέροις φοβερὸν καὶ φυλακῆς πολλῆς δεόμενον, τὸ τὸν Φίλιππον ἐᾶν αὐξάνεσθαι, παρορῶντας καὶ οὐδὲ καθʼ ἓν φυλαττομένους, εἰς ἔχθραν δὲ καὶ τὸ προσκρούειν ἀλλήλοις ἑτοίμως ἔχοντας, ὅπως τοῦτο μὴ γένοιτο παρατηρῶν διετέλουν,4 οὐκ ἀπὸ τῆς ἐμαυτοῦ γνώμης μόνον ταῦτα συμφέρειν ὑπολαμβάνων,
因为我当时看到,底比斯人以及几乎包括你们自己在内,由于各邦中偏袒腓力并被收买之人的煽惑,对那件本应令双方警惕且极需严加防范的事——即放任腓力势力坐大——视而不见且毫无戒备,反而急于彼此仇恨、互相倾轧;我便始终警惕注视,设法阻止这种情况发生,不仅是出于我个人的判断认为这样做有利,
- 155καὶ διότι αὐτὸν στρατηγὸν αὐτοκράτορα αἱροῦνται
该从句与承接 ἔδοξε 的不定式 πρεσβεῦσαι 及 ἀξιοῦν 并列。这里的 διότι 并非表示“因为”的原因从句,而是相当于 ὅτι 的陈述性名词从句(“告知……这件事”),用以说明指派使节传达的第二项内容。
- 159εἰ μηδὲν εὐλαβηθέντα τἀληθὲς εἰπεῖν δέοι
在由无人称动词 δέοι 支配的不定式 εἰπεῖν 结构中,宾格分词 εὐλαβηθέντα 充当其逻辑主语。此处采用宾格而非与格,表示泛指的逻辑主体(“如果一个人必须毫不顾忌地说出实情”),使条件句具有普遍适用的语调。
- 160συμβέβηκε τοίνυν μοι τῶν κατὰ τῆς πατρίδος τούτῳ πεπραγμένων ἁψαμένῳ εἰς ἃ τούτοις ἐναντιούμενος αὐτὸς πεπολίτευμαι ἀφῖχθαι
句子的核心骨架为 συμβέβηκε μοι ... ἀφῖχθαι(“我遂得以进而论及……”)。与格分词短语 τῶν ... ἁψαμένῳ(“既已涉及……”)修饰 μοι,介词从句 εἰς ἃ ... πεπολίτευμαι 则作为 ἀφῖχθαι 的目的地补足语。
- 161ὁρῶν γὰρ ἐγὼ Θηβαίους, σχεδὸν δὲ καὶ ὑμᾶς ... παρορῶντας καὶ οὐδὲ καθʼ ἓν φυλαττομένους, εἰς ἔχθραν δὲ καὶ τὸ προσκρούειν ἀλλήλοις ἑτοίμως ἔχοντας, ὅπως τοῦτο μὴ γένοιτο παρατηρῶν διετέλουν
长周期句结构。主句核心是 ὅπως τοῦτο μὴ γένοιτο παρατηρῶν διετέλουν(“我便始终警惕注视,设法阻止这种情况发生”)。句首分词 ὁρῶν 支配宾语 Θηβαίους, σχεδὸν δὲ καὶ ὑμᾶς,后接与之相协调的宾格分词 παρορῶντας、φυλαττομένους 及 ἑτοίμως ἔχοντας。中间插入的 ὃ μὲν ἦν ... τὸ τὸν Φίλιππον ἐᾶν αὐξάνεσθαι 作为同位语短语,充当 παρορῶντας 的宾语。
