← 狄摩西尼

金冠辞

§148-154

挑起安菲萨战争与占领埃拉提亚的经过

德摩斯梯尼揭露埃斯基涅斯受腓力收买当选同盟代表,欺骗神圣使节挑起安菲萨圣地争端并引发冲突,从而使腓力顺理成章当选统帅并突袭占领埃拉提亚,且指出这场危机全赖底比斯转向联合与神明庇佑才得以遏制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§148

εἰ μὲν τοίνυν τοῦτʼ ἢ τῶν παρʼ ἑαυτοῦ πεμπομένων ἱερομνημόνων ἢ τῶν ἐκείνου συμμάχων εἰσηγοῖτό τις, ὑπόψεσθαι τὸ πρᾶγμʼ ἐνόμιζε καὶ τοὺς Θηβαίους καὶ τοὺς Θετταλοὺς καὶ πάντας φυλάξεσθαι, ἂν δʼ Ἀθηναῖος ᾖ καὶ παρʼ ὑμῶν τῶν ὑπεναντίων ὁ τοῦτο ποιῶν, εὐπόρως λήσειν· ὅπερ συνέβη. πῶς οὖν ταῦτʼ ἐποίησεν; μισθοῦται τουτονί.

因此,如果由腓力自己派遣的神圣使节中的某一位,或是由他的盟友提出这一议案,他料定底比斯人和色萨利人都会对这一举动起疑,所有人都会戒备;但如果做这件事的人是一位雅典人,是由你们这些敌手所派出的人,事情便能轻而易举地不被察觉——事实果然如此。那么他是如何推行这一计谋的呢?他雇用了眼前这个恶徒。

§149

οὐδενὸς δὲ προειδότος, οἶμαι, τὸ πρᾶγμʼ οὐδὲ φυλάττοντος, ὥσπερ εἴωθε τὰ τοιαῦτα παρʼ ὑμῖν γίγνεσθαι, προβληθεὶς πυλάγορος οὗτος καὶ τριῶν ἢ τεττάρων χειροτονησάντων αὐτὸν ἀνερρήθη. ὡς δὲ τὸ τῆς πόλεως ἀξίωμα λαβὼν ἀφίκετʼ εἰς τοὺς Ἀμφικτύονας, πάντα τἄλλʼ ἀφεὶς καὶ παριδὼν ἐπέραινεν ἐφʼ οἷς ἐμισθώθη,καὶ λόγους εὐπροσώπους καὶ μύθους, ὅθεν ἡ Κιρραία χώρα καθιερώθη, συνθεὶς καὶ διεξελθὼν ἀνθρώπους ἀπείρους λόγων καὶ τὸ μέλλον οὐ προορωμένους, τοὺς ἱερομνήμονας, πείθει ψηφίσασθαι περιελθεῖν τὴν χώραν, ἣν οἱ μὲν Ἀμφισσεῖς σφῶν αὐτῶν οὖσαν γεωργεῖν ἔφασαν, οὗτος δὲ τῆς ἱερᾶς χώρας ᾐτιᾶτʼ εἶναι, οὐδεμίαν δίκην τῶν Λοκρῶν ἐπαγόντων ἡμῖν, οὐδʼ ἃ νῦν προφασίζεται λέγων οὐκ ἀληθῆ. γνώσεσθε δʼ ἐκεῖθεν. οὐκ ἐνῆν ἄνευ τοῦ προσκαλέσασθαι δήπου τοῖς Λοκροῖς δίκην κατὰ τῆς πόλεως τελέσασθαι. τίς οὖν ἐκλήτευσεν ἡμᾶς; ἐπὶ ποίας ἀρχῆς; εἰπὲ τὸν εἰδότα, δεῖξον. ἀλλʼ οὐκ ἂν ἔχοις, ἀλλὰ κενῇ προφάσει ταύτῃ κατεχρῶ καὶ ψευδεῖ.

我想,正如同类事情在你们城邦常有的情形一样,在谁也没有预见、谁也没有戒备的情况下,此人被提名为代表,只凭三四个人举手,便被宣布当选。他一旦借着城邦的威望来到安菲克堤翁同盟,便撇开并漠视其他一切事务,专门去施行他受贿去办的事;他编造并历数种种冠冕堂皇的说辞与神话,讲述基拉领地当初如何被献为神圣土地,对着那些不善言辞且不识未来凶吉的人——即各邦的神圣使节们——娓娓道来,说服他们表决巡查那片土地。安菲萨人声称那块土地属于他们自己并予以耕种,而此人却指控那是神圣土地的一部分;当时洛克里斯人并未对我们提起任何诉讼,他如今借口所说的那些事也绝非属实。你们可以从这一点得知:洛克里斯人若不传唤本邦,绝不可能对本邦进行任何诉讼。那么,是谁传唤了我们?是在哪一位执政官任内?请把知情者说出来,指认出来!可是你指认不出,你不过是滥用这虚妄不实的借口而已。

§151

περιιόντων τοίνυν τὴν χώραν τῶν Ἀμφικτυόνων κατὰ τὴν ὑφήγησιν τὴν τούτου, προσπεσόντες οἱ Λοκροὶ μικροῦ κατηκόντισαν ἅπαντας,1 τινὰς δὲ καὶ συνήρπασαν τῶν ἱερομνημόνων. ὡς δʼ ἅπαξ ἐκ τούτων ἐγκλήματα καὶ πόλεμος πρὸς τοὺς Ἀμφισσεῖς ἐταράχθη, τὸ μὲν πρῶτον ὁ Κόττυφος αὐτῶν τῶν Ἀμφικτυόνων ἤγαγε στρατιάν, ὡς δʼ οἱ μὲν οὐκ ἦλθον, οἱ δʼ ἐλθόντες οὐδὲν ἐποίουν, εἰς τὴν ἐπιοῦσαν πυλαίαν ἐπὶ τὸν Φίλιππον εὐθὺς ἡγεμόνʼ ἦγον οἱ κατεσκευασμένοι καὶ πάλαι πονηροὶ τῶν Θετταλῶν καὶ τῶν ἐν ταῖς ἄλλαις πόλεσι.

于是,在安菲克堤翁同盟使节根据此人的引导巡视该地时,洛克里斯人突袭而至,几乎用标枪将他们全员射杀,甚至劫掠掳走了一些神圣使节。这起事件一旦挑起争端,引爆了对安菲萨人的战争与混乱,起初科提福斯率领了安菲克堤翁同盟本身的军队;但有的城邦没有出兵,出兵的城邦也无所作为,于是在随后的皮莱亚会议上,色萨利人中以及其他城邦中早有图谋的奸佞之徒,便立刻推举腓力为统帅。

§152

καὶ προφάσεις εὐλόγους εἰλήφεσαν· ἢ γὰρ αὐτοὺς εἰσφέρειν καὶ ξένους τρέφειν ἔφασαν δεῖν καὶ ζημιοῦν τοὺς μὴ ταῦτα ποιοῦντας, ἢ ʼκεῖνον αἱρεῖσθαι. τί δεῖ τὰ πολλὰ λέγειν; ᾑρέθη γὰρ ἐκ τούτων ἡγεμών. καὶ μετὰ ταῦτʼ εὐθέως δύναμιν συλλέξας καὶ παρελθὼν ὡς ἐπὶ τὴν Κιρραίαν, ἐρρῶσθαι φράσας πολλὰ Κιρραίοις καὶ Λοκροῖς,2 τὴν Ἐλάτειαν καταλαμβάνει.

他们找到了体面的借口:他们声称同盟各邦要么必须自掏军费赡养雇佣军并对违抗者施以罚金,要么就必须选举那个人。何须赘言?正是因此,他被推选为统帅。此后他立即集结军队,打着进攻基拉地区的幌子进军,却把基拉人和洛克里斯人抛到脑后,径直占领了埃拉提亚。

§153

εἰ μὲν οὖν μὴ μετέγνωσαν εὐθέως, ὡς τοῦτʼ εἶδον, οἱ Θηβαῖοι καὶ μεθʼ ἡμῶν ἐγένοντο, ὥσπερ χειμάρρους ἂν ἅπαν τοῦτο τὸ πρᾶγμʼ εἰς τὴν πόλιν εἰσέπεσε· νῦν δὲ τό γʼ ἐξαίφνης ἐπέσχον ἐκεῖνοι, μάλιστα μέν, ὦ ἄνδρες Ἀθηναῖοι, θεῶν τινὸς εὐνοίᾳ πρὸς ὑμᾶς, εἶτα μέντοι καὶ ὅσον καθʼ ἕνʼ ἄνδρα,3 καὶ διʼ ἐμέ. δὸς δέ μοι τὰ δόγματα ταῦτα καὶ τοὺς χρόνους ἐν οἷς ἕκαστα πέπρακται, ἵνʼ εἰδῆθʼ ἡλίκα πράγμαθʼ ἡ μιαρὰ κεφαλὴ ταράξασʼ αὕτη δίκην οὐκ ἔδωκε.

因此,底比斯人若没有在目睹此事后立刻幡然醒悟并与我们联合,这股祸水便早已如冬日洪流般席卷我们城邦了;然而现在,他们至少抵挡住了突如其来的危局——雅典的公民们,这首先是仰仗某位神明对你们的庇佑,其次在一介凡人之力所及的限度内,也是凭借了我。请把这些决议案和各项事件发生的时间记录交给我,好让大家知道,这个罪该万死的孽障掀起了何等滔天的祸乱,却迄今逍遥法外。

§154

λέγε μοι τὰ δόγματα. ΔΟΓΜΑ ΑΜΦΙΚΤΥΟΝΩΝ. "ἐπὶ ἱερέως Κλειναγόρου, ἐαρινῆς πυλαίας, ἔδοξε τοῖς πυλαγόροις καὶ τοῖς συνέδροις τῶν Ἀμφικτυόνων καὶ τῷ κοινῷ τῶν Ἀμφικτυόνων, ἐπειδὴ Ἀμφισσεῖς ἐπιβαίνουσιν ἐπὶ τὴν ἱερὰν χώραν καὶ σπείρουσι καὶ βοσκήμασι κατανέμουσιν, ἐπελθεῖν τοὺς πυλαγόρους καὶ τοὺς συνέδρους καὶ στήλαις διαλαβεῖν τοὺς ὅρους, καὶ ἀπειπεῖν τοῖς Ἀμφισσεῦσι τοῦ λοιποῦ μὴ ἐπιβαίνειν." ΕΤΕΡΟΝ ΔΟΓΜΑ.

请给我宣读决议案。 安菲克堤翁同盟决议“在祭司克莱纳戈拉斯任内,于春季皮莱亚集会,安菲克堤翁同盟代表、评议员及同盟全体大会决议:鉴于安菲萨人擅入神圣土地耕种放牧,代表与评议员应前往视察,设立石柱划定疆界,并严令安菲萨人今后不得擅入。” 另一项决议

语法注3 条
  1. 151μικροῦ κατηκόντισαν ἅπαντας

    μικροῦ 为程度/度量属格转用的副词性用法,与直陈式不定过去时 κατηκόντισαν 连用,表示几乎发生但最终未成为事实的紧迫事态(相当于“差点就……”或 ὀλίγου δεῖν)。

  2. 152ἐρρῶσθαι φράσας πολλὰ Κιρραίοις καὶ Λοκροῖς

    ἐρρῶσθαι φράσας(或 ἐρρῶσθαι λέγων)为希腊语习语,意为“向……道别”,引申为“彻底弃置不顾”或“置之脑后”。完成时被动不定词 ἐρρῶσθαι(“祝愿安康/再会”)支配与格补足语(Κιρραίοις καὶ Λοκροῖς),以讽刺性告别表达公然违背或抛弃原定目标。

  3. 153ὅσον καθʼ ἕνʼ ἄνδρα

    由表示限定范围的副词性宾格 ὅσον 与介词短语 καθʼ ἕνα ἄνδρα(“就单个人而言”)复合构成的限制性短语,意为“在一介凡人/单个人所能及的范围内”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:148-154