← 狄摩西尼

金冠辞

§140-147

埃斯基涅斯挑起安菲萨战争的阴谋

德摩斯梯尼对诸神立誓指控埃斯基涅斯一手策划了引狼入室、使全希腊倾覆的安菲萨战争,并开始详述腓力当时陷入的战略困境以及为打破僵局所精心编织的阴谋。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§140

ἆρʼ οὖν οὐδʼ ἔλεγεν, ὥσπερ οὐδʼ ἔγραφεν, ἡνίκʼ ἐργάσασθαί τι δέοι κακόν; οὐ μὲν οὖν ἦν εἰπεῖν ἑτέρῳ.1 καὶ τὰ μὲν ἄλλα καὶ φέρειν ἐδύναθʼ, ὡς ἔοικεν, ἡ πόλις καὶ ποιῶν οὗτος λανθάνειν· ἓν δʼ ἐπεξειργάσατʼ, ἄνδρες Ἀθηναῖοι, τοιοῦτον ὃ πᾶσι τοῖς προτέροις ἐπέθηκε τέλος· περὶ οὗ τοὺς πολλοὺς ἀνήλωσε λόγους, τὰ τῶν Ἀμφισσέων διεξιὼν δόγματα, ὡς διαστρέψων τἀληθές. τὸ δʼ οὐ τοιοῦτόν ἐστι· πόθεν; οὐδέποτʼ ἐκνίψει σὺ τἀκεῖ πεπραγμένα σαυτῷ· οὐχ οὕτω πόλλʼ ἐρεῖς.

那么,每当需要制造危害之时,难道他就像不提出提案那样,也闭口不言吗?恰恰相反,别人连插话的余地都没有!对于其他事情,看来城邦还能容忍,他做下恶事也能侥幸掩盖过去;可是雅典的公民们,他又干出了一件登峰造极的恶行,为以往的一切劣迹画上了句号。关于这件事,他费了许多口舌,历数安菲萨人的决议,企图歪曲事实。然而事实绝非如此——怎么可能!你在那里犯下的恶行,你自己永远也洗刷不掉,无论你如何巧舌如簧。

§141

καλῶ δʼ ἐναντίον ὑμῶν, ἄνδρες Ἀθηναῖοι, τοὺς θεοὺς πάντας καὶ πάσας ὅσοι τὴν χώραν ἔχουσι τὴν Ἀττικήν, καὶ τὸν Ἀπόλλω τὸν Πύθιον, ὃς πατρῷός ἐστι τῇ πόλει, καὶ ἐπεύχομαι πᾶσι τούτοις, εἰ μὲν ἀληθῆ πρὸς ὑμᾶς εἴποιμι καὶ εἶπον καὶ τότʼ εὐθὺς ἐν τῷ δήμῳ, ὅτε πρῶτον εἶδον τουτονὶ τὸν μιαρὸν τούτου τοῦ πράγματος ἁπτόμενον (ἔγνων γάρ, εὐθέως ἔγνων), εὐτυχίαν μοι δοῦναι καὶ σωτηρίαν, εἰ δὲ πρὸς ἔχθραν ἢ φιλονικίας ἰδίας ἕνεκʼ αἰτίαν ἐπάγω τούτῳ ψευδῆ, πάντων τῶν ἀγαθῶν ἀνόνητόν με ποιῆσαι.

雅典的公民们,我在你们面前呼请掌管阿提卡土地的所有男神与女神,以及作为本城邦始祖神的皮托的阿波罗,并向他们全体祷告:如果我如今向你们所言皆属真实,且当年一见这可鄙的恶贼插手此事,便立刻在公民大会上如实陈词(因为我察觉了,我立刻就察觉了),愿诸神赐我福运与平安;但若我是出于私仇或好胜之心对他横加诬陷,愿诸神使我不得享受一切福祉!

§142

τί οὖν ταῦτʼ ἐπήραμαι καὶ διετεινάμην οὑτωσὶ σφοδρῶς; ὅτι καὶ γράμματʼ ἔχων ἐν τῷ δημοσίῳ κείμενα, ἐξ ὧν ταῦτʼ ἐπιδείξω σαφῶς, καὶ ὑμᾶς εἰδὼς τὰ πεπραγμένα μνημονεύοντας, ἐκεῖνο φοβοῦμαι, μὴ τῶν εἰργασμένων αὐτῷ κακῶν οὗτος ἐλάττων ὑποληφθῇ·2 ὅπερ πρότερον συνέβη, ὅτε τοὺς ταλαιπώρους Φωκέας ἐποίησʼ ἀπολέσθαι τὰ ψευδῆ δεῦρʼ ἀπαγγείλας.

那么,我为何要立下这般毒誓、发出如此激烈的抗辩?因为,尽管我手头持有存放于公家档案馆的文书,足以借此清楚阐明此事,且我也知道你们对发生过的事记忆犹新,但我唯恐大家把他看得比他所犯下的罪恶还要渺小——正如从前所发生的那样,那时他正是用虚假的汇报带回此地,致使可怜的福基斯人全族覆灭。

§143

τὸν γὰρ ἐν Ἀμφίσσῃ πόλεμον, διʼ ὃν εἰς Ἐλάτειαν ἦλθε Φίλιππος καὶ διʼ ὃν ᾑρέθη τῶν Ἀμφικτυόνων ἡγεμών, ὃς ἅπαντʼ ἀνέτρεψε τὰ τῶν Ἑλλήνων, οὗτός ἐστιν ὁ συγκατασκευάσας καὶ πάντων εἷς ἀνὴρ μεγίστων αἴτιος κακῶν. καὶ τότʼ εὐθὺς ἐμοῦ διαμαρτυρομένου καὶ βοῶντος ἐν τῇ ἐκκλησίᾳ πόλεμον εἰς τὴν Ἀττικὴν εἰσάγεις, Αἰσχίνη, πόλεμον Ἀμφικτυονικόν οἱ μὲν ἐκ παρακλήσεως συγκαθήμενοι οὐκ εἴων με λέγειν, οἱ δʼ ἐθαύμαζον καὶ κενὴν αἰτίαν διὰ τὴν ἰδίαν ἔχθραν ἐπάγειν μʼ ὑπελάμβανον αὐτῷ.

正是安菲萨的这场战争,引得腓力进军埃拉提亚,并被选为安菲克堤翁同盟的统帅,从而颠覆了全希腊的大局;而伙同策划这场战争的正是此人,他是造成这一切空前巨祸的头号元凶。当时我当场在公民大会上提出抗议并高声疾呼: “埃斯基涅斯,你正把战争引向阿提卡,引来一场安菲克堤翁战争!” 那些受串通而同坐的人百般阻挠不让我发言,其余的人则感到惊诧,以为我是出于私怨对他妄加指控。

§144

ἥτις δʼ ἡ φύσις, ἄνδρες Ἀθηναῖοι, γέγονεν τούτων τῶν πραγμάτων, καὶ τίνος εἵνεκα ταῦτα συνεσκευάσθη καὶ πῶς ἐπράχθη, νῦν ἀκούσατε, ἐπειδὴ τότʼ ἐκωλύθητε· καὶ γὰρ εὖ πρᾶγμα συντεθὲν ὄψεσθε, καὶ μεγάλʼ ὠφελήσεσθε πρὸς ἱστορίαν τῶν κοινῶν, καὶ ὅση δεινότης ἦν ἐν τῷ Φιλίππῳ θεάσεσθε.

雅典的公民们,这些事件的本质究竟是什么,究竟为何被策划出来,又是如何推行的,既然你们当时受阻未能听闻,现在就请听我道来。你们将看到一个精心编织的阴谋,将在了解公共事务方面大获裨益,并将目睹腓力具有何等惊人的狡黠伎俩。

§145

οὐκ ἦν τοῦ πρὸς ὑμᾶς πολέμου πέρας οὐδʼ ἀπαλλαγὴ Φιλίππῳ, εἰ μὴ Θηβαίους καὶ Θετταλοὺς ἐχθροὺς ποιήσειε τῇ πόλει· ἀλλὰ καίπερ ἀθλίως καὶ κακῶς τῶν στρατηγῶν τῶν ὑμετέρων πολεμούντων αὐτῷ, ὅμως ὑπʼ αὐτοῦ τοῦ πολέμου καὶ τῶν λῃστῶν μυρίʼ ἔπασχε κακά. οὔτε γὰρ ἐξήγετο τῶν ἐκ τῆς χώρας γιγνομένων οὐδὲν οὔτʼ εἰσήγεθʼ ὧν ἐδεῖτʼ αὐτῷ· ἦν δʼ οὔτʼ ἐν τῇ θαλάττῃ τότε κρείττων ὑμῶν οὔτʼ εἰς τὴν Ἀττικὴν ἐλθεῖν δυνατὸς μήτε Θετταλῶν ἀκολουθούντων μήτε Θηβαίων διιέντων· συνέβαινε δʼ αὐτῷ τῷ πολέμῳ κρατοῦντι τοὺς ὁποιουσδήποθʼ ὑμεῖς ἐξεπέμπετε στρατηγούς (ἐῶ γὰρ τοῦτό γε) αὐτῇ τῇ φύσει τοῦ τόπου καὶ τῶν ὑπαρχόντων ἑκατέροις κακοπαθεῖν.3

对腓力而言,除非他能使底比斯人和色萨利人与本城邦反目成仇,否则他与你们的战争便既无止境,也无脱身之策。相反,尽管你们的将军们对他的战事指挥得既拙劣又窝囊,然而仅仅由于战争本身和私掠船的劫掠,他就蒙受了无数苦难。他的领地所产之物一件也运不出去,他所急需的物资也一样运不进来;当时他在海上既不能胜过你们,在色萨利人不追随、底比斯人不让道的情况下也无法进军阿提卡;即便他在战争中能够击败你们派出的无论什么样的将军(关于这一点我且略过不提),他却因地理环境的天然限制以及双方拥有的客观条件而陷入困顿。

§147

εἰ μὲν οὖν τῆς ἰδίας ἕνεκʼ ἔχθρας ἢ τοὺς Θετταλοὺς ἢ τοὺς Θηβαίους συμπείθοι βαδίζειν ἐφʼ ὑμᾶς, οὐδένʼ ἡγεῖτο προσέξειν αὐτῷ τὸν νοῦν· ἐὰν δὲ τὰς ἐκείνων κοινὰς προφάσεις λαβὼν ἡγεμὼν αἱρεθῇ, ῥᾷον ἤλπιζε τὰ μὲν παρακρούσεσθαι, τὰ δὲ πείσειν. τί οὖν; ἐπιχειρεῖ, θεάσασθʼ ὡς εὖ, πόλεμον ποιῆσαι τοῖς Ἀμφικτύοσι καὶ περὶ τὴν Πυλαίαν ταραχήν· εἰς γὰρ ταῦτʼ εὐθὺς αὐτοὺς ὑπελάμβανεν αὑτοῦ δεήσεσθαι.

因此,如果他仅凭一己之私怨去劝说色萨利人或底比斯人向你们进军,他料想无人会理睬他;但如果他假借他们共同的名目而被选为统帅,他指望这将更容易在某些方面加以蒙蔽,在另一些方面加以说服。那么结果如何?请看他手段何其高明:他着手在安菲克堤翁同盟中挑起战争,在皮莱亚集会上制造骚乱;因为他认定,在这些事上,他们立刻就会需要他的效力。

语法注3 条
  1. 140οὐ μὲν οὖν ἦν εἰπεῖν ἑτέρῳ

    ἦν 与不定式 εἰπεῖν 及与格 ἑτέρῳ 连用构成非人称结构,表示“不可能/没有余地”(用法类似 οὐκ ἐξῆν)。在语境中,它夸张地表明每当有作恶的机会,埃斯基涅斯便独揽发言权,使他人根本插不上话。

  2. 142μὴ τῶν εἰργασμένων αὐτῷ κακῶν οὗτος ἐλάττων ὑποληφθῇ

    由表示恐惧的动词 φοβοῦμαι 引出的虚拟语气从句(μὴ ... ὑποληφθῇ)。比较级 ἐλάττων 支配比较属格 τῶν εἰργασμένων αὐτῷ κακῶν,意为“被认为比他所做下的恶行还要渺小(即不足以犯下如此大恶)”。αὐτῷ 是完成时被动分词的行为者与格。

  3. 146συνέβαινε δʼ αὐτῷ τῷ πολέμῳ κρατοῦντι τοὺς ὁποιουσδήποθʼ ὑμεῖς ἐξεπέμπετε στρατηγούς (ἐῶ γὰρ τοῦτό γε) αὐτῇ τῇ φύσει τοῦ τόπου καὶ τῶν ὑπαρχόντων ἑκατέροις κακοπαθεῖν

    全句句干为非人称动词 συνέβαινε + 与格 αὐτῷ + 作主语的不定式 κακοπαθεῖν(意为“他在遭受困顿这一结果发生在他身上”)。分词短语 τῷ πολέμῳ κρατοῦντι... 与 αὐτῷ 一致,带有让步意味(“哪怕他在战争中击败了……”)。与格短语 αὐτῇ τῇ φύσει... 为修饰 κακοπαθεῖν 的原因/手段与格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:140-147