- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:135-139
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说家借助证言确证了阿雷奥帕戈斯议事会剥夺埃斯基涅斯辩护人资格、埃斯基涅斯在皮同使团事件中偏袒敌人以及私会间谍阿那克西诺斯等事实,进而痛斥在与腓力开战后埃斯基涅斯未曾为城邦利益提出过任何有益的议案。
καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, κάλει τούτων τοὺς μάρτυρας. ΜΑΡΤΥΡΕΣ. "Μαρτυροῦσι Δημοσθένει ὑπὲρ ἁπάντων οἵδε, Καλλίας Σουνιεύς, Ζήνων Φλυεύς, Κλέων Φαληρεύς, Δημόνικος Μαραθώνιος, ὅτι τοῦ δήμου ποτὲ χειροτονήσαντος Αἰσχίνην σύνδικον ὑπὲρ τοῦ ἱεροῦ τοῦ ἐν Δήλῳ εἰς τοὺς Ἀμφικτύονας συνεδρεύσαντες ἡμεῖς ἐκρίναμεν Ὑπερείδην ἄξιον εἶναι μᾶλλον ὑπὲρ τῆς πόλεως λέγειν, καὶ ἀπεστάλη Ὑπερείδης."
为了证明我所说的是事实,请传唤此事的证人。 证人。 “苏尼翁区的卡利阿斯、弗吕阿区的芝诺、法勒隆区的克勒翁、马拉松区的德摩尼科斯,代表众人为德摩斯梯尼作证:民众此前曾投票推选埃斯基涅斯担任提洛岛神殿事务在安菲克堤翁会盟上的辩护人,我们在议事会中商议后,判定许佩里德斯更配代表城邦发表演说,于是许佩里德斯被派往。”
οὐκοῦν ὅτε τοῦτον τοῦ λέγειν ἀπήλασεν ἡ βουλὴ καὶ προσέταξʼ ἑτέρῳ, τότε καὶ προδότην εἶναι καὶ κακόνουν ὑμῖν ἀπέφηνεν. ἓν μὲν τοίνυν τοῦτο τοιοῦτο πολίτευμα τοῦ νεανίου τούτου, ὅμοιόν γε, οὐ γάρ; οἷς ἐμοῦ κατηγορεῖ· ἕτερον δʼ ἀναμιμνῄσκεσθε. ὅτε γὰρ Πύθωνα Φίλιππος ἔπεμψε τὸν Βυζάντιον καὶ παρὰ τῶν αὑτοῦ συμμάχων πάντων συνέπεμψε πρέσβεις, ὡς ἐν αἰσχύνῃ ποιήσων τὴν πόλιν καὶ δείξων ἀδικοῦσαν, τότʼ ἐγὼ μὲν τῷ Πύθωνι θρασυνομένῳ καὶ πολλῷ ῥέοντι καθʼ ὑμῶν1 οὐχ ὑπεχώρησα, ἀλλʼ ἀναστὰς ἀντεῖπον καὶ τὰ τῆς πόλεως δίκαιʼ οὐχὶ προὔδωκα, ἀλλʼ ἀδικοῦντα Φίλιππον ἐξήλεγξα φανερῶς οὕτως ὥστε τοὺς ἐκείνου συμμάχους αὐτοὺς ἀνισταμένους ὁμολογεῖν· οὗτος δὲ συνηγωνίζετο καὶ τἀναντίʼ ἐμαρτύρει τῇ πατρίδι, καὶ ταῦτα ψευδῆ.
因此,当议事会剥夺他的发言权并将其指派给他人时,便在那一刻宣告了他既是叛徒,又对你们怀有敌意。 这便是这位“年轻才俊”的这等政绩之一——与他指控我的那些事何其相似,不是吗?你们再回想另一件事。当腓力派遣拜占庭的皮同并派出其所有盟邦的使节同行,企图使城邦蒙羞并证明城邦行事不公时,当时皮同气焰嚣张、滔滔不绝地攻击你们,我并未退缩,反而起身驳斥,未曾出卖城邦的正义权益,而是昭然揭穿了腓力的不义,以至于腓力的盟友自己也当场起身表示认同;然而这个家伙却从旁助阵,作证反对自己的祖国,并且作的还是伪证。
καὶ οὐκ ἀπέχρη ταῦτα, ἀλλὰ πάλιν μετὰ ταῦθʼ ὕστερον Ἀναξίνῳ τῷ κατασκόπῳ συνιὼν εἰς τὴν Θράσωνος οἰκίαν ἐλήφθη. καίτοι ὅστις τῷ ὑπὸ τῶν πολεμίων πεμφθέντι μόνος μόνῳ συνῄει καὶ ἐκοινολογεῖτο, οὗτος αὐτὸς ὑπῆρχε τῇ φύσει κατάσκοπος καὶ πολέμιος τῇ πατρίδι. καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας. ΜΑΡΤΥΡΕΣ. "Τελέδημος Κλέωνος, Ὑπερείδης Καλλαίσχρου, Νικόμαχος Διοφάντου μαρτυροῦσι Δημοσθένει καὶ ἐπωμόσαντο ἐπὶ τῶν στρατηγῶν εἰδέναι Αἰσχίνην Ἀτρομήτου Κοθωκίδην συνερχόμενον νυκτὸς εἰς τὴν Θράσωνος οἰκίαν καὶ κοινολογούμενον Ἀναξίνῳ, ὃς ἐκρίθη εἶναι κατάσκοπος παρὰ Φιλίππου. αὗται ἀπεδόθησαν αἱ μαρτυρίαι ἐπὶ Νικίου, ἑκατομβαιῶνος τρίτῃ ἱσταμένου."
这还不够,后来他又在特拉松的住宅中与间谍阿那克西诺斯密会时被抓获。然而,凡是私自单独与敌人派来的人接触并与之密谋者,其本人在实质上就是祖国的间谍与公敌。为了证明我所说的是事实,请为我传唤此事的证人。 证人。 “克勒翁之子忒勒德摩斯、卡莱斯克罗斯之子许佩里德斯、狄奥凡托斯之子尼科马科斯为德摩斯梯尼作证,并在将军们面前宣誓:他们知道科托基代区阿特罗墨托斯之子埃斯基涅斯夜间前往特拉松的住宅,与已被判定为腓力间谍的阿那克西诺斯密谈。这些证词是在尼基阿斯担任执政官之年,赫卡托姆拜翁月上浣初三日呈交的。”
μυρία τοίνυν ἕτερʼ εἰπεῖν ἔχων περὶ αὐτοῦ παραλείπω. καὶ γὰρ οὕτω πως ἔχει. πόλλʼ ἂν ἐγὼ ἔτι τούτων ἔχοιμι δεῖξαι, ὧν οὗτος κατʼ ἐκείνους τοὺς χρόνους τοῖς μὲν ἐχθροῖς ὑπηρετῶν, ἐμοὶ δʼ ἐπηρεάζων εὑρέθη. ἀλλʼ οὐ τίθεται ταῦτα παρʼ ὑμῖν εἰς ἀκριβῆ μνήμην οὐδʼ ἣν προσῆκεν ὀργήν, ἀλλὰ δεδώκατʼ ἔθει τινὶ φαύλῳ πολλὴν ἐξουσίαν τῷ βουλομένῳ τὸν λέγοντά τι τῶν ὑμῖν συμφερόντων ὑποσκελίζειν καὶ συκοφαντεῖν, τῆς ἐπὶ ταῖς λοιδορίαις ἡδονῆς καὶ χάριτος τὸ τῆς πόλεως συμφέρον ἀνταλλαττόμενοι·2 διόπερ ῥᾷόν ἐστι καὶ ἀσφαλέστερον ἀεὶ τοῖς ἐχθροῖς ὑπηρετοῦντα μισθαρνεῖν ἢ τὴν ὑπὲρ ὑμῶν ἑλόμενον τάξιν πολιτεύεσθαι.
因此,尽管关于他我还有无数其他的事可说,我都略过不提。因为事实大抵如此:关于他在那些年月里被查实为敌人奔走效劳、对我百般刁难的事例,我还能列举许多。但在你们那里,这些事既未被铭记在心,也未激起应有的义愤;反之,出于某种恶习,你们给了任何想绊倒并中伤为你们利益建言之人的人以极大的特权,用城邦的利益去换取谩骂带来的快感与取悦。正因如此,为敌人效力以领取报酬,总是比选择站在你们这一边的阵位参与城邦治理来得更为轻松和安全。
καὶ τὸ μὲν δὴ πρὸ τοῦ πολεμεῖν φανερῶς συναγωνίζεσθαι Φιλίππῳ δεινὸν μέν, ὦ γῆ καὶ θεοί, πῶς γὰρ οὔ; κατὰ τῆς πατρίδος· δότε δʼ, εἰ βούλεσθε, δότʼ αὐτῷ τοῦτο. ἀλλʼ ἐπειδὴ φανερῶς ἤδη τὰ πλοῖʼ ἐσεσύλητο, Χερρόνησος ἐπορθεῖτο, ἐπὶ τὴν Ἀττικὴν ἐπορεύεθʼ ἅνθρωπος, οὐκέτʼ ἐν ἀμφισβητησίμῳ τὰ πράγματʼ ἦν, ἀλλʼ ἐνειστήκει πόλεμος, ὅ τι μὲν πώποτʼ ἔπραξʼ ὑπὲρ ὑμῶν ὁ βάσκανος οὗτος ἰαμβειοφάγος, οὐκ ἂν ἔχοι δεῖξαι, οὐδʼ ἔστιν οὔτε μεῖζον οὔτʼ ἔλαττον ψήφισμʼ οὐδὲν Αἰσχίνῃ περὶ τῶν συμφερόντων τῇ πόλει. εἰ δέ φησι, νῦν δειξάτω ἐν τῷ ἐμῷ ὕδατι.3 ἀλλʼ οὐκ ἔστιν οὐδέν. καίτοι δυοῖν αὐτὸν ἀνάγκη θάτερον,4 ἢ μηδὲν τοῖς πραττομένοις ὑπʼ ἐμοῦ τότʼ ἔχοντʼ ἐγκαλεῖν μὴ γράφειν παρὰ ταῦθʼ ἕτερα, ἢ τὸ τῶν ἐχθρῶν συμφέρον ζητοῦντα μὴ φέρειν εἰς μέσον τὰ τούτων ἀμείνω.
开战之前公然协助腓力,大地与诸神在上,这固然是背叛祖国的骇人罪行——怎么会不是呢?——但只要你们愿意,姑且把这一点放过去吧。然而,当船只已被公然劫掠,赫尔索内斯遭受蹂躏,那个人正向阿提卡进军,局势已不再存在争议,而是战争已经爆发之时,这个恶毒的音步吞食者绝不可能指出他曾为你们做过任何一件事,埃斯基涅斯也从未提出过任何关乎城邦利益的法令,无论大小。如果他声称有,就让他在我现在的水钟时间内展示出来吧!然而根本没有。但他必然难逃两者之一:要么是他对当时我所推行的政事无可指责,因而没有提出相悖的替代方案;要么是他一心谋求敌人的利益,因而没有将优于那些政策的主张公诸于众。
- 136πολλῷ ῥέοντι καθʼ ὑμῶν
比喻性表达:“如激流巨浪般向你们倾泻而来”。形容词 πολλῷ 与 τῷ Πύθωνι(及分词 ῥέοντι)性、数、格一致,作表语性形容词而起状语作用,将皮同气势汹汹、滔滔不绝的言辞比作泛滥的洪流。
- 138τῆς ἐπὶ ταῖς λοιδορίαις ἡδονῆς καὶ χάριτος τὸ τῆς πόλεως συμφέρον ἀνταλλαττόμενοι
动词 ἀνταλλάττομαι(交换)的构造型式:以宾格 τὸ τῆς πόλεως συμφέρον 表示放弃之物(城邦利益),以属格 τῆς ἐπὶ ταῖς λοιδορίαις ἡδονῆς καὶ χάριτος 表示换取之代价(谩骂带来的快感与取悦),指责民众因贪图口舌之快而牺牲了公共利益。
- 139ἐν τῷ ἐμῷ ὕδατι
雅典法庭测量辩论时间的水钟(clepsydra)之习语:“在我(水钟配给)的水量/时间内”。德摩斯梯尼挑衅埃斯基涅斯,表示哪怕占用自己当前的发言时间,也让对方当场列举出任何一项利国提案。
- 139δυοῖν αὐτὸν ἀνάγκη θάτερον
非人称结构 ἀνάγκη [ἐστίν]:中性短语 δυοῖν θάτερον(两者居其一)表述二者择一的必然困境,接续宾格主语 αὐτόν 以及由 ἢ ... 引导的两个对等不定式短语(μὴ γράφειν 与 μὴ φέρειν),意为“他必然落入两者之一”。
