- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:127-134
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼讥讽埃斯基涅斯的卑微出身与家族丑闻,痛斥其忘恩负义、出卖城邦,列举了他协助纵火犯安提丰以及被阿雷奥帕戈斯议事会剥夺提洛岛辩护人资格的叛国行径。
—εἰ γὰρ Αἰακὸς ἢ Ῥαδάμανθυς ἢ Μίνως ἦν ὁ κατηγορῶν, ἀλλὰ μὴ σπερμολόγος, περίτριμμʼ ἀγορᾶς, ὄλεθρος γραμματεύς, οὐκ ἂν αὐτὸν οἶμαι ταῦτʼ εἰπεῖν οὐδʼ ἂν οὕτως ἐπαχθεῖς λόγους πορίσασθαι, ὥσπερ ἐν τραγῳδίᾳ βοῶντα ὦ γῆ καὶ ἥλιε καὶ ἀρετὴ καὶ τὰ τοιαῦτα, καὶ πάλιν σύνεσιν καὶ παιδείαν ἐπικαλούμενον, ᾗ τὰ καλὰ καὶ τὰ αἰσχρὰ διαγιγνώσκεται. ταῦτα γὰρ δήπουθεν ἠκούετʼ αὐτοῦ λέγοντος.
——因为如果是埃阿科斯、拉达曼图斯或米诺斯担任原告,而不是这样一个饶舌之徒、市集无赖、败类书记,我想他绝不会说出这样的话,也不会罗织如此令人作呕的言辞,像在悲剧中那样大喊: “啊,大地、太阳与美德,”诸如此类,又一再呼唤 “用于分辨美与丑的 智慧与教养。” 你们想必都听见他说过这些话。
σοὶ δʼ ἀρετῆς, ὦ κάθαρμα, ἢ τοῖς σοῖς τίς μετουσία; ἢ καλῶν ἢ μὴ τοιούτων τίς διάγνωσις; πόθεν ἢ πῶς ἀξιωθέντι; ποῦ δὲ παιδείας σοὶ θέμις μνησθῆναι; ἧς τῶν μὲν ὡς ἀληθῶς τετυχηκότων οὐδʼ ἂν εἷς εἴποι περὶ αὑτοῦ τοιοῦτον οὐδέν, ἀλλὰ κἂν ἑτέρου λέγοντος ἐρυθριάσειε, τοῖς δʼ ἀπολειφθεῖσι μέν, ὥσπερ σύ, προσποιουμένοις δʼ ὑπʼ ἀναισθησίας τὸ τοὺς ἀκούοντας ἀλγεῖν ποιεῖν ὅταν λέγωσιν, οὐ τὸ δοκεῖν τοιούτοις εἶναι περίεστιν.
然而,你这个败类,美德与你或你的家人有何相干?分辨美与不美又与你们有何相干?你从何处、以何种资格配得上谈论这些?你又凭什么被允许提及教养?在真正获得教养的人当中,绝没有一个人会说出任何此类关于自己的话,反而若有旁人如此夸赞他,他还会脸红;而对于那些未受教养、如你一般却由于愚钝而自命不凡的人来说,其结果只是每次开口都令听众痛苦不堪,却丝毫不能使人觉得他们真具备这等品质。
οὐκ ἀπορῶν δʼ ὅ τι χρὴ περὶ σοῦ καὶ τῶν σῶν εἰπεῖν, ἀπορῶ τοῦ πρώτου μνησθῶ·1 πότερʼ ὡς ὁ πατήρ σου Τρόμης ἐδούλευε παρʼ Ἐλπίᾳ τῷ πρὸς τῷ Θησείῳ διδάσκοντι γράμματα, χοίνικας παχείας ἔχων καὶ ξύλον; ἢ ὡς ἡ μήτηρ τοῖς μεθημερινοῖς γάμοις ἐν τῷ κλεισίῳ τῷ πρὸς τῷ καλαμίτῃ ἥρῳ χρωμένη τὸν καλὸν ἀνδριάντα καὶ τριταγωνιστὴν ἄκρον ἐξέθρεψέ σε; ἀλλὰ πάντες ἴσασι ταῦτα, κἂν ἐγὼ μὴ λέγω. ἀλλʼ ὡς ὁ τριηραύλης Φορμίων, ὁ Δίωνος τοῦ Φρεαρρίου δοῦλος, ἀνέστησεν αὐτὴν ἀπὸ ταύτης τῆς καλῆς ἐργασίας; ἀλλὰ νὴ τὸν Δία καὶ θεοὺς ὀκνῶ μὴ περὶ σοῦ τὰ προσήκοντα λέγων αὐτὸς οὐ προσήκοντας ἐμαυτῷ δόξω προῃρῆσθαι λόγους.
我并非为不知该就你和你的家人说些什么而困惑,而是困惑于应当首先提起哪一件:是你父亲特罗墨斯在忒修斯神庙旁教人识字的埃尔庇阿斯手下为奴,戴着沉重的脚镣和木枷?还是你母亲在芦苇英雄祠旁的茅棚里经营白昼的私通,抚育出你这样一尊漂亮的雕像和顶尖的三流演员?即便我不说,众人也都心知肚明。又或是三层划桨船的风笛手福尔米昂——弗雷阿利奥伊区狄翁的奴隶——将她从这桩“高尚的行当”中解救出来?然而凭宙斯和诸神起誓,我惟恐在说出符合你身份的事实时,自己却显得选用了不合我身份的辞藻。
ταῦτα μὲν οὖν ἐάσω, ἀπʼ αὐτῶν δʼ ὧν αὐτὸς βεβίωκεν ἄρξομαι· οὐδὲ γὰρ ὧν ἔτυχεν ἦν, ἀλλʼ οἷς ὁ δῆμος καταρᾶται. ὀψὲ γάρ ποτε—ὀψὲ λέγω; χθὲς μὲν οὖν καὶ πρώην ἅμʼ Ἀθηναῖος καὶ ῥήτωρ γέγονεν, καὶ δύο συλλαβὰς προσθεὶς τὸν μὲν πατέρʼ ἀντὶ Τρόμητος ἐποίησεν Ἀτρόμητον, τὴν δὲ μητέρα σεμνῶς πάνυ Γλαυκοθέαν, ἣν Ἔμπουσαν ἅπαντες ἴσασι καλουμένην, ἐκ τοῦ πάντα ποιεῖν καὶ πάσχειν δηλονότι ταύτης τῆς ἐπωνυμίας τυχοῦσαν· πόθεν γὰρ ἄλλοθεν;
因此,这些事我姑且不提,而将从他本人的生平所为开始谈起;因为他甚至不是普通出身,而是属于民众所诅咒的那一类人。他终于在某个时候——我说“终于”吗?倒不如说是昨天前天的事——同时成了雅典公民和演说家;他加上两个音节,将父亲的名字从特罗墨斯改成了阿特罗墨托斯,又庄严无比地将母亲改名为格劳科忒阿,而众人都知道她被称为“恩普萨”,显而易见,正是因为她无所不为、受尽一切耻辱才获得了这个绰号;否则还能来自何处?
ἀλλʼ ὅμως οὕτως ἀχάριστος εἶ καὶ πονηρὸς φύσει ὥστʼ ἐλεύθερος ἐκ δούλου καὶ πλούσιος ἐκ πτωχοῦ διὰ τουτουσὶ γεγονὼς οὐχ ὅπως χάριν αὐτοῖς ἔχεις, ἀλλὰ2 μισθώσας σαυτὸν κατὰ τουτωνὶ πολιτεύει. καὶ περὶ ὧν μὲν ἔστι τις ἀμφισβήτησις, ὡς ἄρʼ ὑπὲρ τῆς πόλεως εἴρηκεν, ἐάσω· ἃ δʼ ὑπὲρ τῶν ἐχθρῶν φανερῶς ἀπεδείχθη πράττων, ταῦτʼ ἀναμνήσω.
然而即便如此,你生性竟是这般忘恩负义且邪恶,以至于靠了眼前这些公民才从奴隶变为自由人、从乞丐变为富豪,你不仅对他们毫无感恩之心,反倒受雇出卖自己,推行与这些人作对的政治活动。至于那些尚有争议、仿佛他曾为城邦说过话的事务,我暂且放过;但他被昭然揭发为敌人奔走效力的行径,我则要唤起大家的回忆。
τίς γὰρ ὑμῶν οὐκ οἶδεν τὸν ἀποψηφισθέντʼ Ἀντιφῶντα, ὃς ἐπαγγειλάμενος Φιλίππῳ τὰ νεώριʼ ἐμπρήσειν εἰς τὴν πόλιν ἦλθεν; ὃν λαβόντος ἐμοῦ κεκρυμμένον ἐν Πειραιεῖ καὶ καταστήσαντος εἰς τὴν ἐκκλησίαν βοῶν ὁ βάσκανος οὗτος καὶ κεκραγώς, ὡς ἐν δημοκρατίᾳ δεινὰ ποιῶ τοὺς ἠτυχηκότας τῶν πολιτῶν ὑβρίζων καὶ ἐπʼ οἰκίας βαδίζων ἄνευ ψηφίσματος, ἀφεθῆναι ἐποίησεν.
你们中间有谁不知道被剥夺公民权的安提丰呢?他曾向腓力许诺要焚毁船坞,因而潜入城邦。当我在比雷埃夫斯将藏匿的他捕获并押送至民众会时,这个心怀歹毒的家伙大喊大叫,声称我在民主政体下胡作非为,侮辱不幸的公民,未经决议便闯入民宅,硬是使他被当场释放。
καὶ εἰ μὴ ἡ βουλὴ ἡ ἐξ Ἀρείου πάγου τὸ πρᾶγμʼ αἰσθομένη καὶ τὴν ὑμετέραν ἄγνοιαν ἐν οὐ δέοντι συμβεβηκυῖαν ἰδοῦσα ἐπεζήτησε τὸν ἄνθρωπον καὶ συλλαβοῦσʼ ἐπανήγαγεν ὡς ὑμᾶς, ἐξήρπαστʼ ἂν ὁ τοιοῦτος καὶ τὸ δίκην δοῦναι διαδὺς ἐξεπέπεμπτʼ ἂν3 ὑπὸ τοῦ σεμνολόγου τουτουί· νῦν δʼ ὑμεῖς στρεβλώσαντες αὐτὸν ἀπεκτείνατε, ὡς ἔδει γε καὶ τοῦτον.
若非阿雷奥帕戈斯议事会察觉到此事,看到你们在不该犯糊涂之时陷入了愚昧,搜寻此人并将他逮捕后重新押送到你们面前,这样一个叛徒本已被这个故作庄严的演说家搭救逃脱、逍遥法外了;然而实际上,你们对他施以严刑后处以死刑,正如对这个家伙也本该如此一样。
τοιγαροῦν εἰδυῖα ταῦθʼ ἡ βουλὴ ἡ ἐξ Ἀρείου πάγου τότε τούτῳ πεπραγμένα, χειροτονησάντων αὐτὸν ὑμῶν σύνδικον ὑπὲρ τοῦ ἱεροῦ τοῦ ἐν Δήλῳ ἀπὸ τῆς αὐτῆς ἀγνοίας ἧσπερ πολλὰ προΐεσθε τῶν κοινῶν, ὡς προσείλεσθε κἀκείνην καὶ τοῦ πράγματος κυρίαν ἐποιήσατε, τοῦτον μὲν εὐθὺς ἀπήλασεν ὡς προδότην, Ὑπερείδῃ δὲ λέγειν προσέταξε· καὶ ταῦτʼ ἀπὸ τοῦ βωμοῦ φέρουσα τὴν ψῆφον ἔπραξε, καὶ οὐδεμία ψῆφος ἠνέχθη τῷ μιαρῷ τούτῳ.
因此,阿雷奥帕戈斯议事会深知他当时的这些所作所为,当你们出于与你们放弃许多公共利益时同样的无知,在有关提洛岛神殿的争端中投票推选他为辩护人时,一旦你们同时选拔了该议事会并赋予其全权裁决此事,议事会便立刻将他作为叛徒逐出,而责成许佩里德斯发表演说;议事会是从祭坛上取下选票作出这一决定的,这个污秽之徒连一票也未曾获得。
- 129τοῦ πρώτου μνησθῶ
τοῦ 是中性疑问代词 τίνος 在阿提卡散文中的收缩形式,充当动词 μνησθῶ(被动不定过去时虚拟式,具中动态意义“提及”)所要求的属格宾语。在从属于 ἀπορῶ 的间接疑问句中,此处为商榷虚拟式(deliberative subjunctive),意为“我当先提及何事”。
- 131οὐχ ὅπως χάριν αὐτοῖς ἔχεις, ἀλλὰ
οὐχ ὅπως ... ἀλλά 是一个固定的习惯搭配短语,意为“不仅不……反而……”。该结构源于省略句(如 οὐ λέγω ὅπως),强烈否定前一个从句的动作(对他们心存感激),并突显后半部分完全相反的行为(出卖自己并推行与他们对抗的政治)。
- 133ἐξήρπαστʼ ἂν ὁ τοιοῦτος καὶ τὸ δίκην δοῦναι διαδὺς ἐξεπέπεμπτʼ ἂν
过去非真实条件句(past counterfactual)。被动过去完成时直陈式 ἐξήρπαστο(源自 ἐξαρπάζω)和 ἐξεπέπεμπτο(源自 ἐκπέμπω)与 ἄν 连用。此处使用过去完成时而非不定过去时或未完成过去时,在体貌上强调了动作的即时完成与既成状态:“这样一个罪犯早就被劫走,彻底逃之夭夭了”。
