- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:120-126
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯提尼援引法律条文证明在剧场中宣布嘉奖既合法又合乎公共利益,谴责埃斯基涅斯的起诉纯属嫉妒与人身漫骂而非合法控告,并随即转向揭露其对手的出身与品行。
καὶ μὴν περὶ τοῦ γʼ ἐν τῷ θεάτρῳ κηρύττεσθαι, τὸ μὲν μυριάκις μυρίους κεκηρῦχθαι παραλείπω καὶ τὸ πολλάκις αὐτὸς πρότερον. ἀλλὰ πρὸς θεῶν οὕτω σκαιὸς εἶ καὶ ἀναίσθητος, Αἰσχίνη, ὥστʼ οὐ δύνασαι λογίσασθαι ὅτι τῷ μὲν στεφανουμένῳ τὸν αὐτὸν ἔχει ζῆλον ὁ στέφανος, ὅπου ἂν ἀναρρηθῇ, τοῦ δὲ τῶν στεφανούντων εἵνεκα συμφέροντος ἐν τῷ θεάτρῳ γίγνεται τὸ κήρυγμα; οἱ γὰρ ἀκούσαντες ἅπαντες εἰς τὸ ποιεῖν εὖ τὴν πόλιν προτρέπονται, καὶ τοὺς ἀποδιδόντας τὴν χάριν μᾶλλον ἐπαινοῦσι τοῦ στεφανουμένου· διόπερ τὸν νόμον τοῦτον ἡ πόλις γέγραφεν. λέγε δʼ αὐτόν μοι τὸν νόμον λαβών. ΝΟΜΟΣ. "Ὅσους στεφανοῦσί τινες τῶν δήμων, τὰς ἀναγορεύσεις τῶν στεφάνων ποιεῖσθαι ἐν αὐτοῖς ἑκάστους τοῖς ἰδίοις δήμοις, ἐὰν μή τινας ὁ δῆμος ὁ τῶν Ἀθηναίων ἢ ἡ βουλὴ στεφανοῖ· τούτους δʼ ἐξεῖναι ἐν τῷ θεάτρῳ Διονυσίοις "
此外,关于在剧场中予以宣布一事,我姑且不提已有成千上万的人被宣布了数万次,以及我自己此前也曾多次被宣布。但是凭诸神起誓,埃斯基涅斯,你竟是如此乖戾而愚钝,以至于无法明白:对于获授冠冕者而言,无论在何处宣布,冠冕所带来的荣誉都是相同的,而在剧场中进行宣读,则是为了施冠者的利益?因为所有听闻此事的人都会受到激励去造福城邦,并且他们对回报恩德之人的赞赏甚至超过受冠者;正因如此,城邦才制定了这条法律。请取来这条法律本身并为我朗读。 法律 “凡受任何村区加冠之人,加冠的宣布当在他们各自的村区内进行,除非雅典民众或议事会为某人加冠;唯有这些人,才被允许在狄奥尼索斯节的剧场中予以宣布。”
ἀκούεις, Αἰσχίνη, τοῦ νόμου λέγοντος σαφῶς, πλὴν ἐάν τινας ὁ δῆμος ἢ ἡ βουλὴ ψηφίσηται· τούτους δʼ ἀναγορευέτω τί οὖν, ὦ ταλαίπωρε, συκοφαντεῖς; τί λόγους πλάττεις; τί σαυτὸν οὐκ ἐλλεβορίζεις ἐπὶ τούτοις; ἀλλʼ οὐδʼ αἰσχύνει φθόνου δίκην εἰσάγων, οὐκ ἀδικήματος οὐδενός, καὶ νόμους μεταποιῶν, τῶν δʼ ἀφαιρῶν μέρη, οὓς ὅλους δίκαιον ἦν ἀναγιγνώσκεσθαι τοῖς γʼ ὀμωμοκόσιν κατὰ τοὺς νόμους ψηφιεῖσθαι;
埃斯基涅斯,你可听清法律清晰地说道: “除非民众或议事会决议为某人加冠;这些人当予以宣布”? 那么,可怜的人,你为何还要恶意诬告?为何编造说辞?为何不对自己服用嚏根草来医治疯病?不仅如此,你提起一场纯属嫉妒而非针对任何罪行的诉讼,篡改法律并删去其中的条款,难道你不觉得羞耻吗?而这些法律本应当完整地朗读给那些起誓依法律投票的人听!
ἔπειτα τοιαῦτα ποιῶν λέγεις πόσα δεῖ προσεῖναι τῷ δημοτικῷ, ὥσπερ ἀνδριάντʼ ἐκδεδωκὼς κατὰ συγγραφήν, εἶτʼ οὐκ ἔχονθʼ ἃ προσῆκεν ἐκ τῆς συγγραφῆς κομιζόμενος, ἢ λόγῳ τοὺς δημοτικούς, ἀλλʼ οὐ τοῖς πράγμασι καὶ τοῖς πολιτεύμασιν γιγνωσκομένους. καὶ βοᾷς ῥητὰ καὶ ἄρρητʼ ὀνομάζων, ὥσπερ ἐξ ἁμάξης,1 ἃ σοὶ καὶ τῷ σῷ γένει πρόσεστιν, οὐκ ἐμοί. καίτοι καὶ τοῦτʼ, ὦ ἄνδρες Ἀθηναῖοι· ἐγὼ λοιδορίαν κατηγορίας τούτῳ διαφέρειν ἡγοῦμαι, τῷ τὴν μὲν κατηγορίαν ἀδικήματʼ ἔχειν, ὧν ἐν τοῖς νόμοις εἰσὶν αἱ τιμωρίαι, τὴν δὲ λοιδορίαν βλασφημίας, ἃς κατὰ τὴν αὑτῶν φύσιν τοῖς ἐχθροῖς περὶ ἀλλήλων συμβαίνει λέγειν. οἰκοδομῆσαι δὲ τοὺς προγόνους ταυτὶ τὰ δικαστήριʼ ὑπείληφα, οὐχ ἵνα συλλέξαντες ὑμᾶς εἰς ταῦτα ἀπὸ τῶν ἰδίων κακῶς τἀπόρρητα λέγωμεν ἀλλήλους, ἀλλʼ ἵνʼ ἐξελέγχωμεν ἐάν τις ἠδικηκώς τι τυγχάνῃ τὴν πόλιν.
随后,你一面做着这等勾当,一面大谈民主人士应当具备哪些品质,就像按照契约订造了一尊雕像,收货时却因它不具备契约所规定的特征而挑剔,又或者仿佛民主人士是通过辞令、而不是通过实际行动和政治施策来被识别的!你还如在狂欢彩车上一般大声叫嚷,口不择言,历数本属于你及你的家族、而非属于我的污言秽语。然而雅典的男人们,也请考虑这一点: 我认为漫骂与指控之区别在于:指控所针对的是在法律中设有惩罚的违法行为,而漫骂则是敌手依据其本性相互倾轧时所说的诽谤中伤。我深知先祖们建立这些法庭,并不是为了让我们把你们从私事中召集到这里、借不可告人的隐私互相恶毒诋毁,而是为了让我们在有人对城邦犯下罪行时将其绳之以法。
ταῦτα τοίνυν εἰδὼς Αἰσχίνης οὐδὲν ἧττον ἐμοῦ πομπεύειν2 ἀντὶ τοῦ κατηγορεῖν εἵλετο. οὐ μὴν οὐδʼ ἐνταῦθʼ ἔλαττον ἔχων δίκαιός ἐστιν ἀπελθεῖν. ἤδη δʼ ἐπὶ ταῦτα πορεύσομαι, τοσοῦτον αὐτὸν ἐρωτήσας. πότερόν σέ τις, Αἰσχίνη, τῆς πόλεως ἐχθρὸν ἢ ἐμὸν εἶναι φῇ; ἐμὸν δῆλον ὅτι. εἶθʼ οὗ μὲν ἦν παρʼ ἐμοῦ δίκην κατὰ τοὺς νόμους ὑπὲρ τούτων λαβεῖν, εἴπερ ἠδίκουν, ἐξέλειπες, ἐν ταῖς εὐθύναις, ἐν ταῖς γραφαῖς, ἐν ταῖς ἄλλαις κρίσεσιν· οὗ δʼ ἐγὼ μὲν ἀθῷος ἅπασι, τοῖς νόμοις, τῷ χρόνῳ, τῇ προθεσμίᾳ, τῷ κεκρίσθαι περὶ πάντων πολλάκις πρότερον, τῷ μηδεπώποτʼ ἐξελεγχθῆναι μηδὲν ὑμᾶς ἀδικῶν, τῇ πόλει δʼ ἢ πλέον ἢ ἔλαττον ἀνάγκη τῶν γε δημοσίᾳ πεπραγμένων μετεῖναι τῆς δόξης, ἐνταῦθʼ ἀπήντηκας; ὅρα μὴ τούτων μὲν ἐχθρὸς ᾖς, ἐμοὶ δὲ προσποιῇ.3
因此,埃斯基涅斯对这些道理的了解丝毫不亚于我,却仍旧选择极尽漫骂之能事,而非进行正当的指控。当然,哪怕在此事上,他也绝不应当少得〔回敬〕便离去。但在我向他提出这样一个问题之后,我便立刻转向这些议题。埃斯基涅斯,人们该说你是城邦的敌人,还是我的敌人?显然是我的敌人。那么,当原本可以依法为了这些公事向我问罪之时——如果我确实犯了法的话——在审计中、在公诉中、在其它的审判中,你全都放弃了机会;然而,在所有根据上我都无可指摘之处——无论根据法律、根据时间、根据诉讼时效、根据此前已就各项事务多次受审的事实、根据从未被证实对你们有任何不轨之举——且城邦无论好坏都必然要分担公共施政声誉的关头,你却迎头扑了上来?当心你其实是这些民众的敌人,而只是假装是我的敌人!
ἐπειδὴ τοίνυν ἡ μὲν εὐσεβὴς καὶ δικαία ψῆφος ἅπασι δέδεικται, δεῖ δέ μʼ, ὡς ἔοικε, καίπερ οὐ φιλολοίδορον ὄντα, διὰ τὰς ὑπὸ τούτου βλασφημίας εἰρημένας ἀντὶ πολλῶν καὶ ψευδῶν αὐτὰ τἀναγκαιότατʼ εἰπεῖν περὶ αὐτοῦ, καὶ δεῖξαι τίς ὢν κἀκ τίνων ῥᾳδίως οὕτως ἄρχει τοῦ κακῶς λέγειν, καὶ λόγους τινὰς διασύρει, αὐτὸς εἰρηκὼς ἃ τίς οὐκ ἂν ὤκνησεν τῶν μετρίων ἀνθρώπων φθέγξασθαι;
既然虔敬而公正的判决已昭示给所有人,而看来我尽管不喜漫骂,却由于此人所吐露的诽谤,不得不针对其诸多谎言陈述关于他本人的最必要的事实,并揭示他是何等出身、来自怎样的门第,竟然如此轻率地恶言伤人,并对某些词句冷嘲热讽——而他自己说出的那些话,任何正派体面之人又有谁不会羞于启齿呢?
- 122ὥσπερ ἐξ ἁμάξης
字面意为“如同从大车上”。这是源自狄奥尼索斯节或厄琉息斯秘仪游行习俗的成语,指坐在车上的人向路人肆意抛掷粗俗谩骂与讥嘲,引申为“肆无忌惮地粗俗漫骂”。
- 124οὐδὲν ἧττον ἐμοῦ πομπεύειν
πομπεύειν 原指“参加游行”,引申为“(如游行中那样)肆意嘲弄、恶语漫骂”。οὐδὲν ἧττον ἐμοῦ 字面意为“丝毫不亚于我”,其中 ἐμοῦ 为比较属格,修饰前面的分词 εἰδώς,指埃斯基涅斯对这些道理的了解丝毫不亚于我。
- 125ὅρα μὴ τούτων μὲν ἐχθρὸς ᾖς, ἐμοὶ δὲ προσποιῇ
ὅρα μή 搭配虚拟式(ᾖς)构成表示担忧或警告的从句,意为“当心莫非…… / 提防是否……”。后半句的 προσποιῇ 是 προσποιέομαι 的现在时中动态第二人称单数虚拟式,在语境中意为“假装/自命为[我的敌人]”。
