- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:114-119
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯提尼援引瑙西克勒斯等人的先例及各项官方决议案,证明官员任内以私产捐资获授冠冕历来免受审计且完全合法,指出克忒西丰提案中遭起诉的仅是感恩嘉奖而非捐赠本身,以此揭露埃斯基涅斯的恶意诬告。
ὅτι δʼ οὕτω ταῦτʼ οὐ μόνον ἐν τοῖς νόμοις, ἀλλὰ καὶ ἐν τοῖς ὑμετέροις ἤθεσιν ὥρισται, ἐγὼ ῥᾳδίως πολλαχόθεν δείξω. πρῶτον μὲν γὰρ Ναυσικλῆς στρατηγῶν ἐφʼ οἷς ἀπὸ τῶν ἰδίων προεῖτο πολλάκις ἐστεφάνωται ὑφʼ ὑμῶν· εἶθʼ ὅτε τὰς ἀσπίδας Διότιμος ἔδωκε καὶ πάλιν Χαρίδημος, ἐστεφανοῦντο· εἶθʼ οὑτοσὶ Νεοπτόλεμος πολλῶν ἔργων ἐπιστάτης ὤν, ἐφʼ οἷς ἐπέδωκε τετίμηται. σχέτλιον γὰρ ἂν εἴη τοῦτό γε, εἰ τῷ τινʼ ἀρχὴν ἄρχοντι ἢ διδόναι τῇ πόλει τὰ ἑαυτοῦ διὰ τὴν ἀρχὴν μὴ ἐξέσται, ἢ τῶν δοθέντων ἀντὶ τοῦ κομίσασθαι χάριν εὐθύνας ὑφέξει.1
关于这些原则不仅在法律中、而且在你们的风尚习俗中都已被如此确立,我将通过许多实例轻而易举地证明。因为首先,瑙西克勒斯在担任将军期间,因其自掏私产所作的付出而屡次获得你们授予的冠冕;其次,当狄奥提穆斯捐赠盾牌、后来卡里得穆斯亦捐赠盾牌时,他们都曾被授予冠冕;再者,眼前的涅俄普托勒摩斯作为诸多工程的监造官,也因其捐献的款项而荣获表彰。因为如果任何担任官职的人,要么因其任职而不被允许向城邦捐赠自己的财产,要么对于所捐之物不仅不能获得感激、反而要承担账目审计,那岂不是一件荒谬绝伦之事?
ὅτι τοίνυν ταῦτʼ ἀληθῆ λέγω, λέγε τὰ ψηφίσματά μοι τὰ τούτοις γεγενημένʼ αὐτὰ λαβών. λέγε. ΨΗΦΙΣΜΑ. "Ἄρχων Δημόνικος Φλυεύς, βοηδρομιῶνος ἕκτῃ μετʼ εἰκάδα, γνώμη βουλῆς καὶ δήμου, Καλλίας Φρεάρριος εἶπεν, ὅτι δοκεῖ τῇ βουλῇ καὶ τῷ δήμῳ στεφανῶσαι Ναυσικλέα τὸν ἐπὶ τῶν ὅπλων, ὅτι Ἀθηναίων ὁπλιτῶν δισχιλίων ὄντων ἐν Ἴμβρῳ καὶ βοηθούντων τοῖς κατοικοῦσιν Ἀθηναίων τὴν νῆσον, οὐ δυναμένου Φίλωνος τοῦ ἐπὶ τῆς διοικήσεως κεχειροτονημένου διὰ τοὺς χειμῶνας πλεῦσαι καὶ μισθοδοτῆσαι τοὺς ὁπλίτας, ἐκ τῆς ἰδίας οὐσίας ἔδωκε καὶ οὐκ εἰσέπραξε τὸν δῆμον, καὶ ἀναγορεῦσαι τὸν στέφανον Διονυσίοις τραγῳδοῖς καινοῖς.2" ΕΤΕΡΟΝ ΨΗΦΙΣΜΑ. "Εἶπε Καλλίας Φρεάρριος, πρυτάνεων λεγόντων, βουλῆς γνώμη· ἐπειδὴ Χαρίδημος ὁ ἐπὶ τῶν ὁπλιτῶν, ἀποσταλεὶς εἰς Σαλαμῖνα, καὶ Διότιμος ὁ ἐπὶ τῶν ἱππέων, ἐν τῇ ἐπὶ τοῦ ποταμοῦ μάχῃ τῶν στρατιωτῶν τινῶν ὑπὸ τῶν πολεμίων σκυλευθέντων, ἐκ τῶν ἰδίων ἀναλωμάτων καθώπλισαν τοὺς νεανίσκους ἀσπίσιν ὀκτακοσίαις, δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ στεφανῶσαι Χαρίδημον καὶ Διότιμον χρυσῷ στεφάνῳ, καὶ ἀναγορεῦσαι Παναθηναίοις τοῖς μεγάλοις ἐν τῷ γυμνικῷ ἀγῶνι καὶ Διονυσίοις τραγῳδοῖς καινοῖς· τῆς δὲ ἀναγορεύσεως ἐπιμεληθῆναι θεσμοθέτας, πρυτάνεις, ἀγωνοθέτας."
为了证明我所言属实,请替我拿来为这些人通过的各项决议案本身并宣读。读吧。 决议案 “执政官为弗吕亚区的德摩尼库斯,波德罗米昂月二十六日,依议事会与民众之决议,弗列阿里亚区的卡利亚斯提议:议事会与民众决议,为重装步兵指挥官瑙西克勒斯加冠,因两千名雅典重装步兵在因布罗斯援助岛上的雅典定居者时,获选主管行政财务的斐洛因冬日风暴无法航行并为步兵发放薪俸,瑙西克勒斯遂以其私产垫付且未向民众索偿;并在新悲剧上演之际于狄奥尼索斯节上宣读此项嘉奖令。” 另一项决议案“弗列阿里亚区的卡利亚斯提议,经轮值主席团提出,依议事会之决议:鉴于派往萨拉米斯的重装步兵指挥官卡里得穆斯以及骑兵指挥官狄奥提穆斯,在河畔战役中部分士兵被敌军剥去武装之时,自费备办了八百面盾牌为青年武装,议事会与民众决议:为卡里得穆斯与狄奥提穆斯授予金冠,并在大泛雅典娜节的体育竞技会以及新悲剧上演之际的狄奥尼索斯节上予以宣读;宣读事宜由司法执政官、轮值主席团及竞技监察官负责。”
τούτων ἕκαστος, Αἰσχίνη, τῆς μὲν ἀρχῆς ἧς ἦρχεν ὑπεύθυνος ἦν, ἐφʼ οἷς δʼ ἐστεφανοῦτο οὐχ ὑπεύθυνος. οὐκοῦν οὐδʼ ἐγώ· ταὐτὰ γὰρ δίκαιʼ ἐστί μοι περὶ τῶν αὐτῶν τοῖς ἄλλοις δήπου. ἐπέδωκα· ἐπαινοῦμαι διὰ ταῦτα, οὐκ ὢν ὧν ἔδωχʼ ὑπεύθυνος. ἦρχον· καὶ δέδωκά γʼ εὐθύνας ἐκείνων, οὐχ ὧν ἐπέδωκα. νὴ Δίʼ, ἀλλʼ ἀδίκως ἦρξα. εἶτα παρών, ὅτε μʼ εἰσῆγον οἱ λογισταί, οὐ κατηγόρεις;
埃斯基涅斯,这些人中的每一位,对于他们所担任的官职虽须接受审计,但对于获得冠冕嘉奖的事由却无须接受审计。因此我也同样无须接受审计;因为就相同的事由而言,我理所当然享有与其他人相同的法定权利。我捐赠了财物;我因此受到称赞,对我所捐赠之物无须接受审计。我曾担任公职;而我对那些公职确已清结审计,而非对我所捐之物。凭宙斯起誓,〔你说,〕但我非法滥用了职权!那么当审查官传讯我时,你身在现场,为何不提出指控呢?
ἵνα τοίνυν ἴδηθʼ ὅτι αὐτὸς οὗτός μοι μαρτυρεῖ ἐφʼ οἷς οὐχ ὑπεύθυνος ἦν ἐστεφανῶσθαι, λαβὼν ἀνάγνωθι τὸ ψήφισμʼ ὅλον τὸ γραφέν μοι. οἷς γὰρ οὐκ ἐγράψατο τοῦ προβουλεύματος, τούτοις ἃ διώκει συκοφαντῶν φανήσεται.3 λέγε. ΨΗΦΙΣΜΑ. "ἐπὶ ἄρχοντος Εὐθυκλέους, πυανεψιῶνος ἐνάτῃ ἀπιόντος, φυλῆς πρυτανευούσης Οἰνῇδος, Κτησιφῶν Λεωσθένους Ἀναφλύστιος εἶπεν· ἐπειδὴ Δημοσθένης Δημοσθένους Παιανιεὺς γενόμενος ἐπιμελητὴς τῆς τῶν τειχῶν ἐπισκευῆς καὶ προσαναλώσας εἰς τὰ ἔργα ἀπὸ τῆς ἰδίας οὐσίας τρία τάλαντα ἐπέδωκε ταῦτα τῷ δήμῳ, καὶ ἐπὶ τοῦ θεωρικοῦ κατασταθεὶς ἐπέδωκε τοῖς ἐκ πασῶν τῶν φυλῶν θεωροῖς ἑκατὸν μνᾶς εἰς θυσίας, δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ τῷ Ἀθηναίων ἐπαινέσαι Δημοσθένην Δημοσθένους Παιανιέα ἀρετῆς ἕνεκα καὶ καλοκαγαθίας ἧς ἔχων διατελεῖ ἐν παντὶ καιρῷ εἰς τὸν δῆμον τὸν Ἀθηναίων, καὶ στεφανῶσαι χρυσῷ στεφάνῳ, καὶ ἀναγορεῦσαι τὸν στέφανον ἐν τῷ θεάτρῳ Διονυσίοις τραγῳδοῖς καινοῖς· τῆς δὲ ἀναγορεύσεως ἐπιμεληθῆναι τὸν ἀγωνοθέτην."
因此,为了让你们看清正是此人自己为我作证——证明我因无须承担审计之事而获授冠冕——请取来为我起草的整篇决议案并朗读。因为通过他在初议提案中未曾起诉的部分,便足以显明他现在所追究的指控纯属恶意诬告。读吧。 决议案 “在欧梯克勒斯担任执政官之年,皮亚内普西昂月下旬第九日,由奥伊奈伊斯部落担任轮值主席,阿那夫吕斯托斯区的利奥斯提涅斯之子克忒西丰提议:鉴于派阿尼亚区的德摩斯提尼之子德摩斯提尼担任城墙修缮监造官,从私产中额外追加三塔兰同用于工程并将其捐赠给民众;又因就任观剧金主管,为所有部落的观礼代表捐赠了一百明那用于祭祀;雅典议事会与民众决议:因派阿尼亚区的德摩斯提尼之子德摩斯提尼在任何时刻对雅典民众始终展现的美德与高尚品质而表彰他,授予其金冠,并在新悲剧上演之际于狄奥尼索斯节的剧场中宣读此项嘉奖;宣读事宜由竞技监察官负责。”
οὐκοῦν ἃ μὲν ἐπέδωκα, ταῦτʼ ἐστὶν ὧν οὐδὲν σὺ γέγραψαι· ἃ δέ φησιν ἡ βουλὴ δεῖν ἀντὶ τούτων γενέσθαι μοι, ταῦτʼ ἔσθʼ ἃ διώκεις. τὸ λαβεῖν οὖν τὰ διδόμενʼ ὁμολογῶν ἔννομον εἶναι, τὸ χάριν τούτων ἀποδοῦναι παρανόμων γράφει. ὁ δὲ παμπόνηρος ἄνθρωπος καὶ θεοῖς ἐχθρὸς καὶ βάσκανος ὄντως ποῖός τις ἂν εἴη πρὸς θεῶν; οὐχ ὁ τοιοῦτος;
由此可见,凡我所捐赠的事项,正是你未曾提起任何诉讼的事项;而议事会认为作为对这些事的回报应当授予我的,却正是你所诉追的事项。因此,你一方面承认接受捐赠是合法的,另一方面却将回报感激之举控为非法。凭诸神起誓,一个彻头彻尾的恶徒、神所憎恶的真小人与心怀恶意之辈究竟该是怎样的呢?难道不正是这般模样吗?
- 114εἰ τῷ τινʼ ἀρχὴν ἄρχοντι ἢ διδόναι τῇ πόλει τὰ ἑαυτοῦ διὰ τὴν ἀρχὴν μὴ ἐξέσται, ἢ τῶν δοθέντων ἀντὶ τοῦ κομίσασθαι χάριν εὐθύνας ὑφέξει
条件句内部主语转换的破格结构(anacoluthon)。前半分句(ἢ διδόναι... μὴ ἐξέσται)由非人称动词 ἐξέσται 统摄与格词组 τῷ τινʼ ἀρχὴν ἄρχοντι;而后半并列分句(ἢ... ὑφέξει)中,该人选在意义上转为主格,作为限定动词 ὑφέξει 的主语。
- 115Διονυσίοις τραγῳδοῖς καινοῖς
表示时间的与格(dativus temporis),为官方决议案中常见的程式化套语,意为“在演出新悲剧的狄奥尼索斯节之际”,指城邦狄奥尼索斯节悲剧竞赛的举办场合。
- 118οἷς γὰρ οὐκ ἐγράψατο τοῦ προβουλεύματος, τούτοις ἃ διώκει συκοφαντῶν φανήσεται
在关系从句 οἷς... τοῦ προβουλεύματος 中,τοῦ προβουλεύματος 是限定关系代词 οἷς 的部分属格(“在初议案中他未曾起诉的部分”)。主句中的指示代词 τούτοις 为表示依据或手段的与格,意为“依据这些(未受起诉的条款),便显明他在所诉追的事项上纯属诬告”。
