← 狄摩西尼

金冠辞

§107-113

三段帆船法的成效与私产捐赠的免审辩护

德摩斯梯尼夸耀其三段帆船法在国防上取得的成效,随后转向审计问题,辩称公职管理虽须受审,但私产捐赠绝无审计义务,反而理应受到赞扬。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§107

ἆρα μικρὰ βοηθῆσαι τοῖς πένησιν ὑμῶν δοκῶ, ἢ μίκρʼ ἀναλῶσαι ἂν τοῦ μὴ τὰ δίκαια ποιεῖν1 οἱ πλούσιοι; οὐ τοίνυν μόνον τῷ μὴ καθυφεῖναι ταῦτα σεμνύνομαι, οὐδὲ τῷ γραφεὶς ἀποφυγεῖν, ἀλλὰ καὶ τῷ συμφέροντα θεῖναι τὸν νόμον καὶ τῷ πεῖραν ἔργῳ δεδωκέναι. πάντα γὰρ τὸν πόλεμον τῶν ἀποστόλων γιγνομένων κατὰ τὸν νόμον τὸν ἐμόν, οὐχ ἱκετηρίαν ἔθηκε τριήραρχος οὐδεὶς πώποθʼ ὡς ἀδικούμενος παρʼ ὑμῖν, οὐκ ἐν Μουνιχίας ἐκαθέζετο, οὐχ ὑπὸ τῶν ἀποστολέων ἐδέθη, οὐ τριήρης οὔτʼ ἔξω καταλειφθεῖσʼ ἀπώλετο τῇ πόλει, οὔτʼ αὐτοῦ ἀπελείφθη οὐ δυναμένη ἀνάγεσθαι.

在你们看来,难道我对你们之中的穷人施以的援助是微不足道的吗?或者,富人们为了不履行正当的义务所愿花费的金钱是微小的吗?因此,我不仅为自己没有在这几点上退让而自豪,也不仅为自己被控后获判无罪而自豪,更因制定了一项有益的法律并在实际成效中提供了明证而深感自豪。因为在整个战争期间,当舰队派遣均依我的法律进行时,从来没有任何一位出资长因遭受不公而手持请愿枝向你们请愿,没有人躲入穆尼基亚寻求避难,没有人被出航事务官监禁,没有任何三段帆船因被遗弃在境外而致使城邦遭受损失,也没有任何一艘因无法起航而被留置在此地。

§108

καίτοι κατὰ τοὺς προτέρους νόμους ἅπαντα ταῦτʼ ἐγίγνετο. τὸ δʼ αἴτιον, ἐν τοῖς πένησιν ἦν τὸ λῃτουργεῖν· πολλὰ δὴ τἀδύνατα συνέβαινεν. ἐγὼ δʼ ἐκ τῶν ἀπόρων εἰς τοὺς εὐπόρους μετήνεγκα τὰς τριηραρχίας· πάντʼ οὖν τὰ δέοντʼ ἐγίγνετο. καὶ μὴν καὶ κατʼ αὐτὸ τοῦτʼ ἄξιός εἰμʼ ἐπαίνου τυχεῖν, ὅτι πάντα τὰ τοιαῦτα προῃρούμην πολιτεύματα, ἀφʼ ὧν ἅμα δόξαι καὶ τιμαὶ καὶ δυνάμεις συνέβαινον τῇ πόλει· βάσκανον δὲ καὶ πικρὸν καὶ κακόηθες οὐδέν ἐστι πολίτευμʼ ἐμόν, οὐδὲ ταπεινόν, οὐδὲ τῆς πόλεως ἀνάξιον.

然而依据先前的诸项法律,这一切事情都曾屡屡发生。其原因在于承担劳役的责任落在了穷人身上;于是许多力不能及的事便接踵而至。而我将三段帆船的出资负担从赤贫者转移到了富裕者身上;因此一切必需之务都得以顺利履行。不仅如此,单就这一点而言我也配得赞赏,因为我始终选择推行一切能使城邦同时获得声望、荣誉和实力的这类政务;在我的政务施策中,没有一件是充满嫉妒、苛刻或恶意的,也没有一件是卑劣或有损城邦尊严的。

§109

ταὐτὸ τοίνυν ἦθος ἔχων ἔν τε τοῖς κατὰ τὴν πόλιν πολιτεύμασι καὶ ἐν τοῖς Ἑλληνικοῖς φανήσομαι· οὔτε γὰρ ἐν τῇ πόλει τὰς παρὰ τῶν πλουσίων χάριτας μᾶλλον ἢ τὰ τῶν πολλῶν δίκαιʼ εἱλόμην, οὔτʼ ἐν τοῖς Ἑλληνικοῖς τὰ Φιλίππου δῶρα καὶ τὴν ξενίαν ἠγάπησα ἀντὶ τῶν κοινῇ πᾶσι τοῖς Ἕλλησι συμφερόντων.

因此,无论是在关于城邦的内部政务上,还是在关涉全希腊的事务中,我所展现的品格都将被证明是始终如一的:因为在城邦内部,我没有把富人的恩惠置于大众的公义权利之上;在希腊事务中,我也没有贪恋腓力的礼物与结好之谊,以取代对全体希腊人共同有益之事。

§110

ἡγοῦμαι τοίνυν λοιπὸν εἶναί μοι περὶ τοῦ κηρύγματος εἰπεῖν καὶ τῶν εὐθυνῶν· τὸ γὰρ ὡς τἄριστά τʼ ἔπραττον καὶ διὰ παντὸς εὔνους εἰμὶ καὶ πρόθυμος εὖ ποιεῖν ὑμᾶς, ἱκανῶς ἐκ τῶν εἰρημένων δεδηλῶσθαί μοι νομίζω. καίτοι τὰ μέγιστά γε τῶν πεπολιτευμένων καὶ πεπραγμένων ἐμαυτῷ παραλείπω, ὑπολαμβάνων πρῶτον μὲν ἐφεξῆς τοὺς περὶ αὐτοῦ τοῦ παρανόμου λόγους ἀποδοῦναί με δεῖν, εἶτα, κἂν μηδὲν εἴπω περὶ τῶν λοιπῶν πολιτευμάτων, ὁμοίως παρʼ ὑμῶν ἑκάστῳ τὸ συνειδὸς ὑπάρχειν μοι.

因此,我认为留给我的任务是对宣读嘉奖令和审计问题作出说明。因为对于我已经尽力追求最善、并且始终心怀善意、热诚为你们效力这一点,我认为由上述所言已得到了充分阐明。不过我略去了自己所经办和完成的最重大的政务,这是考虑到首先我必须按次序对非法诉讼本身作出申辩,其次,即使我对余下的政务一字不提,你们每个人心中的良知对我也是同样清楚具备的。

§111

τῶν μὲν οὖν λόγων, οὓς οὗτος ἄνω καὶ κάτω διακυκῶν ἔλεγε περὶ τῶν παραγεγραμμένων νόμων, οὔτε μὰ τοὺς θεοὺς ὑμᾶς οἶμαι μανθάνειν οὔτʼ αὐτὸς ἐδυνάμην συνεῖναι τοὺς πολλούς· ἁπλῶς δὲ τὴν ὀρθὴν περὶ τῶν δικαίων διαλέξομαι. τοσούτου γὰρ δέω λέγειν ὡς οὐκ εἴμʼ ὑπεύθυνος, ὃ νῦν οὗτος διέβαλλε καὶ διωρίζετο, ὥσθʼ ἅπαντα τὸν βίον ὑπεύθυνος εἶναι ὁμολογῶ ὧν ἢ διακεχείρικʼ ἢ πεπολίτευμαι2 παρʼ ὑμῖν.

至于此人把引证的法律颠来倒去、搅成一团所发表的言论,对诸神起誓,我既不认为你们听得明白,我自己也无法理解其大半;但我将简明扼要地就公正的准则直陈直言。因为我绝不会声称自己无须接受审计——这正是此人刚才诬陷我并随意界定的——相反,我承认对于在你们之中所经管或推行的一切政务,我终生都要承担审计责任。

§112

ὧν μέντοι γʼ ἐκ τῆς ἰδίας οὐσίας ἐπαγγειλάμενος δέδωκα τῷ δήμῳ, οὐδεμίαν ἡμέραν3 ὑπεύθυνος εἶναί φημι (ἀκούεις Αἰσχίνη;) οὐδʼ ἄλλον οὐδένα, οὐδʼ ἂν τῶν ἐννέʼ ἀρχόντων τις ὢν τύχῃ. τίς γάρ ἐστι νόμος τοσαύτης ἀδικίας καὶ μισανθρωπίας μεστὸς ὥστε τὸν δόντα τι τῶν ἰδίων καὶ ποιήσαντα πρᾶγμα φιλάνθρωπον καὶ φιλόδωρον τῆς χάριτος μὲν ἀποστερεῖν, εἰς τοὺς συκοφάντας δʼ ἄγειν, καὶ τούτους ἐπὶ τὰς εὐθύνας ὧν ἔδωκεν ἐφιστάναι; οὐδὲ εἷς. εἰ δέ φησιν οὗτος, δειξάτω, κἀγὼ στέρξω καὶ σιωπήσομαι.

然而,对于我本着自愿承诺而从私产中捐赠给民众的事物,我断言自己连一天也无须接受审计(你听见了吗,埃斯基涅斯?),任何其他人也无须承担,哪怕他恰好是九执政官之一。因为究竟有哪部法律充满了如此的非义与冷酷,以至于将一个捐献了私产、做出了仁善慷慨之举的人夺去其应得的感激,反而将其引向诬告者,并让这些诬告者对他所捐赠之物进行审计?绝无一部。如果此人说有,就让他出示出来,我便顺服并保持缄默。

§113

ἀλλʼ οὐκ ἔστιν, ἄνδρες Ἀθηναῖοι, ἀλλʼ οὗτος συκοφαντῶν, ὅτι ἐπὶ τῷ θεωρικῷ τότʼ ὢν ἐπέδωκα τὰ χρήματα, ἐπῄνεσεν αὐτό φησίν ὑπεύθυνον ὄντα4 οὐ περὶ τούτων γʼ οὐδενὸς ὧν ὑπεύθυνος ἦν, ἀλλʼ ἐφʼ οἷς ἐπέδωκα, ὦ συκοφάντα. ἀλλὰ καὶ τειχοποιὸς ἦσθα καὶ διά γε τοῦτο ὀρθῶς ἐπῃνούμην, ὅτι τἀνηλωμένʼ ἔδωκα καὶ οὐκ ἐλογιζόμην. ὁ μὲν γὰρ λογισμὸς εὐθυνῶν καὶ τῶν ἐξετασόντων προσδεῖται, ἡ δὲ δωρειὰ χάριτος καὶ ἐπαίνου δικαία ἐστὶ τυγχάνειν· διόπερ ταῦτʼ ἔγραψεν ὁδὶ περὶ ἐμοῦ.

但这绝不存在,雅典的男人们;而是此人进行恶意诬告,只因我当时负责观剧金时捐献了款项,他便说:‘在他尚须接受审计之时,此人称赞了他。’ 但这绝非针对我须受审计的任何公事,而是针对我所捐献的事项,你这个诬告者! ‘但你当时还是修墙长!’ 而正因如此我才受之无愧地获得了称赞,因为我捐赠了所花费的款项而未将其列入公账。因为账目核算确实需要审计和审查官,但赠予却理应获得感激与赞誉;正因如此,眼前这人才就我起草了这些提案。

语法注4 条
  1. 107τοῦ μὴ τὰ δίκαια ποιεῖν

    由定冠词中性单数属格 τοῦ 引导带有否定词 μή 的不定式短语,不带介词而直接表示目的(“为了不履行正当的义务”)。它修饰前面的 ἀναλῶσαι ἄν(“本会花费”),指富人为了逃避公役负担而宁愿耗费重金。

  2. 111ὧν ἢ διακεχείρικʼ ἢ πεπολίτευμαι

    关系代词 ὧν 本应是动词 διακεχείρικα 和 πεπολίτευμαι 的直接宾语(宾格 ἃ),由于省略了先行词 τούτων,受其影响而被牵引(attraction)为属格。谓语形容词 ὑπεύθυνος(对……承担审计责任)支配表示责任对象的属格(即 ὑπεύθυνος εἶναι τούτων ἃ...)。

  3. 112οὐδεμίαν ἡμέραν

    表示时间延续的宾格(“连一天也不”)。它修饰后面的不定式短语 ὑπεύθυνος εἶναι,强调对于出于私产的自愿捐赠这种纯粹的善举,无论在何时都绝不存在任何审计义务。

  4. 113ἐπῄνεσεν αὐτόν φησίν ὑπεύθυνον ὄντα

    对话式的引语插入。φησίν(“他说”)插入在对控告者反驳要点的直接引用中(“在他尚须接受审计之时,此人称赞了他”)。德摩斯梯尼随即做出反驳,区分了受赞扬的对象:不是须受审计的公事,而是捐赠行为本身(ἐφʼ οἷς ἐπέδωκα)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg018.humanitext-grc2:107-113