- 底本
- Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:9.72-9.144
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-22
奥德修斯一行因风暴漂流到食莲者的土地,他不得不强行拉回因食用莲实而忘却归途的同伴。随后,他们航行至独眼巨人领地对面的一个无人居住、野生山羊繁衍的富饶平岛暂避。
καὶ τὰ μὲν ἐς νῆας κάθεμεν1, δείσαντες ὄλεθρον,
我们因害怕毁灭,将帆收入船中,
αὐτὰς δʼ ἐσσυμένως προερέσσαμεν ἤπειρόνδε.
却急忙奋力摇桨,将船划向大陆。
ἔνθα δύω νύκτας δύο τʼ ἤματα συνεχὲς αἰεὶ
在那里,连续两天两夜,
κείμεθʼ, ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.
我们躺着,因疲惫和痛苦而折磨着自己的心灵。
ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,
但是,当秀发美丽的黎明终于带来第三天时,
ἱστοὺς στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες
我们立起桅杆,拉起白色的风帆,
ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.
坐定下来,风和舵手们引导着船只笔直前行。
καί νύ κεν ἀσκηθὴς ἱκόμην2 ἐς πατρίδα γαῖαν·
此时,我本可以安全无恙地回到祖国的土地;
ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν
但当我在绕过马莱亚角时,波浪、潮流
καὶ Βορέης ἀπέωσε, παρέπλαγξεν δὲ Κυθήρων.
和北风将我推开,使我偏离航线到了库特拉岛之外。
ἔνθεν δʼ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν
从那里,我被毁灭性的狂风驱赶了九天,
πόντον ἐπʼ ἰχθυόεντα· ἀτὰρ δεκάτῃ ἐπέβημεν
在鱼群游弋的海洋上漂流;但在第十天,我们登上了
γαίης Λωτοφάγων, οἵ τʼ ἄνθινον εἶδαρ ἔδουσιν.
食莲者的土地,他们以花卉为食。
ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ,
我们在那里登上大陆并汲取了淡水,
αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.
同伴们随即在疾驰的船旁进餐。
αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος,
当我们品尝了食物和饮料之后,
δὴ τοτʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,
那时我便派出同伴前去打探,
οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες
居住在这片土地上吃面包的人是怎样的人,
ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.
我挑选了两个人,并派了第三个人作为传令官同行。
οἱ δʼ αἶψʼ οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν·
他们迅速出发,与食莲者相遇并混在一起;
οὐδʼ ἄρα Λωτοφάγοι μήδονθʼ ἑτάροισιν ὄλεθρον
食莲者并未对我们的同伴
ἡμετέροις, ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι.
企图加害,反而给他们尝了尝莲实。
τῶν δʼ ὅς τις λωτοῖο φάγοι3 μελιηδέα καρπόν,
他们中凡是吃了蜜一般甜美的莲实的人,
οὐκέτʼ ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι,
便不再想回来报信,也不再想归家,
ἀλλʼ αὐτοῦ βούλοντο μετʼ ἀνδράσι Λωτοφάγοισι
而是渴望留在那里,与食莲者一起,
λωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι.
采食莲实,忘却他们的归途。
τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ,
我不顾他们的哭泣,强行将他们带回船上,
νηυσὶ δʼ ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας.
拖进空心的船内,绑在长凳之下。
αὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους
随后,我命令其他忠实的同伴们
σπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων,
急忙登上快捷的船只,
μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται.
免得有人吃了莲实而忘却归途。
οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
他们立刻登船,坐在桨座上,
ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
依次坐定,用桨击打着灰白的海面。
ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ·
从那里,我们怀着悲痛的心情继续向前航行;
Κυκλώπων δʼ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων
我们来到了傲慢无法的独眼巨人的土地,
ἱκόμεθʼ, οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν
他们依赖着长生不老的神明,
οὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτʼ ἀρόωσιν,
既不用双手栽种植物,也不耕作,
ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,
然而一切都无需播种、无需耕耘地生长出来,
πυροὶ καὶ κριθαὶ ἠδʼ ἄμπελοι, αἵ τε φέρουσιν
小麦、大麦以及结出丰硕果实的葡萄藤,
οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει.
它们产出美酒,而宙斯的雨水使它们茂盛。
τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες,
他们中间既没有商议事务的集会,也没有法典,
ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα
而是居住在高山的顶峰,
ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος
栖身于深邃的洞穴中,每个人都对自己的
παίδων ἠδʼ ἀλόχων, οὐδʼ ἀλλήλων ἀλέγουσιν.
妻子和儿女施加法度,彼此毫不关心。
νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος τετάνυσται,
此外,在港口外展延着一座平坦的岛屿,
γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτʼ ἀποτηλοῦ,
距离独眼巨人的土地既不近也不远,
ὑλήεσσʼ· ἐν δʼ αἶγες ἀπειρέσιαι γεγάασιν
森林茂密;岛上有无数的
ἄγριαι· οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει,
野山羊;因为没有任何人类的足迹阻碍它们,
οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται, οἵ τε καθʼ ὕλην
也没有猎人涉足此地,那些在森林中
ἄλγεα πάσχουσιν κορυφὰς ὀρέων ἐφέποντες.
历尽艰辛、追逐山顶的猎手。
οὔτʼ ἄρα ποίμνῃσιν καταΐσχεται οὔτʼ ἀρότοισιν,
这里既无牧群占领,也无人耕种,
ἀλλʼ ἥ γʼ ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάντα
而是终年无需播种、无需耕耘,
ἀνδρῶν χηρεύει, βόσκει δέ τε μηκάδας αἶγας.
空无一人,只养育着咩咩叫的山羊。
οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι,
因为独眼巨人没有红艏的船只,
οὐδʼ ἄνδρες νηῶν ἔνι τέκτονες, οἵ κε κάμοιεν4
他们中间也没有造船匠,能够建造
νῆας ἐυσσέλμους, αἵ κεν τελέοιεν ἕκαστα
桨座完备的船只,那些船能完成所有事情,
ἄστεʼ ἐπʼ ἀνθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰ
驶向人类的城市,就像人们常常
ἄνδρες ἐπʼ ἀλλήλους νηυσὶν περόωσι θάλασσαν·
乘船渡海、互访那样;
οἵ κέ σφιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο5.
那些船匠也会为他们把这座岛屿建成一个宜居的地方。
οὐ μὲν γάρ τι κακή γε, φέροι δέ κεν ὥρια πάντα·
因为这里绝非坏土,而能在季节里产出一切;
ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρʼ ὄχθας
事实上,在灰白的海边有着
ὑδρηλοὶ μαλακοί· μάλα κʼ ἄφθιτοι ἄμπελοι εἶεν.
水源充足、柔软的草地;葡萄藤会生长得极其繁茂。
ἐν δʼ ἄροσις λείη· μάλα κεν βαθὺ λήιον αἰεὶ
岛上也有平整的耕地;他们总能按季节
εἰς ὥρας ἀμῷεν, ἐπεὶ μάλα πῖαρ ὑπʼ οὖδας.
收获极其丰厚(深厚)的庄稼,因为地下的泥土非常肥沃。
ἐν δὲ λιμὴν ἐύορμος, ἵνʼ οὐ χρεὼ πείσματός ἐστιν,
岛上还有一个便于停泊的港口,那里不需要缆绳,
οὔτʼ εὐνὰς βαλέειν οὔτε πρυμνήσιʼ ἀνάψαι,
既不需要抛下锚石,也不需要系上舫缆,
ἀλλʼ ἐπικέλσαντας μεῖναι χρόνον εἰς ὅ κε ναυτέων
只需将船搁浅,等待直到水手们的
θυμὸς ἐποτρύνῃ καὶ ἐπιπνεύσωσιν ἀῆται.
心意催促,并且风势兴起。
αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει ἀγλαὸν ὕδωρ,
在港口之首,流淌着明亮的水源,
κρήνη ὑπὸ σπείους· περὶ δʼ αἴγειροι πεφύασιν.
那是洞穴下方的一处泉水,周围长满了白杨。
ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν
我们向那里驶入,有某位神明在引导,
νύκτα διʼ ὀρφναίην, οὐδὲ προυφαίνετʼ ἰδέσθαι6·
穿过漆黑的夜,前方甚至无光可见;
ἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖʼ ἦν, οὐδὲ σελήνη
因为船只周围弥漫着浓雾,月亮也没有
- 9.72κάθεμεν
历史性不定式(或独立命令用法的不定式),在此起主控动词作用,描述过去发生的动作:因害怕毁灭而迅速“收下风帆”。
- 9.79καί νύ κεν... ἱκόμην
直说过去时 ἱκόμην 与小词 κεν(等同于 ἄν)连用,构成过去违背事实的虚拟语气主句,意为“本可以平安到达(但实际上没有)”。
- 9.94φάγοι
由关系词 ὅς τις 引导的从句中的希求法(optative),表示过去反复发生的条件或概括(“凡是吃的人都……”)。
- 9.126οἵ κε κάμοιεν
带有小词 κε 和希求法的关系从句,表示虚拟或潜在的可能性(potential optative):“(如果他们懂得造船,)他们本可以造出(船只)”。
- 9.130οἵ κέ σφιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο
关系代词 οἵ(指不存在的造船工)为主语,伴随小词 κέ 和直说过去时 ἐκάμοντο,表达过去违背事实的结果从句:“(那些人)本也会将这座岛屿建造成宜居之地”。
- 9.143ἰδέσθαι
解释性不定式(epexegetical infinitive),用以修饰前面的动词 προυφαίνετο(显现),限定其范畴为“为了看”或“在视觉上”。
