- 底本
- Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:9.145-9.216
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-22
奥德修斯一行登上了神秘的岛屿,捕猎野山羊并举行宴会。随后,奥德修斯挑选了十二名精干的同伴,前往探索附近一座居住着庞大巨人的岛屿洞穴。
οὐρανόθεν προύφαινε, κατείχετο δὲ νεφέεσσιν.
天空没有透出光亮,而是被云雾遮蔽。
ἔνθʼ οὔ τις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν,
在那里没有人用眼睛看见那座岛屿,
οὔτʼ οὖν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσον
甚至也没有看见滚向陆地的长长波浪,
εἰσίδομεν, πρὶν νῆας ἐυσσέλμους ἐπικέλσαι1.
直到我们将整备良好的船只驶上陆地。
κελσάσῃσι δὲ νηυσὶ2 καθείλομεν ἱστία πάντα,
船只搁浅后,我们降下了所有的帆,
ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·
我们自己也走上了海浪拍击的沙滩;
ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.
我们在那里沉沉睡去,等待着神圣的黎明。
ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
当清晨诞生的、玫瑰红指头的黎明出现时,
νῆσον θαυμάζοντες ἐδινεόμεσθα κατʼ αὐτήν.
我们对这座岛屿赞叹不已,在岛上四处转悠。
ὦρσαν δὲ νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,
执盾者宙斯的女儿——山林仙女们,赶起了
αἶγας ὀρεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι.
山野的野山羊,好让我的同伴们进餐。
αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους
我们立刻从船里拿出了
εἱλόμεθʼ ἐκ νηῶν, διὰ δὲ τρίχα κοσμηθέντες
弯弓和长柄猎枪,分成三队排好,
βάλλομεν· αἶψα δʼ ἔδωκε θεὸς μενοεικέα θήρην.
进行射杀;神立刻赐予了我们满意的猎物。
νῆες μέν μοι ἕποντο δυώδεκα, ἐς δὲ ἑκάστην
尾随我的船只共有十二艘,分配给每艘船的
ἐννέα λάγχανον αἶγες· ἐμοὶ δὲ δέκʼ ἔξελον οἴῳ.
山羊有九只;而唯独给我一人挑出了十只。
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
于是,在太阳落山之前的整整一天,
ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
我们坐着享用无尽的肉食和甘甜的美酒;
οὐ γάρ πω νηῶν ἐξέφθιτο οἶνος ἐρυθρός,
因为船上的红酒还没有喝光,
ἀλλʼ ἐνέην· πολλὸν γὰρ ἐν ἀμφιφορεῦσιν ἕκαστοι
而是还有剩余;因为我们在夺取基科涅斯人的
ἠφύσαμεν Κικόνων. ἱερὸν πτολίεθρον ἑλόντες.
神圣城堡时,每个人都在双耳罐里汲取了许多酒。
Κυκλώπων δʼ ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων,
我们遥望着近在咫尺的独眼巨人的土地,
καπνόν τʼ αὐτῶν τε φθογγὴν3 ὀίων τε καὶ αἰγῶν.
看到了他们的烟雾,听到了他们以及绵羊和山羊的叫声。
ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
当太阳落山、暮色降临时,
δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
那时我们便在海浪拍击的沙滩上睡去。
ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
当清晨诞生的、玫瑰红指头的黎明出现时,
καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·
那时我召集了集会,对所有人说道:
ἄλλοι μὲν νῦν μίμνετʼ, ἐμοὶ ἐρίηρες ἑταῖροι·
“其他的人现在留在这里,我忠实的同伴们;
αὐτὰρ ἐγὼ σὺν νηί τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισιν
而我将带着我自己的船和同伴们
ἐλθὼν τῶνδʼ ἀνδρῶν πειρήσομαι, οἵ τινές εἰσιν,
前去打探那些人,看看他们是什么样的人,
ἤ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
究竟是傲慢、野蛮而不讲正义的人,
ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.
还是好客、且怀有敬畏神明之心的人。”
ὣς εἰπὼν ἀνὰ νηὸς ἔβην, ἐκέλευσα δʼ ἑταίρους
说完这些,我登上了船,并命令我的同伴们
αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
也登船并解开舫缆。
οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
他们立刻登船,坐在桨座上,
ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
依次坐定,用桨击打着灰白的海面。
ἀλλʼ ὅτε δὴ τὸν χῶρον ἀφικόμεθʼ ἐγγὺς ἐόντα,
当我们终于来到那临近的地方时,
ἔνθα δʼ ἐπʼ ἐσχατιῇ σπέος εἴδομεν ἄγχι θαλάσσης,
我们在海边的尽头看到一处洞穴,
ὑψηλόν, δάφνῃσι κατηρεφές. ἔνθα δὲ πολλὰ
很高,上面覆盖着月桂树;在那里有许多
μῆλʼ, ὄιές τε καὶ αἶγες, ἰαύεσκον· περὶ δʼ αὐλὴ
牲畜,即绵羊和山羊,在里面过夜;周围建有一座
ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισι
用深埋于地下的石头和
μακρῇσίν τε πίτυσσιν ἰδὲ δρυσὶν ὑψικόμοισιν.
高耸的松树及枝叶茂密的高大橡树筑成的高高围墙。
ἔνθα δʼ ἀνὴρ ἐνίαυε πελώριος, ὅς ῥα τὰ μῆλα
里面住着一个庞大的汉子,他总是独自一人
οἶος ποιμαίνεσκεν ἀπόπροθεν· οὐδὲ μετʼ ἄλλους
在远处放牧那些牲畜;他不与其他人
πωλεῖτʼ, ἀλλʼ ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδη4.
交往,而是退居一旁,行事不遵法度。
καὶ γὰρ θαῦμʼ ἐτέτυκτο πελώριον, οὐδὲ ἐῴκει
事实上,他也是一个庞大的奇迹,并不像
ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι
吃面包的人类,反而像高山上
ὑψηλῶν ὀρέων, ὅ τε φαίνεται οἶον ἀπʼ ἄλλων.
被森林覆盖的顶峰,孤零零地耸立在众山之外。
δὴ τότε τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους
那时,我命令其他忠实的同伴们
αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι,
留在船旁并看守船只,
αὐτὰρ ἐγὼ κρίνας ἑτάρων δυοκαίδεκʼ ἀρίστους
而我挑选了十二名最优秀的同伴
βῆν· ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιο
出发了;我带着一皮袋香甜的
ἡδέος, ὅν μοι ἔδωκε Μάρων, Εὐάνθεος υἱός,
红酒,那是埃万特斯之子马隆送给我的,
ἱρεὺς Ἀπόλλωνος, ὃς Ἴσμαρον ἀμφιβεβήκει,
他是守护伊斯马罗斯的阿波罗的神官,
οὕνεκά μιν σὺν παιδὶ περισχόμεθʼ ἠδὲ γυναικὶ
因为我们出于敬畏而保护了他
ἁζόμενοι· ᾤκει γὰρ ἐν ἄλσεϊ δενδρήεντι
连同他的妻子和孩子;因为他住在福波斯·阿波罗的
Φοίβου Ἀπόλλωνος. ὁ δέ μοι πόρεν ἀγλαὰ δῶρα·
茂密圣林中。他送给我精美的礼物:
χρυσοῦ μέν μοι ἔδωκʼ ἐυεργέος ἑπτὰ τάλαντα,
他给了我七个精工制造的金塔兰同,
δῶκε δέ μοι κρητῆρα πανάργυρον, αὐτὰρ ἔπειτα
还送我一个纯银的调酒瓮,接着
οἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσας
他在十二个双耳罐里汲满了
ἡδὺν ἀκηράσιον, θεῖον ποτόν· οὐδέ τις αὐτὸν
香甜纯净的美酒,那是一杯神仙饮料;
ἠείδη δμώων οὐδʼ ἀμφιπόλων ἐνὶ οἴκῳ,
家里的男女仆役中没有一个人知道这酒,
ἀλλʼ αὐτὸς ἄλοχός τε φίλη ταμίη τε μίʼ οἴη.
只有他自己、他的爱妻和唯一的一位女管家知道。
τὸν δʼ ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρόν,
每当他们饮用这如蜜般甜美的红酒时,
ἓν δέπας ἐμπλήσας ὕδατος ἀνὰ εἴκοσι μέτρα
他倒满一杯酒,然后兑入二十倍的水,
χεῦʼ, ὀδμὴ δʼ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει
调酒瓮里散发出甜蜜而神奇的
θεσπεσίη· τότʼ ἂν οὔ τοι ἀποσχέσθαι φίλον ἦεν.
芬芳;那时,任谁也不想克制不饮。
τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ᾖα
我带了满满一大袋这种酒,并在皮袋里装了干粮;
κωρύκῳ· αὐτίκα γάρ μοι ὀίσατο θυμὸς ἀγήνωρ
因为我高傲的心灵立刻预感到,
ἄνδρʼ ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν,
将有一个身披巨大神力的男子向我们逼来,
ἄγριον, οὔτε δίκας ἐὺ εἰδότα οὔτε θέμιστας.
那是一个野蛮、不晓得公平和法度的家伙。
καρπαλίμως δʼ εἰς ἄντρον ἀφικόμεθʼ, οὐδέ μιν ἔνδον
我们迅速来到了洞穴,但没有在里面找到他,
- 9.148πρὶν νῆας ἐυσσέλμους ἐπικέλσαι
πρὶν 与不定式的结构。ἐπικέλλω 既可作不及物动词(“船只搁浅”),也可作及物动词(“使船只搁浅”),因此 νῆας 既可作该不定式的动作主体(宾格主语),也可作直接宾语。无论哪种理解,其核心意思都是“直到整备良好的船只搁浅/驶上岸”。
- 9.149κελσάσῃσι δὲ νηυσὶ
与格绝对(dative absolute)的早期用法,或表示时间/环境的与格,意为“当船只搁浅时”。其功能类似于后来散文中的属格绝对(genitive absolute)。
- 9.167καπνόν τʼ αὐτῶν τε φθογγὴν
动词 ἐλεύσσομεν(“我们注视着”)的直接宾语。其中“烟”(καπνόν)是视觉对象,而“声音”(φθογγὴν)是听觉对象。这里使用了一种被称为“一词两用”(zeugma)的修辞手法,即用一个表示视觉感官的动词同时支配不同感官领域的两个名词。
- 9.189ἀθεμίστια ᾔδη
动词 ᾔδη(οἶδα “知道”的过去完成时,在此作未完成过去时用)在这里意为“懂得、实践”。中性复数宾格形容词 ἀθεμίστια 作直接宾语,意为“他心怀不法之事”(即“他行事不遵法度”)。
