- 底本
- Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:9.1-9.71
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-22
在阿尔基诺奥斯国王的询问下,奥德修斯表明了自己的身份和家乡伊塔卡,并开始讲述自特洛伊归国途中的艰辛历程,叙述了在首个停泊地伊斯马罗斯与基科涅斯人的战斗与惨败及随后的风暴。
τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
足智多谋的奥德修斯回答他说道:
Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
“高贵的阿尔基诺奥斯,在所有人民中最为杰出的人啊,
ἦ τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
的确,倾听这样一位歌手歌唱是件极美的事情,
τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.
他的声音就像神明一样。
οὐ γὰρ ἐγώ γέ τί φημι τέλος1 χαριέστερον εἶναι
因为我认为,没有比这更令人愉悦的至福了:
ἢ ὅτʼ ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα,
当欢乐充满整个城邦,
δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ
宴会上的宾客在殿堂里依次坐定,倾听歌手,
ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι
他们身旁的桌子上摆满了面包和肉,
σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων
斟酒人从混酒器中汲出美酒,
οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι·
捧着并将其倒入杯中;
τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.
在我心中,这似乎是最美好的景象。
σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα
然而您的心却倾向于询问我那令人哀伤的痛苦,
εἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω·
好让我更加悲伤地叹息。
τί πρῶτόν τοι ἔπειτα, τί δʼ ὑστάτιον καταλέξω;
那么,我该先向您诉说些什么,最后又该诉说些什么呢?
κήδεʼ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες.
因为天上的神明赐予了我太多的哀伤。
νῦν δʼ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖς
现在我首先要说出我的名字,好让你们也知道,
εἴδετʼ, ἐγὼ δʼ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ
并且当我此后逃脱了那无情的毁灭之日,
ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων.
即使我住在遥远的家园,也能成为你们的客人。
εἴμʼ Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν
我是拉埃尔特斯之子奥德修斯,因种种计谋
ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει.
而为世人所知,我的名声直达天际。
ναιετάω δʼ Ἰθάκην ἐυδείελον· ἐν δʼ ὄρος αὐτῇ
我居住在阳光明媚的伊塔卡,那里有一座山,
Νήριτον εἰνοσίφυλλον, ἀριπρεπές· ἀμφὶ δὲ νῆσοι
树叶摇曳的内里托恩山,极其瞩目;而在它周围,
πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι,
许多岛屿彼此紧邻着,
Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.
有杜利基翁、萨梅和森林茂密的扎金索斯。
αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη2 εἰν ἁλὶ κεῖται
伊塔卡本身地势低平,位于海中最后方(最西端),
πρὸς ζόφον, αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε,
面向着黑暗;而其他的岛屿则偏向黎明和太阳。
τρηχεῖʼ, ἀλλʼ ἀγαθὴ κουροτρόφος· οὔ τοι ἐγώ γε
这里虽然崎岖,却是一个培育青年的好地方;对我来说,
ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.
我实在看不出有什么能比自己的祖国更甜美。
ἦ μέν μʼ αὐτόθʼ ἔρυκε Καλυψώ, δῖα θεάων,
的确,神明中高贵的卡吕普索曾把我留在那儿,
ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι·
在她深邃的洞穴里,渴望我做她的丈夫;
ὣς δʼ αὔτως Κίρκη κατερήτυεν ἐν μεγάροισιν
同样,埃埃亚的狡黠的喀耳刻也曾将我挽留
Αἰαίη δολόεσσα, λιλαιομένη πόσιν εἶναι·
在她的宫殿里,渴望我做她的丈夫;
ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.
然而她们从未说服我胸中的心灵。
ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων
确实,没有什么比自己的祖国和父母更甜美的了,
γίγνεται, εἴ περ καί τις ἀπόπροθι πίονα οἶκον
即使有人远在异乡,远离父母,
γαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων.
居住在富庶的宅邸中。
εἰ δʼ ἄγε τοι καὶ νόστον ἐμὸν πολυκηδέʼ ἐνίσπω,
那么,来吧,让我向您讲述我那充满忧患的归途,
ὅν μοι Ζεὺς ἐφέηκεν ἀπὸ Τροίηθεν ἰόντι.
那是宙斯在我从特洛伊归来时强加于我的。
Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν,
风把我从伊利翁带走,送到了基科涅斯人的土地,
Ἰσμάρῳ. ἔνθα δʼ ἐγὼ πόλιν ἔπραθον, ὤλεσα δʼ αὐτούς·
靠近伊斯马罗斯。在那里,我攻陷了城池,杀死了他们;
ἐκ πόλιος δʼ ἀλόχους καὶ κτήματα πολλὰ λαβόντες
我们从城中夺走他们的妻子和许多财宝,
δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.
并进行了分发,免得有人没能分到均等的份额便离去。
ἔνθʼ ἦ τοι μὲν ἐγὼ διερῷ ποδὶ3 φευγέμεν ἡμέας
那时,我确实下令让我们用敏捷的双脚逃跑,
ἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο.
但他们极其愚蠢,没有听从。
ἔνθα δὲ πολλὸν μὲν μέθυ πίνετο, πολλὰ δὲ μῆλα
在那里,他们饮了许多美酒,在海滩上
ἔσφαζον παρὰ θῖνα καὶ εἰλίποδας ἕλικας βοῦς·
宰杀了许多羊群和步履沉重、角弯蹄宽的牛群。
τόφρα δʼ ἄρʼ οἰχόμενοι Κίκονες Κικόνεσσι γεγώνευν,
与此同时,基科涅斯人前去呼唤其他的基科涅斯人,
οἵ σφιν γείτονες ἦσαν, ἅμα πλέονες καὶ ἀρείους,
那些是他们的邻居,人数更多也更为勇敢,
ἤπειρον ναίοντες, ἐπιστάμενοι μὲν ἀφʼ ἵππων
居住在内陆,懂得如何骑马战斗,
ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα.
也懂得在需要时作为步兵作战。
ἦλθον ἔπειθʼ ὅσα φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ,
随后,他们像春天里的落叶和鲜花一样繁多地涌来,
ἠέριοι· τότε δή ῥα κακὴ Διὸς αἶσα παρέστη
就在清晨;那时,宙斯降下的恶运临到了
ἡμῖν αἰνομόροισιν, ἵνʼ ἄλγεα πολλὰ πάθοιμεν.
我们这些命运悲惨的人身上,好让我们遭受重重苦难。
στησάμενοι δʼ ἐμάχοντο μάχην παρὰ νηυσὶ θοῇσι,
他们列好阵势,在疾驰的船旁交战,
βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.
用装有青铜标头的长矛互相投射。
ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
只要依然是清晨,神圣的一天还在渐进,
τόφρα δʼ ἀλεξόμενοι μένομεν πλέονάς περ ἐόντας.
我们就一直坚守并击退他们,尽管他们人数更多。
ἦμος δʼ ἠέλιος μετενίσσετο βουλυτόνδε,
但当太阳西斜到解开牛轭的时分,
καὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς.
就在那时,基科涅斯人打败并击退了阿开亚人。
ἓξ δʼ ἀφʼ ἑκάστης νηὸς ἐυκνήμιδες ἑταῖροι
每艘船上有六位护胫精美的伙伴
ὤλονθʼ· οἱ δʼ ἄλλοι φύγομεν θάνατόν τε μόρον τε.
丧生;而我们其余的人则逃脱了死亡和毁灭的命运。
ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
从那里,我们怀着悲痛的心情继续向前航行,
ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.
为逃脱死亡而庆幸,却也为失去亲爱的伙伴而悲伤。
οὐδʼ ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι,
然而,我那两舷弯曲的船只没有继续前行,
πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῦσαι4,
除非我们对那些在平原上被基科涅斯人杀害的、
οἳ θάνον ἐν πεδίῳ Κικόνων ὕπο δῃωθέντες.
悲惨的伙伴们中的每一个人大声呼喊了三遍。
νηυσὶ δʼ ἐπῶρσʼ ἄνεμον Βορέην νεφεληγερέτα Ζεὺς
聚云的宙斯用可怕的风暴向船只刮起北风波雷阿斯,
λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε
并用乌云遮蔽了
γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.
大地和海洋;黑夜从天空中降临。
αἱ μὲν ἔπειτʼ ἐφέροντʼ ἐπικάρσιαι, ἱστία δέ σφιν
船只随后被吹得倾斜流失,
τριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο.
风的暴烈将它们的帆撕成了三、四片碎布。
- 9.5τέλος
名词,意为“终点”或“圆满”,此处用于表示“幸福的极境”或“至高的享受”。它与后文由“ὅτε”引导的从句结合,加强了比较级句式,意为“没有什么比……的时候更令人愉悦的了”。
- 9.25χθαμαλὴ πανυπερτάτη
“χθαμαλή”(低平的)与“πανυπερτάτη”(最高或最深处的)这两个看似矛盾的形容词并列。通常解释为:伊塔卡虽然地势“低平”,但由于其位于最西端,在广阔的海洋中处于“最偏远(最深处)”的位置。
- 9.43διερῷ ποδὶ
形容词“διερός”在词源上意为“湿润的”或“有生气的”。此处引申为“用充满活力的双脚”,即“敏捷地”或“趁着还活着的时候”,修饰奥德修斯下达的紧急撤退命令。
- 9.65τρὶς ἕκαστον ἀῦσαι
指古代的一种招魂仪式,即在启航前对每个未能收尸的阵亡同伴的名字大声呼喊三遍,以安抚亡魂。配合连词“πρίν”(在……之前),表达了在完成这一仪式之前,绝对不容许船只前行的强烈责任感。
