- 底本
- Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:9.217-9.286
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-21
奥德修斯等人进入波吕斐摩斯的洞穴等待其归来,但怪物回来后用巨石堵住洞口并严厉盘问。奥德修斯机智地谎称他们的船只已经触礁失事。
εὕρομεν, ἀλλʼ ἐνόμευε νομὸν κάτα πίονα μῆλα.
我们没有找到他,但他正在肥沃的牧场上放牧他的肥羊。
ἐλθόντες δʼ εἰς ἄντρον ἐθηεύμεσθα ἕκαστα.
我们进入洞穴后,怀着惊奇注视着里面的每一样东西。
ταρσοὶ μὲν τυρῶν βρῖθον, στείνοντο δὲ σηκοὶ
装干酪的架子沉甸甸的,圈里挤满了
ἀρνῶν ἠδʼ ἐρίφων· διακεκριμέναι δὲ ἕκασται
小羊羔和小山羊;它们被分开
ἔρχατο, χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι,
关在不同地方:早生的在一处,中生的在一处,
χωρὶς δʼ αὖθʼ ἕρσαι. ναῖον δʼ ὀρῷ ἄγγεα πάντα,
刚出生的又在一处。所有的器皿里都盛满了乳清,
γαυλοί τε σκαφίδες τε, τετυγμένα, τοῖς ἐνάμελγεν.
那些做工精细的木桶和木盆,都是他平时用来挤奶的。
ἔνθʼ ἐμὲ μὲν πρώτισθʼ ἕταροι λίσσοντʼ ἐπέεσσιν
那时,我的同伴们首先竭力劝说我,
τυρῶν αἰνυμένους ἰέναι πάλιν, αὐτὰρ ἔπειτα
拿些干酪就往回走,然后
καρπαλίμως ἐπὶ νῆα θοὴν ἐρίφους τε καὶ ἄρνας
迅速把小羊和小山羊从圈里赶出来,
σηκῶν ἐξελάσαντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ·
赶上我们快速的船只,在咸涩的海面上起航;
ἀλλʼ ἐγὼ οὐ πιθόμην, ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν1,
但我没有听从,尽管那本要好得多,
ὄφρʼ αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη.
为的是让我能见到他本人,看看他是否会送我客人的礼物。
οὐδʼ ἄρʼ ἔμελλʼ ἑτάροισι φανεὶς ἐρατεινὸς ἔσεσθαι.
然而,当他出现时,对我的同伴们来说,他绝不会是一个可爱的人。
ἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶ
我们在那里生起火,献了祭,自己也
τυρῶν αἰνύμενοι φάγομεν, μένομέν τέ μιν ἔνδον
拿些干酪吃了,在里面坐着等他,
ἥμενοι, ἧος ἐπῆλθε νέμων. φέρε δʼ ὄβριμον ἄχθος
直到他放牧回来。他扛着一担沉重的
ὕλης ἀζαλέης, ἵνα οἱ ποτιδόρπιον εἴη,
干木柴,那是为了他准备晚饭之用;
ἔντοσθεν δʼ ἄντροιο βαλὼν ὀρυμαγδὸν ἔθηκεν·
他把木柴扔在洞内,发出一声巨响;
ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ ἐς μυχὸν ἄντρου.
我们惊恐万分,慌忙逃进洞穴的最深处。
αὐτὰρ ὅ γʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα
而他把肥羊赶进了宽敞的洞穴,
πάντα μάλʼ ὅσσʼ ἤμελγε, τὰ δʼ ἄρσενα λεῖπε θύρηφιν,
所有那些他要挤奶的母羊,把公羊留在了门外,
ἀρνειούς τε τράγους τε, βαθείης ἔκτοθεν αὐλῆς.
包括公绵羊和公山羊,留在了深围墙的外边。
αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,
接着他把一块巨大的门石高高举起并堵上,
ὄβριμον· οὐκ ἂν τόν γε δύω καὶ εἴκοσʼ ἄμαξαι
那是一块沉重的石头;即使是二十二辆
ἐσθλαὶ τετράκυκλοι ἀπʼ οὔδεος ὀχλίσσειαν·
精良的四轮马车也无法将它从地面上撬动;
τόσσην ἠλίβατον πέτρην ἐπέθηκε θύρῃσιν.
他把这样一块高耸的巨石堵在了门口。
ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,
他坐下来,给绵羊和咩咩叫的山羊挤奶,
πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.
一切按部就班,并把小羊送回各自的母亲怀下。
αὐτίκα δʼ ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος
接着,他立刻把一半白色的奶凝固起来,
πλεκτοῖς ἐν ταλάροισιν ἀμησάμενος κατέθηκεν,
盛在编好的篮子里放好,
ἥμισυ δʼ αὖτʼ ἔστησεν ἐν ἄγγεσιν, ὄφρα οἱ εἴη
另一半放在器皿里,以便让他自己
πίνειν αἰνυμένῳ καί οἱ ποτιδόρπιον εἴη.
取来饮用,并作为他晚餐的饮料。
αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,
当他忙碌地做完了他的这些工作后,
καὶ τότε πῦρ ἀνέκαιε καὶ εἴσιδεν, εἴρετο δʼ ἡμέας·
就在那时他拨旺了火并看到了我们,开口问道:
ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;
“陌生人,你们是谁?你们从哪里航行过这片水路?
ἦ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε,
是因为经商,还是漫无目的地漂泊,
οἷά τε ληιστῆρες, ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται
像海盗那样在海上游荡?他们
ψυχὰς παρθέμενοι2 κακὸν ἀλλοδαποῖσι φέροντες;
冒着生命危险,给异乡人带来灾难。”
ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτε κατεκλάσθη φίλον ἦτορ,
他这样说着,而我们的心在胸中再次碎裂,
δεισάντων φθόγγον τε βαρὺν αὐτόν τε πέλωρον.
害怕他低沉的声音和他那庞大可怖的身躯。
ἀλλὰ καὶ ὥς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·
但即便如此,我还是开口回答他道:
ἡμεῖς τοι Τροίηθεν ἀποπλαγχθέντες Ἀχαιοὶ
“我们是从特洛伊迷失方向回国的阿开亚人,
παντοίοις ἀνέμοισιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης,
被各种风吹拂过大得无边无际的海面,
οἴκαδε ἱέμενοι, ἄλλην ὁδὸν ἄλλα κέλευθα
渴望着回家,却走了另外的路、另外的航线
ἤλθομεν· οὕτω που Ζεὺς ἤθελε μητίσασθαι.
来到这里;想必这是宙斯意欲筹划的事情。
λαοὶ δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος εὐχόμεθʼ εἶναι,
我们自豪地自称是阿特柔斯之子阿伽门农的部下,
τοῦ δὴ νῦν γε μέγιστον ὑπουράνιον κλέος ἐστί·
他的名声现在在天底下确实是最大的;
τόσσην γὰρ διέπερσε πόλιν καὶ ἀπώλεσε λαοὺς
因为他毁灭了那么巨大的城市,消灭了众多的
πολλούς. ἡμεῖς δʼ αὖτε κιχανόμενοι τὰ σὰ γοῦνα
百姓。而我们来到这里,抚摸着你的膝盖,
ἱκόμεθʼ, εἴ τι πόροις ξεινήιον ἠὲ καὶ ἄλλως
恳求你,看你是否愿意提供一份客礼,或者以其他方式
δοίης δωτίνην, ἥ τε ξείνων θέμις ἐστίν.
赠予我们礼物,这是对客人应有的礼遇。
ἀλλʼ αἰδεῖο, φέριστε, θεούς· ἱκέται δέ τοί εἰμεν,
请敬畏神明吧,最尊贵的人,我们是你的求助者,
Ζεὺς δʼ ἐπιτιμήτωρ ἱκετάων τε ξείνων τε,
宙斯是求助者和客人的保护者与复仇者,
ξείνιος, ὃς ξείνοισιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.
是客人的神,他陪伴着应受尊敬的客人。”
ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ·
我这样说,而他立刻以无情的心回答我:
νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,
“你真是个傻瓜,陌生人,或者你来自极远的地方,
ὅς με θεοὺς κέλεαι ἢ δειδίμεν ἢ ἀλέασθαι·
居然叫我要么惧怕神明要么躲避他们;
οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν
因为独眼巨人根本不在乎手持盾牌的宙斯,
οὐδὲ θεῶν μακάρων, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·
也不在乎福乐的神明,因为我们确实比他们强大得多;
οὐδʼ ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμην
我绝不会为了躲避宙斯的怨恨而放过
οὔτε σεῦ οὔθʼ ἑτάρων, εἰ μὴ θυμός με κελεύοι3.
你或你的同伴,除非我的心意命令我这么做。
ἀλλά μοι εἴφʼ ὅπῃ ἔσχες ἰὼν ἐυεργέα νῆα,
但请告诉我,你来的时候把你做工精良的船只泊在何处?
ἤ που ἐπʼ ἐσχατιῆς, ἦ καὶ σχεδόν, ὄφρα δαείω.
是在陆地的尽头,还是在近处?好让我知晓。”
ὣς φάτο πειράζων, ἐμὲ δʼ οὐ λάθεν εἰδότα πολλά4,
他这样说是在试探我,但这瞒不过见多识广的我,
ἀλλά μιν ἄψορρον προσέφην δολίοις ἐπέεσσι·
于是我用欺骗的语言反驳他道:
νέα μέν μοι κατέαξε Ποσειδάων ἐνοσίχθων
“我的船被震地者波塞冬撞碎了,
πρὸς πέτρῃσι βαλὼν ὑμῆς ἐπὶ πείρασι γαίης,
在你们土地边缘的岩石上撞击,
ἄκρῃ προσπελάσας· ἄνεμος δʼ ἐκ πόντου ἔνεικεν·
当时正靠近海岬;风从海上把它吹了过去;
αὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκφυγον αἰπὺν ὄλεθρον.
而我带着这些人,九死一生逃脱了这可怕的毁灭。”
- 9.228ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν
由 ἄν 搭配直陈式过去未完成时(ἦεν)构成的反事实条件从句的归结句。基于前句 οὐ πιθόμην(“我没有听从”),此处省略了相应的条件从句(“如果我当时听从了伴侣们的话”)。
- 9.255ψυχὰς παρθέμενοι
使用动词 παρατίθημι 的不定过去时中动分词 παρθέμενοι 构成的习惯用法。字面意思是“把自己的生命置于一旁”,意为冒生命危险或“赌上性命”。
- 9.278εἰ μὴ θυμός με κελεύοι
连词 εἰ 搭配祈愿式(κελεύοι)的结构。由于主句带有潜在的祈愿/直陈虚拟语气结构(277行的 ἄν 跨行修饰此处的否定意志),这构成了潜在条件句,表达了主观的保留或假设性条件(“除非我自己的心意命令我”)。
- 9.281ἐμὲ δʼ οὐ λάθεν εἰδότα πολλά
动词 λανθάνω(不定过去时第三人称单数 active 形式 λάθεν)带宾格直接宾语(ἐμὲ)和补充性分词(εἰδότα)的句式。字面意思是“我这个见多识广的人并没有被瞒过”,生动地表达了奥德修斯凭借丰富的经验立刻识破了对方的诡计。
