- 底本
- Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:9.287-9.354
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-21
独眼巨人残忍地杀害并吞食了奥德修斯的同伴,并将他们困在洞穴中。奥德修斯想出了复仇的计划,他与留下的同伴一起用橄榄木棍削制了一根尖桩以备行动。
ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο νηλέι θυμῷ,
我这样说,而他并没有以无情的心回答我任何话,
ἀλλʼ ὅ γʼ ἀναΐξας ἑτάροις ἐπὶ χεῖρας ἴαλλε,
反而跳起来,向我的同伴们伸出双手,
σὺν δὲ δύω μάρψας1 ὥς τε σκύλακας ποτὶ γαίῃ
猛地抓住其中两个,像小狗一样往地上
κόπτʼ· ἐκ δʼ ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν.
摔了过去;脑浆流淌在地上,浸湿了泥土。
τοὺς δὲ διὰ μελεϊστὶ ταμὼν ὡπλίσσατο δόρπον·
他把他们肢解,准备了自己的晚餐;
ἤσθιε δʼ ὥς τε λέων ὀρεσίτροφος, οὐδʼ ἀπέλειπεν,
他像一只山林里长大的狮子一样吞食着,毫不留情,
ἔγκατά τε σάρκας τε καὶ ὀστέα μυελόεντα.
无论是内脏、肌肉,还是含有骨髓的骨头。
ἡμεῖς δὲ κλαίοντες ἀνεσχέθομεν Διὶ χεῖρας,
我们流着泪向宙斯高举双手,
σχέτλια ἔργʼ ὁρόωντες, ἀμηχανίη δʼ ἔχε θυμόν.
目睹这惨绝人寰的一幕,心中一片绝望。
αὐτὰρ ἐπεὶ Κύκλωψ μεγάλην ἐμπλήσατο νηδὺν
然而,当独眼巨人填饱了他巨大的肚子,
ἀνδρόμεα κρέʼ ἔδων καὶ ἐπʼ ἄκρητον γάλα πίνων,
吃饱了人肉,又喝下了纯净的鲜奶,
κεῖτʼ ἔντοσθʼ ἄντροιο τανυσσάμενος διὰ μήλων.
他便在洞穴里、在羊群中伸展身体躺了下来。
τὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμὸν
我下定决心,在自己高贵的心中,
ἆσσον ἰών, ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ,
走近他,从大腿旁拔出锋利的宝剑,
οὐτάμεναι πρὸς στῆθος, ὅθι φρένες ἧπαρ ἔχουσι,
刺向他的胸口,就是横隔膜托住肝脏的位置,
χείρʼ ἐπιμασσάμενος· ἕτερος δέ με θυμὸς ἔρυκεν.
用手摸索着;然而,另一个念头阻止了我。
αὐτοῦ γάρ κε καὶ ἄμμες ἀπωλόμεθʼ2 αἰπὺν ὄλεθρον·
因为我们在那里也会落得悲惨灭亡的下场;
οὐ γάρ κεν δυνάμεσθα θυράων ὑψηλάων
因为我们根本无力用双手将他堵在
χερσὶν ἀπώσασθαι λίθον ὄβριμον, ὃν προσέθηκεν.
高大门口的那块沉重巨石推开。
ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.
因此,在那个时候,我们叹息着等待着神圣的黎明。
ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
当那早生的、玫瑰色手指的黎明破晓时,
καὶ τότε πῦρ ἀνέκαιε καὶ ἤμελγε κλυτὰ μῆλα,
那时他也点燃了火,给奇妙的羊群挤奶,
πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.
一切按部就班,并把小羊送回各自的母亲怀下。
αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,
当他忙碌地做完了他的这些工作后,
σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δεῖπνον.
接着他又抓起两个同伴,准备了自己的饭食。
δειπνήσας δʼ ἄντρου ἐξήλασε πίονα μῆλα,
吃过饭后,他将肥壮的羊群赶出洞外,
ῥηιδίως ἀφελὼν θυρεὸν μέγαν· αὐτὰρ ἔπειτα
轻松地挪开了巨大的门石;接着
ἂψ ἐπέθηχʼ, ὡς εἴ τε φαρέτρῃ πῶμʼ ἐπιθείη.
他又重新堵上,就像是给箭袋盖上盖子一样。
πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα
独眼巨人吹着响亮的哨子,将肥羊赶往山间;
Κύκλωψ· αὐτὰρ ἐγὼ λιπόμην κακὰ βυσσοδομεύων,
而我留在了后面,在心底暗中策划着复仇,
εἴ πως τισαίμην, δοίη δέ μοι εὖχος Ἀθήνη.
如果我能以某种方式惩罚他,愿雅典娜赐予我荣耀。
ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.
在我心中,这似乎是最好的计划。
Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ,
在羊圈旁放着独眼巨人的一根巨大木棒,
χλωρὸν ἐλαΐνεον· τὸ μὲν ἔκταμεν, ὄφρα φοροίη
是未干的橄榄木;这是他砍下来,准备等晒干后
αὐανθέν. τὸ μὲν ἄμμες ἐίσκομεν εἰσορόωντες
随身携带的。看着它,我们觉得它
ὅσσον θʼ ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης,
足有一艘二十桨的黑色宽大货船的桅杆那么大,
φορτίδος εὐρείης, ἥ τʼ ἐκπεράᾳ μέγα λαῖτμα·
那是跨越大洋的宽大商船;
τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι.
看起来,它就是有那么长、那么粗。
τοῦ μὲν ὅσον τʼ ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰς
我站在它旁边,砍下大约一寻长的一段,
καὶ παρέθηχʼ ἑτάροισιν, ἀποξῦναι δʼ ἐκέλευσα·
放在同伴们面前,命令他们把它削平整;
οἱ δʼ ὁμαλὸν ποίησαν· ἐγὼ δʼ ἐθόωσα παραστὰς
他们把它削得光滑,而我站在旁边,把一头
ἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ.
削尖,紧接着拿起来,在熊熊烈火中烤硬。
καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ,
我把它完好地藏在粪堆下面,
ἥ ῥα κατὰ σπείους κέχυτο μεγάλʼ ἤλιθα πολλή·
那些粪便在洞穴里堆得厚厚的一大片。
αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσθαι ἄνωγον3,
然后我命令其余的人抓阄,
ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείρας
看谁敢和我一起抬起这根木棒,
τρῖψαι ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι.
在他沉沉入睡的时候,戳进他的眼睛里并旋转它。
οἱ δʼ ἔλαχον τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι,
抓中阄的人正是我自己也最希望挑选的那些人,
τέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην.
一共有四个,而我自己作为第五个加入了他们。
ἑσπέριος δʼ ἦλθεν καλλίτριχα μῆλα νομεύων.
傍晚时分,他赶着毛色优美的羊群回来了。
αὐτίκα δʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα
他立刻把肥壮的羊群全部赶进宽敞的洞里,
πάντα μάλʼ, οὐδέ τι λεῖπε βαθείης ἔκτοθεν αὐλῆς,
一头也没有留在深围墙的外面,
ἤ τι ὀισάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν.
也许是他预感到了什么,或者是某位神明如此命令的。
αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,
接着他把一块巨大的门石高高举起并堵上,
ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,
他坐下来,给绵羊和咩咩叫的山羊挤奶,
πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.
一切按部就班,并把小羊送回各自的母亲怀下。
αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,
当他忙碌地做完了他的这些工作后,
σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δόρπον.
接着他又抓起两个同伴,准备了自己的晚餐。
καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς,
就在那时,我走上前去靠近独眼巨人,对他说道,
κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο·
手里拿着一个盛满深色葡萄酒的常春藤木杯:
Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα,
“独眼巨人,拿去,喝点酒,既然你已经吃了人肉,
ὄφρʼ εἰδῇς οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθει
好让你知道我们那艘船上装的是什么样的好饮。
ἡμετέρη. σοὶ δʼ αὖ λοιβὴν φέρον, εἴ μʼ ἐλεήσας
我原本把它带来献祭给你,希望你怜悯我,送我回家;而你的狂暴已到了让人无法忍受的地步。
οἴκαδε πέμψειας· σὺ δὲ μαίνεαι οὐκέτʼ ἀνεκτῶς.
残酷的人,你做了如此不合情理的事,
σχέτλιε, πῶς κέν τίς σε καὶ ὕστερον ἄλλος ἵκοιτο
今后还会有谁来拜访你呢?”
ἀνθρώπων πολέων, ἐπεὶ οὐ κατὰ μοῖραν ἔρεξας;
我这样说,而他接过酒一饮而尽,极度喜欢
ὣς ἐφάμην, ὁ δʼ ἔδεκτο καὶ ἔκπιεν· ἥσατο δʼ αἰνῶς
这甘美的饮料,并再次向我讨要第二杯。
ἡδὺ ποτὸν πίνων καὶ μʼ ᾔτεε δεύτερον αὖτις·
- 9.289σὺν δὲ δύω μάρψας
介词 `σύν` 与后面的分词 `μάρψας` 分离使用(割裂法/tmesis)。这是史诗中的特征现象,实际上等同于复合动词 `συμμάρψας`(“同时抓住”)。
- 9.303κε καὶ ἄμμες ἀπωλόμεθʼ
带有语气助词 `κε`(相当于 `ἄν`)的直陈式过去时(`ἀπωλόμεθα`),表示与过去事实相反的虚拟结果(“因为我们在那里也会灭亡”)。紧接着的 `οὐ γάρ κεν δυνάμεσθα` 同样表示与现状相反的“不能”。
- 9.331κλήρῳ πεπαλάσθαι ἄνωγον
完成时被动/中动不定式 `πεπαλάσθαι`(“抽签/摇签”)作为动词 `ἄνωγον`(“命令”)的宾语。不定式的发动者是 `τοὺς ἄλλους`(宾格),构成了“宾格加不定式”结构(AcI)。
