荷马

奥德赛

§6.68-6.134

瑙西卡阿河边洗衣与奥德修斯苏醒

阿尔基诺俄斯应瑙西卡阿之请备好马车,瑙西卡阿便与侍女们前往河边洗衣。洗衣完毕后,她们玩起皮球,其呼喊声惊醒了沉睡的奥德修斯,他警觉地从灌木丛中现身。

← 上一节下一节 →

οὔτε τοι ἡμιόνων φθονέω, τέκος, οὔτε τευ ἄλλου.

“孩子,我不吝惜给你骡子,也不吝惜其他任何东西。

ἔρχευ· ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην

你去吧;仆人们会为你准备好马车,

ὑψηλὴν ἐύκυκλον, ὑπερτερίῃ ἀραρυῖαν.

高大、轮子运转良好且配有上部荷箱的。

ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δʼ ἐπίθοντο.

说完,他吩咐仆人们,他们便服从了。

οἱ μὲν ἄρʼ ἐκτὸς ἄμαξαν ἐύτροχον ἡμιονείην

他们便在外面整备那辆轮子运转良好的骡车,

ὥπλεον, ἡμιόνους θʼ ὕπαγον ζεῦξάν θʼ ὑπʼ ἀπήνῃ·

牵来骡子,把它们套在车下;

κούρη δʼ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν.

少女则从闺房中捧出光鲜的衣物。

καὶ τὴν μὲν κατέθηκεν ἐυξέστῳ ἐπʼ ἀπήνῃ,

她把衣物放在精雕细琢的马车上,

μήτηρ δʼ ἐν κίστῃ ἐτίθει μενοεικέʼ ἐδωδὴν

母亲则在箱子里放进各种合意的食物,

παντοίην, ἐν δʼ ὄψα τίθει, ἐν δʼ οἶνον ἔχευεν

放入美味的配菜,并在羊皮袋里

ἀσκῷ ἐν αἰγείῳ· κούρη δʼ ἐπεβήσετʼ ἀπήνης.

倒进葡萄酒;随后少女登上了马车。

δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,

母亲还用金瓶装了滑润的橄榄油给她,

ἧος χυτλώσαιτο1 σὺν ἀμφιπόλοισι γυναιξίν.

以便她和侍女们在沐浴后涂抹。

δʼ ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα,

她执起鞭子和光鲜的缰绳,

μάστιξεν δʼ ἐλάαν· καναχὴ δʼ ἦν ἡμιόνοιιν.

挥鞭驱驰;两只骡子发出蹄声。

αἱ δʼ ἄμοτον τανύοντο, φέρον δʼ ἐσθῆτα καὶ αὐτήν,

它们奋力奔驰,载着衣物和她,

οὐκ οἴην2, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.

并非她独自一人,随行的还有其他侍女们。

αἱ δʼ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέʼ ἵκοντο,

当她们来到那条极其美丽的河流旁,

ἔνθʼ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δʼ ὕδωρ

那里确有四季不断的洗濯池,大量

καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι,

清凉的美水从下涌出,足以洗净极脏之物,

ἔνθʼ αἵ γʼ ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης.

在那里她们把骡子从马车下解开。

καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα

并把它们驱赶到旋涡激荡的河边,

τρώγειν ἄγρωστιν μελιηδέα· ταὶ δʼ ἀπʼ ἀπήνης

去吃那甜如蜂蜜的青草;而她们则从车上

εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ,

用手取出衣物,抱进深色的河水,

στεῖβον δʼ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι.

在洗濯槽里快速践踏,竞相洗濯。

αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα,

但当她们洗净并除去了所有的污垢,

ἑξείης πέτασαν παρὰ θῖνʼ ἁλός, ἧχι μάλιστα

便把衣物在海滩上顺次铺开,那里最是

λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα.

大海冲刷岸边卵石最净之处。

αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπʼ ἐλαίῳ

她们洗完澡,涂抹了润滑的橄榄油,

δεῖπνον ἔπειθʼ εἵλοντο παρʼ ὄχθῃσιν ποταμοῖο,

随后在河岸旁进餐,

εἵματα δʼ ἠελίοιο μένον τερσήμεναι αὐγῇ.

等待衣物在太阳的光芒下晒干。

αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή,

当侍女们和她自己都吃饱之后,

σφαίρῃ ταὶ δʼ ἄρʼ ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι·

她们便脱下头巾,玩起了皮球;

τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.

白臂的瑙西卡阿在她们中间领头唱歌。

οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεα ἰοχέαιρα,

就像喜爱射箭的阿耳忒弥斯穿行在山间,

κατὰ Τηΰγετον περιμήκετον Ἐρύμανθον,

或是在高耸的泰格托斯山或埃里曼托斯山,

τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι·

戏耍着野猪与疾驰的鹿;

τῇ δέ θʼ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,

随同她一起的,是盾牌主宰者宙斯的女儿们,那些山野的仙女,

ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ·

她们在原野嬉戏,勒托也心中欢喜;

πασάων δʼ ὑπὲρ γε κάρη ἔχει ἠδὲ μέτωπα,

阿耳忒弥斯的身头和额角高出她们所有人,

ῥεῖά τʼ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι·

虽说个个美丽,但她轻易便能被认出;

ὣς γʼ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.

就这样,这位未嫁的少女在女仆们中格外显眼。

ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πάλιν οἶκόνδε νέεσθαι

但当她准备套上骡子、叠好美衣,

ζεύξασʼ ἡμιόνους πτύξασά τε εἵματα καλά,

启程返回家园时,

ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη,

闪眸女神雅典娜此时又有了别的主意,

ὡς Ὀδυσεὺς ἔγροιτο3, ἴδοι τʼ ἐυώπιδα κούρην,

要让奥德修斯醒来,看见这容貌美丽的少女,

οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο.

好让她引路带他去斐阿克斯人的城邦。

σφαῖραν ἔπειτʼ ἔρριψε μετʼ ἀμφίπολον βασίλεια·

接着,公主把球扔给了一位侍女;

ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δʼ ἔμβαλε δίνῃ·

她没投中侍女,球落入了深邃的漩涡中;

αἱ δʼ ἐπὶ μακρὸν ἄυσαν· δʼ ἔγρετο δῖος Ὀδυσσεύς,

她们发出尖厉的叫声;高贵的奥德修斯惊醒过来,

ἑζόμενος δʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν·

他坐起来,在心灵和胸膛中思索着:

μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;

“哎呀,我这次又是到了什么样的人类的土地?

ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,

他们是傲慢、野蛮而不讲正义的人,

ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;

还是热情好客、心怀敬神之意的人?

ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή·

仿佛有少女们阴柔的呼喊声在我四周响起,

νυμφάων, αἳ ἔχουσʼ ὀρέων αἰπεινὰ κάρηνα

就像是占领着高耸山头、

καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.

河流源头和葱郁草地的仙女们的呼喊。

νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων;

难道我其实正处在能口吐人言的凡人附近?

ἀλλʼ ἄγʼ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι.

且慢,让我自己去试探一下,看个究竟。

ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς,

说完,高贵的奥德修斯从灌木丛下爬了出来,

ἐκ πυκινῆς δʼ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ

用粗壮的手从茂密的林木中折下一根绿枝,

φύλλων, ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός.

以便用树叶遮挡住男子的私处。

βῆ δʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς,

他走了出来,就像一只对自己力量充满自信的深山雄狮,

ὅς τʼ εἶσʼ ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε

它顶着风雨前行,它的双眼

δαίεται· αὐτὰρ βουσὶ μετέρχεται ὀίεσσιν

闪烁着怒火;它闯入牛群、羊群,

ἠὲ μετʼ ἀγροτέρας ἐλάφους· κέλεται δέ γαστὴρ

或者追逐野鹿;饥饿的腹部驱使着它,

μήλων πειρήσοντα4 καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·

甚至要闯入坚固的羊圈去捕食羊只。

语法注4 条
  1. 6.80ἧος χυτλώσαιτο

    连词 ἧος(ἕως 的荷马式形式)通常表示时间(“直到”或“当……之时”),但在此处与祈愿式 χυτλώσαιτο 连用,引导一个表示目的的从句(“为了让她能够……”)。此处使用祈愿式,是因为主句动词 δῶκεν(不定过去时)之后的间接引语/历史时态关联引起的斜格祈愿式。

  2. 6.84οὐκ οἴην

    形容词 οἶος(“单独的”、“唯一的”)的阴性单数宾格形式。虽然乍看之下它似乎修饰主格的 κούρη(少女),但实际上它修饰前句 φέρον δʼ ἐσθῆτα καὶ αὐτήν(“载着衣物和她”)中的宾格代词 αὐτήν,起同位语式的补充说明作用,意为“并非她独自一人”。

  3. 6.113ὡς Ὀδυσεὺς ἔγροιτο

    连词 ὡς 引导一个目的从句(“为了让奥德修斯醒来”),并伴有祈愿式 ἔγροιτο(以及 ἴδοι)。此处使用祈愿式是由于主句动词 ἐνόησε 处于历史时态(不定过去时)而导致的斜格祈愿式。

  4. 6.134πειρήσοντα

    将来时主动分词的阳性单数宾格形式。它修饰前面的宾格代词 ἑ(“他”,指代雄狮),而非主格主语 γαστήρ(“腹部”,为阴性名词)。将来时分词在此处表示目的(“为了去捕食/试探”),并以属格 μήλων 作为其宾格对象。

模型:gemini-3.5-flashurn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:6.68-6.134