荷马

奥德赛

§6.1-6.67

雅典娜托梦瑙西卡阿与请求马车

雅典娜前往斐阿克斯人的国度,托梦给阿尔基诺俄斯王之女瑙西卡阿,催促她去洗濯衣物。次日清晨醒来后,瑙西卡阿请求父亲为她准备一辆马车。

← 上一节下一节 →

ὣς μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς

就这样,忍苦而高贵的奥德修斯在彼处沉睡,

ὕπνῳ καὶ καμάτῳ ἀρημένος· αὐτὰρ Ἀθήνη

为睡眠与疲惫所困。然而雅典娜

βῆ ῥʼ ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε,

去了斐阿克斯人的城邦和国土,

οἳ πρὶν μέν ποτʼ ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ,

他们此前曾居住在辽阔的许培雷亚,

ἀγχοῦ Κυκλώπων ἀνδρῶν ὑπερηνορεόντων,

靠近那些傲慢的独眼巨人,

οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν.

后者常来侵害他们,且在力量上更为强大。

ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής,

神一般的瑙西托俄斯使他们迁离,引领着他们,

εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων,

并安置在斯刻里亚,远离那些食粮的凡人,

ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει, καὶ ἐδείματο οἴκους,

并在城周筑起围墙,建造房屋,

καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατʼ ἀρούρας.

建起神殿,分配了耕地。

ἀλλʼ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,

但他已受命运支配,去了冥府,

Ἀλκίνοος δὲ τότʼ ἦρχε, θεῶν ἄπο μήδεα εἰδώς.

此时由阿尔基诺俄斯执政,他从神明处获得智慧。

τοῦ μὲν ἔβη πρὸς δῶμα θεά, γλαυκῶπις Ἀθήνη,

闪眸女神雅典娜前往他的宫殿,

νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα.

为伟大的奥德修斯谋划归国之路。

βῆ δʼ ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ἔνι κούρη

她走进精雕细琢的卧房,在那里有一位少女

κοιμᾶτʼ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη,

正躺着安睡,其身材与容貌犹如不朽的神明,

Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,

她就是大度心灵的阿尔基诺俄斯之女,瑙西卡阿。

πὰρ δὲ δύʼ ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι,

身旁有两位女仆,拥有来自美惠三女神的美貌,

σταθμοῖιν ἑκάτερθε· θύραι δʼ ἐπέκειντο φαειναί.

守在门柱两旁;闪亮的门扉紧闭着。

δʼ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης,

她如同一阵风般掠过,来到少女的榻前,

στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν,

立在她床头,对她开口说话,

εἰδομένη1 κούρῃ ναυσικλειτοῖο Δύμαντος,

她化身为以航海闻名的迪马斯之女,

οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ.

她与瑙西卡阿同龄,深得其心。

τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη·

闪眸女神雅典娜化作她的模样,说道:

Ναυσικάα, τί νύ σʼ ὧδε μεθήμονα γείνατο μήτηρ;

“瑙西卡阿,你的母亲怎会生下你这般懈怠的女儿?

εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα,

你那些光鲜的衣物正被弃置一旁没人照管,

σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν

而你的婚礼已近在眼前,那时你不仅自己需要穿上美衣,

ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σʼ ἄγωνται.

还要为迎娶你的人们提供衣裳。

ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει

因为由此会给凡人带来美名,

ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ.

父亲和尊贵的母亲也会感到欣喜。

ἀλλʼ ἴομεν2 πλυνέουσαι ἅμʼ ἠοῖ φαινομένηφι·

所以,让我们随着黎明的曙光一同去洗濯吧;

καί τοι ἐγὼ συνέριθος ἅμʼ ἕψομαι, ὄφρα τάχιστα

我也会作为你的助手一同前往,好让你能尽早

ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι·

做好准备,因为你做处女的日子已经不长了。

ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον

因为在这个有你同族的斐阿克斯人城邦中,

πάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ.

名门望族们都已经向你求婚。

ἀλλʼ ἄγʼ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸ

所以,快在天亮前劝说你那高贵的父亲,

ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, κεν ἄγῃσι

备好骡子和马车,以便运载

ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.

腰带、裙袍和光鲜的床单。

καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσιν

而且这对你而言,也远比徒步

ἔρχεσθαι· πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος.

前往要好得多;因为洗濯池离城很远。

μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη

说完这些,闪眸女神雅典娜便离去了,

Οὔλυμπόνδʼ, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ

前往奥林匹斯,世人说那里是诸神永恒稳固的居所。

ἔμμεναι. οὔτʼ ἀνέμοισι τινάσσεται οὔτε ποτʼ ὄμβρῳ

那里既不为狂风所动摇,也从未被雨水

δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλʼ αἴθρη

湿润,亦无白雪飘落;只有无云的

πέπταται ἀνέφελος, λευκὴ δʼ ἐπιδέδρομεν αἴγλη·

晴空展露,白色的光芒洒满其上。

τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα.

幸福的神明们终日在那里欢愉。

ἔνθʼ ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ.

闪眸女神在向少女交代完毕后,便回到了那里。

αὐτίκα δʼ Ἠὼς ἦλθεν ἐύθρονος, μιν ἔγειρε

随即,美座的黎明女神降临,唤醒了

Ναυσικάαν ἐύπεπλον· ἄφαρ δʼ ἀπεθαύμασʼ ὄνειρον,

身着美袍的瑙西卡阿;她立刻对梦境感到惊奇,

βῆ δʼ ἰέναι διὰ δώμαθʼ, ἵνʼ ἀγγείλειε τοκεῦσιν,

穿过宫殿去向父母禀报,

πατρὶ φίλῳ καὶ μητρί· κιχήσατο δʼ ἔνδον ἐόντας·

她那挚爱的父亲和母亲;她发现他们就在屋里。

μὲν ἐπʼ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν

母亲正和侍女们坐在炉火旁,

ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα· τῷ δὲ θύραζε

纺着海紫色的毛线;而在门外她遇见了

ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας

正要出门前往议事会的父亲,

ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.

高贵的斐阿克斯人正在那里召集他。

δὲ μάλʼ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε·

她走上前,紧挨着挚爱的父亲说道:

πάππα φίλʼ, οὐκ ἂν δή μοι ἐφοπλίσσειας3 ἀπήνην

“亲爱的爸爸,您难道不能为我准备一辆马车,

ὑψηλὴν ἐύκυκλον, ἵνα κλυτὰ εἵματʼ ἄγωμαι

高大而轮子运转良好的那种,好让我能把

ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται;

这些弄脏了的华美衣物运到河边去洗干净?

καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα

而且对您自己而言,在首领们中间

βουλὰς βουλεύειν καθαρὰ χροΐ εἵματʼ ἔχοντα.

商议国事时,身上穿着干净的衣裳才是体面的。

πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν,

况且您的府上还有五个可爱的儿子,

οἱ δύʼ ὀπυίοντες, τρεῖς δʼ ἠίθεοι θαλέθοντες·

其中两个已经娶妻,三个还是朝气蓬勃的未婚青年;

οἱ δʼ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματʼ ἔχοντες

他们总是希望穿着洗得干干净净的衣服

ἐς χορὸν ἔρχεσθαι· τὰ δʼ ἐμῇ φρενὶ πάντα μέμηλεν.

去参加舞蹈;这些事在我的心里都要操心。

ὣς ἔφατʼ· αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναι

她这样说着;因为她感到羞怯,不便向亲爱的父亲

πατρὶ φίλῳ. δὲ πάντα νόει καὶ ἀμείβετο μύθῳ·

提起成婚之事。而他明白了一切,用言语回答道:

语法注3 条
  1. 6.22εἰδομένη

    分词 εἰδομένη(εἴδομαι“相似、显现”的现在中被动分词单数阴性主格)修饰主句主语雅典娜。它支配与格 κούρῃ,意为“化身为……的女儿”。

  2. 6.31ἴομεν

    虚拟式 ἴωμεν(“让我们走”)的短元音形式。在主句中起劝诱虚拟式的作用。

  3. 6.57οὐκ ἂν δή μοι ἐφοπλίσσειας

    带有否定词 οὐκ 和语气词 ἄν 的希求式(ἐφοπλίσσειας,不定过去时希求式第二人称单数)用于表达礼貌的请求或委婉的询问(“您难道不能为我准备……”),避免了直接命令的突兀。

模型:gemini-3.5-flashurn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:6.1-6.67