荷马

奥德赛

§4.498-4.565

阿开亚诸将的归宿与普罗透斯的预言

海中老神普罗透斯讲述了小埃阿斯和阿伽门农在归国途中的悲惨命运,并透露奥德修斯被囚禁在卡吕普索的岛上。随后他预言梅涅劳斯非但不会死去,反而将被送往埃吕西翁平原。

← 上一节下一节 →

εἷς δʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ.

还有一人,我想,依然活着,被阻留在辽阔的大海之上。

Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι.

埃阿斯同他那长桨的船只一道被毁灭。

Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεν

波塞冬首先将他带到居拉伊的

πέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης·

大岩石旁,并将他自海中救起。

καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ,

若非他口出狂言且犯下大错,尽管为雅典娜所憎恨,

εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγʼ ἀάσθη1·

他本也已逃脱了死劫;

φῆ ῥʼ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης.

他竟声称,自己违背神明之意逃离了大波汹涌的深海。

τοῦ δὲ Ποσειδάων μεγάλʼ ἔκλυεν αὐδήσαντος·

波塞冬听到了他的大声叫嚷;

αὐτίκʼ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν

随即,他用强有力的双手执起三叉戟,

ἤλασε Γυραίην πέτρην, ἀπὸ δʼ ἔσχισεν αὐτήν·

击打居拉伊的大岩,将其劈成两半;

καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ,

其中一半留在原处,而碎裂的另一半坠入海中,

τῷ ῥʼ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγʼ ἀάσθη·

而这正是埃阿斯起初坐着并犯下大错的那块岩石;

τὸν δʼ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.

它载着他,坠入波涛汹涌、无边无际的大海深处。

ὣς μὲν ἔνθʼ ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.

就这样,他在那里喝下咸咸的海水,走向了毁灭。

σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδʼ ὑπάλυξεν

而你的兄弟,我想,想必逃脱并避开了死劫,

ἐν νηυσὶ γλαφυρῇσι· σάωσε δὲ πότνια Ἥρη.

在虚空的船只中;高贵的赫拉救了他。

ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε Μαλειάων ὄρος αἰπὺ

然而,正当他即将抵达

ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα

马勒亚的险峻岬角时,暴风突然将他卷起,

πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα,

载着沉重叹息的他,越过鱼群汇聚的大海,

ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστης

送至国土的边缘,那里曾是瑟乌埃斯忒斯的居所,

τὸ πρίν, ἀτὰρ τότʼ ἔναιε Θυεστιάδης Αἴγισθος.

而当时则住着瑟乌埃斯忒斯之子埃癸斯托斯。

ἀλλʼ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων,

但当从那里也展现出平安归国的希望,

ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδʼ ἵκοντο,

神明将顺风转回,使他们回到了家园,

τοι μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης

他确实满心欢喜地踏上了祖国的土地,

καὶ κύνει ἁπτόμενος ἣν πατρίδα· πολλὰ δʼ ἀπʼ αὐτοῦ

抚摸并亲吻着自己的家园;温热的

δάκρυα θερμὰ χέοντʼ, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.

泪水夺眶而出,因为他无比欣喜地看见了自己的土地。

τὸν δʼ ἄρʼ ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσεν

然而,高处的一个哨兵看见了他,那是诡计多端的埃癸斯托斯

Αἴγισθος2 δολόμητις ἄγων, ὑπὸ δʼ ἔσχετο μισθὸν

带去并安插在那里的,并许诺给以

χρυσοῦ δοιὰ τάλαντα· φύλασσε δʼ γʼ εἰς ἐνιαυτόν,

黄金两塔兰同作为报酬;他守候了整整一年,

μή λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς.

免得他悄无声息地走过去,并展现出勇猛的武力。

βῆ δʼ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.

于是他动身前往宫殿,向子民的牧者报信。

αὐτίκα δʼ Αἴγισθος δολίην ἐφράσσατο τέχνην·

埃癸斯托斯随即筹划了一个机巧的阴谋:

κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους

他在城邦中选拔了二十位最杰出的勇士,

εἷσε λόχον, ἑτέρωθι δʼ ἀνώγει δαῖτα πένεσθαι.

设下埋伏,同时在另一处下令准备宴席。

αὐτὰρ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶν

而他自己则带着马匹和战车,

ἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων.

心怀不轨地去迎请子民的牧者阿伽门农。

τὸν δʼ οὐκ εἰδότʼ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνεν

他将对死期一无所知的阿伽门农迎入,并在款待宴毕后

δειπνίσσας3, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.

将其杀害,正如有人在饲料槽旁宰杀一头牛那样。

οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθʼ οἵ οἱ ἕποντο,

追随他的阿特柔斯之子的同伴无一幸免,

οὐδέ τις Αἰγίσθου, ἀλλʼ ἔκταθεν ἐν μεγάροισιν.

埃癸斯托斯的部下也同样没有留下,他们全都惨死在宫殿里。

ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,

他这样说,我的心便碎了,

κλαῖον δʼ ἐν ψαμάθοισι καθήμενος, οὐδέ νύ μοι κῆρ

我坐在沙滩上痛哭,内心不再

ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.

渴望活下去,不再渴望看见太阳的光芒。

αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην,

然而,当我哭够了、在地上打滚够了之后,

δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής·

那时真诚的海中老神便对我说:

μηκέτι, Ἀτρέος υἱέ, πολὺν χρόνον ἀσκελὲς οὕτω

‘阿特柔斯之子啊,不要再这样执拗地长久

κλαῖʼ, ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν· ἀλλὰ τάχιστα

哭泣了,因为我们找不到任何解救之法;相反,你应该尽快

πείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι.

设法回到你的祖国家园。

γάρ μιν ζωόν γε κιχήσεαι, κεν Ὀρέστης

因为你要么会发现他还活着,要么俄瑞斯忒斯已经

κτεῖνεν ὑποφθάμενος4, σὺ δέ κεν τάφου ἀντιβολήσαις.

先发制人将他杀害,而你也许能赶上他的葬礼。

ὣς ἔφατʼ, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωρ

他这样说,尽管我深感悲痛,

αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη,

我的心和高傲的灵魂在胸中再次得到了温暖,

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·

于是我开口向他吐露翼言:

τούτους μὲν δὴ οἶδα· σὺ δὲ τρίτον ἄνδρʼ ὀνόμαζε,

‘这两人的情况我已经知晓;但请你道出第三个人的名字,

ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέι πόντῳ

那依然活着并被阻留在辽阔大海上、

ἠὲ θανών· ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι.

或是已经死去的人;哪怕深感悲痛,我也渴望听到他的消息。

ὣς ἐφάμην, δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·

我这样说,他随即回答说道:

υἱὸς Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκία ναίων·

‘那是拉埃尔忒斯之子,他在伊萨卡建有家园;

τὸν δʼ ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα,

我曾看见他在一座岛上潸然泪下,

νύμφης ἐν μεγάροισι Καλυψοῦς, μιν ἀνάγκῃ

在仙女卡吕普索的宫殿里,她强行留住了他;

ἴσχει· δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·

而他却无法回到自己的祖国家园;

οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,

因为他身边没有配桨的船只和同伴,

οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.

能送他越过辽阔大海的脊背。

σοὶ δʼ οὐ θέσφατόν ἐστι, διοτρεφὲς Μενέλαε,

至于你,受宙斯庇佑的梅涅劳斯啊,在养育骏马的

Ἄργει ἐν ἱπποβότῳ θανέειν5 καὶ πότμον ἐπισπεῖν,

阿耳戈斯死去并迎来你的阳寿终结,并非神意所定,

ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης

相反,永生的神明们会将你送往埃吕西翁平原和大地之极,

ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς,

那里住着金发的拉达曼苏斯,

τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν·

那里的人们过着最无忧无虑的生活;

语法注5 条
  1. 4.502καί νύ κεν ἔκφυγε κῆρα ... εἰ μὴ ... ἔκβαλε καὶ ... ἀάσθη

    过去反事实条件句结构。主句中的助词 `κεν` 搭配直陈式过去时(`ἔκφυγε`),与条件从句中 `εἰ μή` 搭配直陈式过去时(`ἔκβαλε` 与 `ἀάσθη`)相结合,表示与过去事实相反的假设:“若非他口出狂言并犯下大错,他本可以逃脱死劫”。

  2. 4.524ὅν ῥα καθεῖσεν Αἴγισθος

    关系代词 `ὅν` 的结构分析。关系代词 `ὅν` 指代前文的哨兵(`σκοπός`),在关系从句中充当动词 `καθεῖσεν`(“安插、派遣”)的直接宾语(宾格),表明该哨兵是埃癸斯托斯为了监视而部署的。

  3. 4.534δειπνίσσας

    过去时主动分词 `δειπνίσσας` 的用法。该分词作状语,表示在主句动词 `κατέπεφνεν`(“杀害”)之前发生的动作,即“在设宴款待他之后(将其杀害)”,与随后的“宰牛”喻言相呼应,突出了行凶的残忍与狡诈。

  4. 4.546ἤ κεν Ὀρέστης κτεῖνεν ὑποφθάμενος

    助词 `κεν` 与直陈式过去时 `κτεῖνεν` 连用,表示对过去已发生之事的某种可能性推测(“或者俄瑞斯忒斯早已抢先一步杀死了他”)。分词 `ὑποφθάμενος`(“抢先”)在此作副词性修饰,修饰杀害这一动作。

  5. 4.561σοὶ δʼ οὐ θέσφατόν ἐστι ... θανέειν

    非人称表达与不定式主语。形容词作表语的非人称句 `θέσφατόν ἐστι`(“是神意的/运命的”)以不定式 `θανέειν`(“死去”)作为实质上的主语,而与格代词 `σοὶ` 则作为该不定式逻辑上的主语,表示“对于你而言,死在阿耳戈斯并非运命”。

模型:gemini-3.5-flashurn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:4.498-4.565