荷马

奥德赛

§20.65-20.129

佩涅洛佩的哀求与宙斯的霹雳吉兆

佩涅洛佩在极度悲哀中向神明祈求死亡,或被暴风卷走,并回忆起昨夜梦见奥德修斯的情景。奥德修斯醒来后向宙斯祈求吉兆,随后得到了晴天霹雳以及一位疲惫的磨面女仆所发出的吉兆之言。

← 上一节下一节 →

ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο.

把我抛入回流的俄刻阿诺斯的出口中。

ὡς δʼ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι·

或者像风暴卷走潘达瑞奥斯的女儿们时那样;

τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δʼ ἐλίποντο

神明毁灭了她们的父母,而她们

ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖʼ Ἀφροδίτη

在殿堂里沦为孤儿,高贵的阿佛洛狄忒抚育了她们,

τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ·

用奶酪、甘甜的蜂蜜和美酒;

Ἥρη δʼ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν

赫拉赐予她们超越所有女子的

εἶδος καὶ πινυτήν, μῆκος δʼ ἔπορʼ Ἄρτεμις ἁγνή,

美貌和聪慧,贞洁的阿尔忒弥斯赐予她们身段,

ἔργα δʼ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι.

雅典娜教导她们学会精湛的手艺。

εὖτʼ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον,

当高贵的阿佛洛狄忒前往高耸的奥林匹斯,

κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο

为姑娘们请求美满婚姻的成就——

ἐς Δία τερπικέραυνον, γάρ τʼ εὖ οἶδεν ἅπαντα,

向乐于轰雷的宙斯,因为他深知一切,

μοῖράν τʼ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων

凡人男女的命运与不幸——

τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο

就在那时,哈耳庇厄们把姑娘们抢走,

καί ῥʼ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν·

交给可憎的复仇女神们充当侍从;

ὣς ἔμʼ ἀϊστώσειαν Ὀλύμπια δώματʼ ἔχοντες,

愿住在奥林匹斯神殿的诸神也这样让我消逝,

ἠέ μʼ ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρʼ Ὀδυσῆα

或者愿美发的阿尔忒弥斯射中我,好让我注视着奥德修斯

ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην,

而前往可憎的地底,

μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα.

而绝不去取悦任何平庸男子的心。

ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τις

然而这种灾祸也还是可以忍受的,只要有人

ἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ,

在白日哭泣,心中充满深切的悲哀,

νύκτας δʼ ὕπνος ἔχῃσιν γάρ τʼ ἐπέλησεν ἁπάντων,

而在夜晚有睡眠占有他——因为睡眠能让人忘却一切,

ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἄρ βλέφαρʼ ἀμφικαλύψῃ

无论是好事还是坏事,一旦它遮盖了眼睑——

αὐτὰρ ἐμοὶ καὶ ὀνείρατʼ ἐπέσσευεν κακὰ δαίμων.

但神明却甚至把恶梦也塞给白天的我。

τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ1,

因为就在今夜,一个与他极其相似的人睡在我的身旁,

τοῖος ἐὼν οἷος ᾖεν ἅμα στρατῷ· αὐτὰρ ἐμὸν κῆρ

就像他当年随军出发时那样;我的心

χαῖρʼ, ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλʼ ὕπαρ ἤδη.

因此欢喜,因为我以为这不是梦境,而是已经成了现实。

ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.

她这样说着,金宝座的黎明随即来临。

τῆς δʼ ἄρα κλαιούσης ὄπα σύνθετο δῖος Ὀδυσσεύς·

高贵的奥德修斯听到了她哭泣的声音;

μερμήριζε δʼ ἔπειτα, δόκησε δέ οἱ κατὰ θυμὸν

他随后陷入沉思,在他的心中觉得

ἤδη γιγνώσκουσα παρεστάμεναι κεφαλῆφι2.

她仿佛已经认出了他,正站在他的床头。

χλαῖναν μὲν συνελὼν καὶ κώεα, τοῖσιν ἐνεῦδεν,

他收起自己睡觉时盖着的大氅和羊皮,

ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην

放在大殿里的椅子上,又把牛皮

θῆκε θύραζε φέρων, Διὶ δʼ εὔξατο χεῖρας ἀνασχών·

拿到门外放下,高举双手向宙斯祈祷:

Ζεῦ πάτερ, εἴ μʼ ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ ὑγρὴν

“父老宙斯,如果你们有意引导我,越过陆地和海洋

ἤγετʼ3 ἐμὴν ἐς γαῖαν, ἐπεί μʼ ἐκακώσατε λίην,

回到我自己的国土,在你们极其残酷地折磨我之后,

φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων

请让醒来的凡人中有人在屋里对我说出吉兆之言,

ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω.

并且在屋外显现出宙斯的其他奇兆。

ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε μητίετα Ζεύς,

他这样祈祷着说;足智多谋的宙斯听到了他的祈求,

αὐτίκα δʼ ἐβρόντησεν ἀπʼ αἰγλήεντος Ὀλύμπου,

立刻在光辉闪耀的奥林匹斯山发出雷鸣,

ὑψόθεν ἐκ νεφέων· γήθησε δὲ δῖος Ὀδυσσεύς.

在云霄高处;高贵的奥德修斯大为欢喜。

φήμην δʼ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς

在屋子附近,一个磨面的妇人发出了吉兆之言,

πλησίον, ἔνθʼ ἄρα οἱ μύλαι ἥατο ποιμένι λαῶν,

那地方正设有这位子民牧者的磨石,

τῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες

一共有十二个妇人在那里辛勤工作,

ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν.

制作大麦面粉和粗麦粉——男人们的骨髓。

αἱ μὲν ἄρʼ ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν,

其他人都已经睡了,因为她们磨完了麦子,

δὲ μίʼ οὔπω παύετʼ, ἀφαυροτάτη δʼ ἐτέτυκτο·

唯独有一个还没有停手,因为她身体最虚弱;

ῥα μύλην στήσασα ἔπος φάτο, σῆμα ἄνακτι·

她停下磨石,说了一句话,作为给主人的预兆:

Ζεῦ πάτερ, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσεις,

“父老宙斯,你主宰着神明和凡人,

μεγάλʼ ἐβρόντησας ἀπʼ οὐρανοῦ ἀστερόεντος,

你确实从繁星点点的天空中发出了巨大的雷鸣,

οὐδέ ποθι νέφος ἐστί· τέρας νύ τεῳ τόδε φαίνεις.

而天空中根本没有云彩;你一定是在向谁显现这个奇兆。

κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος, ὅττι κεν εἴπω·

现在请为我这可怜的妇人成全我所说的这句话吧:

μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε

愿求婚者们在今天最后一次,也是最末一次,

ἐν μεγάροις Ὀδυσῆος ἑλοίατο δαῖτʼ ἐρατεινήν,

在奥德修斯的殿堂里享受他们那迷人的宴席,

οἳ δή μοι καμάτῳ θυμαλγέι· γούνατʼ ἔλυσαν4

他们用痛彻心扉的劳累摧毁了我的膝头,

ἄλφιτα τευχούσῃ· νῦν ὕστατα δειπνήσειαν.

为了制作大麦面粉;愿他们现在吃这最后的一餐。

ὣς ἄρʼ ἔφη, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς

她这样说着,高贵的奥德修斯为这吉兆之言

Ζηνός τε βροντῇ· φάτο γὰρ τίσασθαι ἀλείτας.

和宙斯的雷鸣感到欢喜;因为他认为可以向这些罪人复仇了了。

αἱ δʼ ἄλλαι δμῳαὶ κατὰ δώματα κάλʼ Ὀδυσῆος

其他女仆在奥德修斯美丽的殿堂里聚集起来,

ἀγρόμεναι ἀνέκαιον ἐπʼ ἐσχάρῃ ἀκάματον πῦρ.

在炉灶上重新点燃了不熄的火焰。

Τηλέμαχος δʼ εὐνῆθεν ἀνίστατο, ἰσόθεος φώς,

特勒马科斯从床上起来,这位神一般的男子,

εἵματα ἑσσάμενος· περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ·

穿上他的衣服,将锐利的宝剑挎在肩上;

ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,

在光洁的脚下系上美丽的凉鞋,

εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι· χαλκῷ·

拿起了那杆锋利青铜尖的坚固长枪;

στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, πρὸς δʼ Εὐρύκλειαν ἔειπε·

他走过去,站在门槛上,对埃乌律克勒亚说道:

μαῖα φίλη, τὸν ξεῖνον ἐτιμήσασθʼ ἐνὶ οἴκῳ

“亲爱的乳母,你们在屋里好好款待那位客人了吗,

语法注4 条
  1. §§20.88τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ

    短语“εἴκελος αὐτῷ”意为“与他极其相似的人”,指佩涅洛佩在梦中见到的奥德修斯的幻影。与格“αὐτῷ”指现实中的奥德修斯本人,突显了梦境(ὄναρ)与现实(ὕπαρ)之间的交错。

  2. §§20.93-94δόκησε δέ οἱ κατὰ θυμὸν ἤδη γιγνώσκουσα παρεστάμεναι κεφαλῆφι

    此处描写了奥德修斯主观上的印象。不定式“παρεστάμεναι”的逻辑主语是分词“γιγνώσκουσα”(阴性单数主格,“认出”),指代佩涅洛佩。在奥德修斯看来,他的妻子仿佛已经认出了他并正站在他的床头。

  3. §§20.98-99εἴ μʼ ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ ὑγρὴν ἤγετʼ

    从句“εἴ...ἤγετʼ”使用直说过去时,指代过去已发生的实际事实(“如果你们有意引导我回到……”)。这作为随后祈使句(“φήμην ... φάσθω ... φανήτω”)得以实现的依据,前提是诸神过去的恩惠。

  4. §§20.118οἳ δή μοι καμάτῳ θυμαλγέι γούνατʼ ἔλυσαν

    句式“γούνατʼ ἔλυσαν”(使膝头瘫软)是荷马史诗中表示“极度疲劳”或“死亡”的经典表达。此处磨面女仆用它来表达,因求婚者们强加的痛心劳役(“καμάτῳ θυμαλγέι”),她的身体已被摧残至极。与格“μοι”在此起不利与格(夺格功能)的作用。

模型:gemini-3.5-flashurn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:20.65-20.129