荷马

奥德赛

§20.328-20.394

求婚人的狂笑与特奥克吕梅诺斯的预言

阿格劳斯敦促特勒马科斯让母亲改嫁,特勒马科斯回答称绝不强迫母亲。雅典娜使求婚者们陷入疯狂而怪异的大笑中,特奥克吕梅诺斯预言了他们即将面临的血腥毁灭后离去。

← 上一节下一节 →

ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει

“只要你们胸中的心还在期盼

νοστήσειν Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,

聪慧的奥德修斯能回到他自己的家园,

τόφρʼ οὔ τις νέμεσις μενέμεν τʼ ἦν ἰσχέμεναί τε1μνηστῆρας κατὰ δώματʼ, ἐπεὶ τόδε κέρδιον ἦεν,

那么等待并把求婚者们留在大殿里就无可指责,因为这更好,

εἰ νόστησʼ Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα·

倘若奥德修斯真的归来并回到了他的家里。

νῦν δʼ ἤδη τόδε δῆλον, τʼ οὐκέτι νόστιμός ἐστιν.

但现在这已显而易见,他已不再能够归来。

ἀλλʼ ἄγε, σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον,

来吧,坐在你母亲身旁对她说这些,

γήμασθʼ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν,

让她嫁给那最优秀的、提供最多聘礼的男子,

ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι,

这样你就可以高兴地管理你父亲的所有遗产,

ἔσθων καὶ πίνων, δʼ ἄλλου δῶμα κομίζῃ.

尽情吃喝,而她则去操持他人的家。

τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

聪慧的特勒马科斯于是回答他说:

οὐ μὰ Ζῆνʼ, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο,

“不,阿格劳斯,凭宙斯起誓,也凭我父亲的苦难起誓,

ὅς που τῆλʼ Ἰθάκης ἔφθιται ἀλάληται,

他或许在远离伊萨卡的某处已经死去,或者正在漂泊,

οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω

我绝不拖延母亲的婚事,而是催促她

γήμασθʼ κʼ ἐθέλῃ, ποτὶ δʼ ἄσπετα δῶρα δίδωμι.

嫁给任何她想嫁的人,而且我还提供数不清的礼物。

αἰδέομαι δʼ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαιμύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειεν.

但我羞于用强迫的言词把违背她心愿的母亲赶出大殿;愿神不要让这事发生。

ὣς φάτο Τηλέμαχος· μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη

特勒马科斯这样说着;而帕拉斯·雅典娜在求婚者中

ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα.

激起了无法遏制的狂笑,并让他们神志不清。

οἱ δʼ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν2,

此时他们用不属于自己的颌骨大笑,

αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δʼ ἄρα σφέων

并且吃着染满鲜血的肉;而他们的双眼

δακρυόφιν πίμπλαντο, γόον δʼ ὠΐετο θυμός.

溢满了泪水,他们的心灵预感到了哀哭。

τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·

他们中神明般的特奥克吕梅诺斯也开口说道:

δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων

“啊,可怜的人们,你们正在遭受什么灾难?你们的头部、

εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα.

脸部以及下面的双膝都被黑夜笼罩。

οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί,

哭号已经燃起,双颊已被泪水浸湿,

αἵματι δʼ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι·

墙壁和美丽的梁柱都溅满了鲜血;

εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή,

门廊里挤满了幽灵,中庭里也挤满了幽灵,

ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ

急急忙忙在黑暗下走向厄瑞玻斯;太阳

οὐρανοῦ ἐξαπόλωλε, κακὴ δʼ ἐπιδέδρομεν ἀχλύς.

已从天空中消失,不祥的阴霾已笼罩一切。

ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν.

他这样说着,而他们都对他发出快意的嘲笑。

τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·

他们中波吕波斯之子欧律马科斯率先发言:

ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς.

“这个刚从外地来的客人疯了。

ἀλλά μιν αἶψα, νέοι, δόμου ἐκπέμψασθε θύραζε

青年们,赶快把他送出大门,

εἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει.

让他去广场吧,因为他把这里比作黑夜。

τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·

神明般的特奥克吕梅诺斯接着对他说:

Εὐρύμαχʼ, οὔ τί σʼ ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν·

“欧律马科斯,我不用你为我派随行向导;

εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω

我有双眼、双耳和双脚,

καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικής.

胸中还有一颗健全、毫无缺陷的心。

τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν

我将带着这些走出门外,因为我预感到灾难正向你们

ἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδʼ ἀλέαιτο

袭来,求婚者中谁也无法逃避或闪躲,

μνηστήρων, οἳ δῶμα κάτʼ ἀντιθέου Ὀδυσῆος

你们在神圣奥德修斯的府邸里

ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε.

侮辱他人,图谋着肆无忌惮的恶行。

ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων,

话音刚落,他便走出了建造精美的大殿,

ἵκετο δʼ ἐς Πείραιον, μιν πρόφρων ὑπέδεκτο.

来到佩赖乌斯那里,后者热诚地接待了他。

μνηστῆρες δʼ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες

所有的求婚者于是互相面面相觑,

Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες·

嘲笑他的客人们以激怒特勒马科斯;

ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·

傲慢的青年中有人这样说道:

Τηλέμαχʼ, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος·

“特勒马科斯,没有谁比你更不走运于客人的了;

οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην,

你看你留着的这个讨人嫌的流浪汉是什么人,

σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων

只知道要面包和酒,既不会干活,

ἔμπαιον οὐδὲ βίης, ἀλλʼ αὔτως ἄχθος ἀρούρης.

又没有力气,简直是大地的累赘。

ἄλλος δʼ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι.

还有这另一个家伙,居然站起来装神弄鬼地预言。

ἀλλʼ εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη·

但如果你能听我的话,那要好得多;

τοὺς ξείνους ἐν νηῒ πολυκληῗδι βαλόντες

让我们把这些客人扔进多桨的船里,

ἐς Σικελοὺς πέμψωμεν, ὅθεν κέ τοι ἄξιον ἄλφοι.

送到西西里人那里去,在那里他们能为你卖个好价钱。

ὣς ἔφασαν μνηστῆρες· δʼ οὐκ ἐμπάζετο μύθων,

求婚者们这样说着;但他根本不理会这些话,

ἀλλʼ ἀκέων πατέρα προσεδέρκετο, δέγμενος αἰεί,

而是默默地注视着父亲,时刻等待着

ὁππότε δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει.

他向无耻的求婚者们动手的时刻。

δὲ κατʼ ἄντηστιν θεμένη περικαλλέα δίφρον

而那坐在对面的美丽椅子上的、

κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια,

伊卡里奥斯的女儿、贤明的佩涅罗佩,

ἀνδρῶν ἐν μεγάροισιν ἑκάστου μῦθον ἄκουεν.

听着大殿里每个男人的说话。

δεῖπνον μὲν γάρ τοί γε γελοίωντες τετύκοντο

因为他们一边笑着,一边准备了一顿

ἡδὺ τε καὶ μενοεικές, ἐπεὶ μάλα πόλλʼ ἱέρευσαν·

丰盛而合意的午餐,因为他们宰杀了极多的牲畜;

δόρπου3 δʼ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο,

但绝不会有比那更令人不快的晚餐了,

οἷον δὴ τάχʼ ἔμελλε θεὰ καὶ καρτερὸς ἀνὴρ

即女神和那位强壮的男子即将

θησέμεναι· πρότεροι γὰρ ἀεικέα μηχανόωντο.

为他们准备的晚餐;因为求婚者们首先图谋了不体面的恶行。

语法注3 条
  1. §§20.330μενέμεν τʼ ἦν ἰσχέμεναί τε

    不定式 μενέμεν(停留)和 ἰσχέμεναί(阻止)作为无人称句 οὔ τις νέμεσις ἦν(绝非可指责之事)的主语。μνηστῆρας 既是 ἰσχέμεναί 的直接宾语,同时也是 μενέμεν 的逻辑主语(宾格定语)。

  2. §§20.347γναθμοῖσι γελοίων ἀλλοτρίοισιν

    直译为“用他人的颌骨大笑”。这是一个惯用表达,描写被雅典娜剥夺理智的求婚者们,违背自身意志、如同身体不属于自己一般怪异且歇斯底里地大笑的状态。

  3. §§20.392δόρπου

    作为比较属格,由比较级形容词 ἀχαρίστερον(更不愉快的)所支配。随后的关系从句 οἷον δὴ...(正如……的晚餐)与之构成同位语关系,预示着求婚者们最后的“晚餐”对他们而言将是毁灭性的。

模型:gemini-3.5-flashurn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:20.328-20.394