荷马

奥德赛

§2.1-2.70

特勒马科斯召集集会并控诉求婚者

拂晓时分,特勒马科斯召集集会。老英雄埃急普提奥斯指出,自奥德修斯离去后便未曾开过集会;在此契机下,特勒马科斯登台控诉求婚者对其家产的肆意蚕食。

← 上一节下一节 →

ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

当黎明那早生且有着玫瑰色手指的晓神显现时,

ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφιν1 Ὀδυσσῆος φίλος υἱὸς

奥德修斯的爱子便从床榻上起身,

εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,

穿上衣服,并在肩上挎起锋利的宝剑,

ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,

在润泽的双脚上系上美观的凉鞋,

βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην.

宛如神明一般,他从卧室中走了出来。

αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε

他随即命令声音嘹亮的传令官们

κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς.

去召集蓄长发的阿开亚人前往广场集会。

οἱ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.

传令官们发出了号召,人们便极迅速地聚集起来。

αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,

待到众人齐聚、集会成型之后,

βῆ ῥʼ ἴμεν εἰς ἀγορήν, παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,

他手握青铜长枪,走向集会广场,

οὐκ οἶος, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.

他并非独自一人,两只矫健的猎犬伴他同行。

θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη.

雅典娜在他身上洒下神奇的神采,

τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο·

所有的民众都注视着走上前来的他,赞叹不已;

ἕζετο δʼ ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες.

他坐在父亲的座位上,长者们纷纷让路。

τοῖσι δʼ ἔπειθʼ ἥρως Αἰγύπτιος ἦρχʼ ἀγορεύειν,

此时,英雄埃急普提奥斯首先在他们中发言,

ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη.

他已因年迈而驼背,却见识极广。

καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμʼ ἀντιθέῳ Ὀδυσῆι

他的爱子、长枪手安提福斯曾与神一样的奥德修斯一道,

Ἴλιον εἰς ἐύπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν,

乘坐空心的战船前往以产马闻名的伊利翁;

Ἄντιφος αἰχμητής· τὸν δʼ ἄγριος ἔκτανε Κύκλωψ

但粗野的库克罗普斯杀死了他,

ἐν σπῆι γλαφυρῷ, πύματον δʼ ὡπλίσσατο δόρπον.

在幽深的洞穴里,并把他当作了最后一顿晚宴。

τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ μὲν μνηστῆρσιν ὁμίλει,

他还有另外三个儿子,其中欧律诺莫斯与求婚者们混在一起,

Εὐρύνομος, δύο δʼ αἰὲν ἔχον πατρώια ἔργα.

另外两个则始终照管着父亲的产业。

ἀλλʼ οὐδʼ ὣς τοῦ λήθετʼ ὀδυρόμενος καὶ ἀχεύων.

即便如此,他仍无法忘记死去的长子,整日悲叹。

τοῦ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε·

他为那孩子流着泪,在集会上发言说道:

κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·

“伊萨卡的民众啊,现在请听我说。

οὔτε ποθʼ ἡμετέρη ἀγορὴ γένετʼ οὔτε θόωκος

自从高贵的奥德修斯乘坐空心战船离去以来,

ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσί.

我们的集会与席位便从未召开过一次。

νῦν δὲ τίς ὧδʼ ἤγειρε; τίνα χρειὼ τόσον ἵκει

而如今,是谁这样召集了我们?又是谁面临着如此急迫的需求,

ἠὲ νέων ἀνδρῶν οἳ προγενέστεροί εἰσιν;

无论是年轻人还是长辈?

ἠέ τινʼ ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο,

他是否听到了关于归来军队的某些消息,

ἥν χʼ ἡμῖν σάφα εἴποι, ὅτε πρότερός γε πύθοιτο;

既然他先得知了,便能清楚地告诉我们?

ἦέ τι δήμιον ἄλλο πιφαύσκεται ἠδʼ ἀγορεύει;

还是他要宣告并讨论其他什么公共事务?

ἐσθλός μοι δοκεῖ εἶναι, ὀνήμενος. εἴθε οἱ αὐτῷ

在我看,他是个高尚且蒙福的人。愿宙斯

Ζεὺς ἀγαθὸν τελέσειεν, ὅτι φρεσὶν ᾗσι μενοινᾷ.

为他实现他心中所期盼的一切善事。

ὣς φάτο, χαῖρε δὲ φήμῃ Ὀδυσσῆος φίλος υἱός,

他这样说,奥德修斯的爱子便因这吉言而喜悦;

οὐδʼ ἄρʼ ἔτι δὴν ἧστο, μενοίνησεν δʼ ἀγορεύειν,

他不再久坐,而是渴望发言,

στῆ δὲ μέσῃ ἀγορῇ· σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ

站到了集会广场的中央。通晓睿智心思的

κῆρυξ Πεισήνωρ πεπνυμένα μήδεα εἰδώς.

传令官培塞诺尔把权杖交到了他的手中。

πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπεν·

随后,他首先向这位老人家搭话说道:

γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, τάχα δʼ εἴσεαι αὐτός,

“老人家,那个人并不远——你很快自己就会知道——

ὃς λαὸν ἤγειρα· μάλιστα δέ μʼ ἄλγος ἱκάνει.

正是我召集了民众;而最深重的痛苦正降临在我的身上。

οὔτε τινʼ ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο,

我并非听到了关于归来军队的某些消息,

ἥν χʼ ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην2,

既然我先得知了,便能清楚地告诉你们,

οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδʼ ἀγορεύω,

我也不是要宣告并讨论其他什么公共事务,

ἀλλʼ ἐμὸν αὐτοῦ χρεῖος, μοι κακὰ ἔμπεσεν οἴκῳ

而是我个人的急需,因为灾难落在了我的家里,

δοιά· τὸ μὲν πατέρʼ ἐσθλὸν ἀπώλεσα, ὅς ποτʼ ἐν ὑμῖν

它是双重的:一方面,我失去了我那高贵的父亲,他曾在这里

τοίσδεσσιν βασίλευε, πατὴρ δʼ ὣς ἤπιος ἦεν·

在你们中间统治,且温和如父;

νῦν δʼ αὖ καὶ πολὺ μεῖζον, δὴ τάχα οἶκον ἅπαντα

而如今,另一方面,则是更深重的灾难,它很快就会将我整个家室

πάγχυ διαρραίσει, βίοτον δʼ ἀπὸ πάμπαν ὀλέσσει.

彻底摧毁,使我的生计完全破灭。

μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ,

求婚者们缠着我那违背本意的母亲,

τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γʼ εἰσὶν ἄριστοι,

他们正是此地最尊贵的人们的爱子,

οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι

他们却害怕去到她父亲

Ἰκαρίου, ὥς κʼ αὐτὸς ἐεδνώσαιτο3 θύγατρα,

伊卡里奥斯的府邸,好让他亲自为女儿安排聘礼,

δοίη δʼ κʼ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι·

并把她嫁给任何他所情愿、且令他中意的人。

οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,

然而他们天天跑到我们家里,

βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγας

宰杀牛羊和肥壮的母山羊,

εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον

纵情宴乐,狂饮红亮的烈酒,

μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,

肆无忌惮;我们的大部分财物都已被耗尽。因为这里没有像

οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.

奥德修斯那样的人,来为家室驱除灾殃。

ἡμεῖς δʼ οὔ νύ τι τοῖοι ἀμυνέμεν4· καὶ ἔπειτα

我们自己无力驱除它;确实,此后我们

λευγαλέοι τʼ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν.

也将是软弱无能、不习武艺的。

τʼ ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη.

只要我有一丝力量,我一定会自卫。

οὐ γὰρ ἔτʼ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδʼ ἔτι καλῶς

因为令人无法容忍的行径已经被做出,我的家园

οἶκος ἐμὸς διόλωλε. νεμεσσήθητε καὶ αὐτοί,

已被无情毁灭。你们自己应当感到愤慨,

ἄλλους τʼ αἰδέσθητε περικτίονας ἀνθρώπους,

应当尊重我们周围的其他邻人,

οἳ περιναιετάουσι· θεῶν δʼ ὑποδείσατε μῆνιν,

那些住在四周的人;并且畏惧神明的震怒,

μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα.

免得他们因你们的恶行而发怒,反过来惩罚你们。

λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος,

我奉奥林匹斯的宙斯以及忒弥斯之名恳求你们,

τʼ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει·

她主管着人间集会的解散与召开:

σχέσθε, φίλοι, καί μʼ οἶον ἐάσατε πένθεϊ λυγρῷ

停手吧,朋友们,让我一个人独自承受这痛苦的忧伤

语法注4 条
  1. 2.2ἐξ εὐνῆφιν

    名词后缀 `-φιν`(一种古风夺格/属格词尾)在此处介词 `ἐξ` 之后充当夺格(属格)的作用。

  2. 2.43εἴπω, ὅτε πρότερός γε πυθοίμην

    关系从句中的虚拟语气 `εἴπω`(带有 `κε`)表示目的或预期,而时间从句中的祈愿语气 `πυθοίμην` 则在主句潜能/条件语境的影响下表示某种主观设想或条件。

  3. 2.53ὥς κʼ αὐτὸς ἐεδνώσαιτο

    关系词/连词 `ὡς` 与助词 `κε` 连用并搭配祈愿语气 `ἐεδνώσαιτο`,构成了史诗希腊语中表达预期或条件性目的的目的从句。

  4. 2.60οὔ νύ τι τοῖοι ἀμυνέμεν

    指示形容词 `τοῖοι`(此类人)之后接不定式 `ἀμυνέμεν`(`ἀμύνειν` 的史诗形式),表示结果或能力的用法(“我们并非是能够驱除它的人”)。

模型:gemini-3.5-flashurn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:2.1-2.70