荷马

奥德赛

§19.70-19.135

奥德修斯训诫梅兰托与佩内洛佩的倾诉

奥德修斯训斥了无礼的女仆梅兰托,并受到佩内洛佩的温和接待。当被询问身份时,奥德修斯隐瞒了自己的身世并赞美她的美德,佩内洛佩则向他诉说了因丈夫离去及求婚者纠缠所带来的痛苦。

← 上一节下一节 →

τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·

足智多谋的奥德修斯怒目而视,对她说道:

δαιμονίη, τί μοι ὧδʼ ἐπέχεις κεκοτηότι θυμῷ;

“奇特的女子,为何你要以如此愤怒的心境来责难我?

ὅτι1 δὴ ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,

莫非是因为我身上肮脏,穿着破烂的衣服,

πτωχεύω δʼ ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει.

在民里乞讨?因为穷困在逼迫着我。

τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι

乞丐和流浪汉们都是如此。

καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον

因为曾经我也在人间拥有高贵的住宅,

ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,

富足幸福,并且经常周济流浪者,

τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·

无论他是谁,因何种需要而来。

ἦσαν δὲ δμῶες μάλα μυρίοι, ἄλλα τε πολλὰ

我有无数的仆役,以及许多其他的事物,

οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.

凭着这些人们可以过上好生活并被称为富人。

ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων· ἤθελε γάρ που·

但克罗诺斯之子宙斯毁灭了一切;想必这是他的意愿。

τῷ νῦν μήποτε καὶ σύ, γύναι, ἀπὸ πᾶσαν ὀλέσσῃς

因此,女人啊,切莫让你自己也失去了全部的

ἀγλαΐην, τῇ2 νῦν γε μετὰ δμῳῇσι κέκασσαι·

美丽,如今你在女仆中正是以此而出类拔萃;

μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ,

免得女主人对你发怒、严加惩处,

Ὀδυσεὺς ἔλθῃ· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα.

或是奥德修斯归来;因为至今仍有希望的份分。

εἰ δʼ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν,

哪怕他真的已经这样死去,再也无法归国,

ἀλλʼ ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι,

但赖阿波罗的恩助,他已经有了这样一个儿子,

Τηλέμαχος· τὸν δʼ οὔ τις ἐνὶ μεγάροισι γυναικῶν

特勒马科斯;在这大殿里,没有哪个女人的放肆行径

λήθει ἀτασθάλλουσʼ, ἐπεὶ οὐκέτι τηλίκος ἐστίν.

能瞒得过他,因为他已经不再是小孩子了。

ὣς φάτο, τοῦ δʼ ἤκουσε περίφρων Πηνελόπεια,

他这样说着,睿智的佩内洛佩听到了他的话,

ἀμφίπολον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·

她严厉地斥责女侍,并开口叫着她的名字说:

πάντως, θαρσαλέη, κύον ἀδεές, οὔ τί με λήθεις

“你这胆大包天的无耻贱婢,别想瞒得过我,

ἔρδουσα μέγα ἔργον, σῇ κεφαλῇ ἀναμάξεις3·

你所做下的这桩大恶事,必将由你自己的脑袋来偿还;

πάντα γὰρ εὖ ᾔδησθʼ, ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς

因为你原本清清楚楚地知道一切,你曾听我亲口说过,

ὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσιν

我打算在这大殿里向这位外邦人

ἀμφὶ πόσει εἴρεσθαι, ἐπεὶ πυκινῶς ἀκάχημαι.

打听我丈夫的事,因为我的心中痛苦万分。

ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν·

她说着,又对女管家欧律诺墨说:

Εὐρυνόμη, φέρε δὴ δίφρον καὶ κῶας ἐπʼ αὐτοῦ,

“欧律诺墨,快去拿一把椅子来,上面铺上一张羊皮,

ὄφρα καθεζόμενος εἴπῃ ἔπος ἠδʼ ἐπακούσῃ

好让这位外邦人坐下来,向我诉说并倾听

ξεῖνος ἐμέθεν· ἐθέλω δέ μιν ἐξερέεσθαι.

我的话语;我想要向他仔细询问一番。

ὣς ἔφαθʼ, δὲ μάλʼ ὀτραλέως κατέθηκε φέρουσα

她这样说着,那女仆便十分敏捷地搬来并放下

δίφρον ἐΰξεστον καὶ ἐπʼ αὐτῷ κῶας ἔβαλλεν·

一把精工制作的椅子,并在上面铺上了羊皮;

ἔνθα καθέζετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.

随后,历尽坎坷的高贵奥德修斯便坐在了上面。

τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·

在他们之中,睿智的佩内洛佩首先开口说道:

ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·

“外邦人啊,首先我想亲自向你打听一件事:

τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;

你是谁,来自人世间的何方?你的城邦和父母又在哪里?

τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

足智多谋的奥德修斯回答她说道:

γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν

“妇人啊,在无边无际的大地上,凡人之中绝无一人

νεικέοι· γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει,

会对你指责非难;因为你的名声已直达宽阔的天空,

ὥς τέ τευ βασιλῆος ἀμύμονος, ὅς τε θεουδὴς

犹如某位完美无瑕的国王,他敬畏神明,

ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων

在众多而强盛的人民中施行统治,

εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα

他维护公道,因此黑色的土地出产

πυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ,

小麦和大麦,树木挂满累累果实,

τίκτῃ δʼ ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦς

羊群繁衍不绝,大海因其善治而

ἐξ εὐηγεσίης, ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ.

提供鱼类,人民在他的治下安居乐业。

τῷ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ,

因此,现在在你的府上,请询问我其他的事吧,

μηδʼ ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν,

但请不要盘问我的身世和祖国的土地,

μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάων

免得让我因回想起往事而

μνησαμένῳ μάλα δʼ εἰμὶ πολύστονος· οὐδέ τί με χρὴ

心中塞满更多的痛苦;我实在是个多灾多难之人。

οἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε

我也不该在别人的府第里整天哭泣哀号地

ἧσθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί·

坐着,因为无休无止地悲伤终究是不好的。

μή τίς μοι δμῳῶν νεμεσήσεται4, ἠὲ σύ γʼ αὐτή,

否则,若是哪个女仆对我心生怨恨,亦或是你本人,

φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ.

说我是因为饮酒过度、神智沉重而泪流满面。

τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·

随后,睿智的佩内洛佩回答他说道:

ξεῖνʼ, τοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε

“外邦人啊,我的美德、容貌和体态,

ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον

早就被神明摧毁了,当阿耳戈斯人登上

Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς

前往伊利昂的船只、而我的丈夫奥德修斯也随行而去之时。

εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,

若是他能回来照料我的生活,

μεῖζον κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.

我的名声将会更加宏大,也更加美好。

νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.

但如今我却备尝哀痛,因为神明把如此多的灾祸降临在我身上。

ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,

因为所有统治各岛屿的贵族领袖,

Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,

包括杜利希昂、萨墨和多树的扎昆索斯,

οἵ τʼ αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται,

以及居住在阳光明媚的伊萨卡本土的豪强,

οἵ μʼ ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον.

违背我的意愿向我求婚,耗尽我的家财。

τῷ οὔτε ξείνων ἐμπάξομαι οὔθʼ ἱκετάων

因此,我不去款待外邦人,也不接待乞求庇护者,

οὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν·

亦不理会作为公共仆役的传令官们;”

语法注4 条
  1. §19.72ἦ ὅτι

    承接上一行(§19.71)“为何你如此责难我”的提问,引导一个表示猜测原因的疑问从句,意为“难道是因为……吗”。

  2. §19.82τῇ

    阴性单数与格关系代词,先行词为 `ἀγλαΐην`(美丽、光彩)。在此处作表示手段或范围/方面的与格,意为“在(这美丽)方面(你超群出众)”。

  3. §19.92ὃ σῇ κεφαλῇ ἀναμάξεις

    关系代词 `ὅ`(中性单数宾格)指代前述的 `μέγα ἔργον`(大恶事)。字面意思是“你将用自己的脑袋去擦拭它”,这是古希腊的一种惯用比喻,意指“你必须用自己的生命/脑袋来承担这一罪责和惩罚”。

  4. §19.121νεμεσήσεται

    处于由表示担忧或惧怕的连词 `μή` 所引导的从句中。此处未使用更常见的虚拟语气,而是使用了将来直陈式 `νεμεσήσεται`,从而强调了所担忧的后果具有极高的现实发生概率。

模型:gemini-3.5-flashurn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:19.70-19.135