荷马

奥德赛

§17.273-17.339

老狗阿耳戈斯认出主人与死去

厄玛奥斯与奥德修斯商议如何进入宫殿,决定由厄玛奥斯先进去。此时,躺在门前粪堆上的老狗阿耳戈斯认出了奥德修斯,在表达喜悦后随即死去。

← 上一节下一节 →

ῥεῖʼ ἔγνως, ἐπεὶ οὐδὲ τά τʼ ἄλλα1 πέρ ἐσσʼ ἀνοήμων.

“你很容易就看出来了,因为你在别的事情上也不是个糊涂人。

ἀλλʼ ἄγε δὴ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα.

不过,来吧,让我们来商量一下这些事情该如何办。

ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιετάοντας,

要么你先走进这所建得极好的宫殿,

δύσεο δὲ μνηστῆρας, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ·

去到求婚者们中间,而我会留在后面。

εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἐγὼ δʼ εἶμι προπάροιθε·

或者如果你愿意,你就等在这里,而我走在前面。

μηδὲ σὺ δηθύνειν2, μή τίς σʼ ἔκτοσθε νοήσας

你也不要耽搁太久,免得有人在外面看见你,

βάλῃ ἐλάσῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.

扔东西砸你或者殴打你。我叮嘱你要好好考虑这些。

τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·

随后,历经磨难的高贵奥德修斯回答他说道:

γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.

“我知道,我明白;你所吩咐的这些,正是对一个心里有数的人说的。

ἀλλʼ ἔρχευ προπάροιθεν, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ.

那么你先走在前面,而我会留在后面。

οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων·

因为我对于挨打或被扔东西砸绝非没有经验;

τολμήεις μοι θυμός, ἐπεὶ κακὰ πολλὰ πέπονθα

我的心灵是坚忍的,因为在波涛中和战争里,我已经受了许多苦难;

κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω3·

让这也加入到那些苦难中去吧。

γαστέρα δʼ οὔ πως ἔστιν4 ἀποκρύψαι μεμαυῖαν,

但那饥肠辘辘、带来灾难的肚子,却是无论如何也掩盖不住的,

οὐλομένην, πολλὰ κάκʼ ἀνθρώποισι δίδωσι,

它给人类带来了许多灾难,

τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται

为了它,连装备着良桨的船只也要备好,

πόντον ἐπʼ ἀτρύγετον, κακὰ δυσμενέεσσι φέρουσαι.

驶向荒凉的大海,给敌人带来灾难。

ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·

他们就这样互相交谈着。

ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν,

此时,一只躺在那里的狗抬起了头,竖起了两只耳朵,

Ἄργος, Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτʼ αὐτὸς

阿耳戈斯,那是不畏艰难的奥德修斯的狗,以前是他亲自

θρέψε μέν, οὐδʼ ἀπόνητο, πάρος δʼ εἰς Ἴλιον ἱρὴν

养育了它,却未能享受到它的陪伴,便前往了神圣的伊利昂。

ᾤχετο. τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες

以前,年轻的小伙子们常带着它

αἶγας ἐπʼ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς·

去追逐野山羊、野鹿和野兔;

δὴ τότε κεῖτʼ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος,

但现在,在主人离去之后,它被遗弃在那儿,躺在

ἐν πολλῇ κόπρῳ, οἱ προπάροιθε θυράων

厚厚的粪堆里,那些骡马和牛的粪便大堆地积在

ἡμιόνων τε βοῶν τε ἅλις κέχυτʼ, ὄφρʼ ἂν ἄγοιεν

大门前,只等奥德修斯的仆人们

δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες·

将其运走,去给他的大片领地施肥。

ἔνθα κύων κεῖτʼ Ἄργος, ἐνίπλειος κυνοραιστέων.

狗阿耳戈斯就躺在那里,身上爬满了狗虱。

δὴ τότε γʼ, ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα,

就在那时,当它察觉到奥德修斯就在近旁,

οὐρῇ μέν ῥʼ γʼ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω,

它摇了摇尾巴,两只耳朵也垂了下来,

ἆσσον δʼ οὐκέτʼ ἔπειτα δυνήσατο οἷο ἄνακτος

但它已无力走向

ἐλθέμεν· αὐτὰρ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ,

它的主人。奥德修斯扭过脸去,抹掉了眼泪,

ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·

轻易地瞒过了厄玛奥斯,接着便开口问道:

Εὔμαιʼ, μάλα θαῦμα, κύων ὅδε κεῖτʼ ἐνὶ κόπρῳ.

“厄玛奥斯啊,这真是一桩奇事,这只狗居然躺在粪堆里。

καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γʼ οὐ σάφα οἶδα,

他的体格倒很漂亮,但我却不太清楚,

εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε,

在这般美丽的外表下,他跑得是否也很快,

αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν

抑或他只是像人们养的那种案席旁的家狗,

γίγνοντʼ· ἀγλαΐης δʼ ἕνεκεν κομέουσιν ἄνακτες.

主人们仅仅是为了面子好看才养着他。

τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·

你回答他说道,牧猪奴厄玛奥斯啊:

καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος.

“这确实是一位死在远方的汉子的狗。

εἰ τοιόσδʼ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα,

倘若他的体格和他的身手

οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,

就像奥德修斯前往特洛伊时丢下他时的那样,

αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν.

你只要看一眼他的速度和力量,立刻就会感到惊奇。

οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης

因为在茂密森林的深处,没有任何猛兽

κνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη5·

能够逃脱他的追捕,凡是他所追赶的;他对野兽的足迹了如指掌。

νῦν δʼ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης

但现在他被悲惨的命运缠身,他的主人已在异乡丧生,

ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι.

那些粗心大意的女人们也不来照料他。

δμῶες δʼ, εὖτʼ ἂν μηκέτʼ ἐπικρατέωσιν ἄνακτες,

仆人们,一旦主人们不再严厉地管辖他们,

οὐκέτʼ ἔπειτʼ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι·

便再也不愿意忠于职守地干活;

ἥμισυ γάρ τʼ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς

因为宽宏的宙斯夺去了一个人的一半尊严,

ἀνέρος, εὖτʼ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν.

当奴隶制的日子降临到他身上时。

ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας,

他这样说着,走进了这所建得极好的宫殿,

βῆ δʼ ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς.

径直穿过大厅,走向那些显赫的求婚者中间。

Ἄργον δʼ αὖ κατὰ μοῖρʼ ἔλαβεν μέλανος θανάτοιο,

而黑色死亡的命运也降临到了阿耳戈斯的身上,

αὐτίκʼ ἰδόντʼ Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ.

就在这第二十个年头,他刚看见奥德修斯的那一刻。

τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴς

神一样的忒勒玛科斯远远地第一个看见了他,

ἐρχόμενον κατὰ δῶμα συβώτην, ὦκα δʼ ἔπειτα

也就是走在大厅里的牧猪奴,他随即飞快地

νεῦσʼ ἐπὶ οἷ καλέσας· δὲ παπτήνας ἕλε δίφρον

点头示意招呼他过去。他环顾四周,拿过了一把椅子,

κείμενον, ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ

那是切肉人平时坐的地方,

δαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι·

用来在殿内为宴饮的求婚者们切分大盘烤肉时使用的。

τὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν

他把它拿过来,放在忒勒玛科斯餐桌的

ἀντίον, ἔνθα δʼ ἄρʼ αὐτὸς ἐφέζετο· τῷ δʼ ἄρα κῆρυξ

对面,并在那里坐下。传令官随手

μοῖραν ἑλὼν ἐτίθει κανέου τʼ ἐκ σῖτον ἀείρας.

拿来一份肉放在他面前,并从筐里抓起面包。

ἀγχίμολον δὲ μετʼ αὐτὸν ἐδύσετο δώματʼ Ὀδυσσεύς,

紧跟在后面,奥德修斯也走进了宫殿,

πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι,

活像一个可怜的乞丐和一位老人,

σκηπτόμενος· τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο6.

拄着拐杖;身上穿着破旧不堪的衣裳。

ἷζε δʼ ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων,

他坐在大门内侧的梣木门槛上。

语法注6 条
  1. §17.273τά τʼ ἄλλα

    关系宾格(副词性宾格),意为“在其他事情上”,用以限定形容词 `ἀνοήμων`。

  2. §17.278μηδὲ σὺ δηθύνειν

    不定式用作命令式(命令不定式)。其主语 `σὺ` 以主格形式表示。

  3. §17.285μετὰ καὶ τόδε τοῖσι γενέσθω

    `μετά` 用作副词,意为“此外/伴随其间”,与指示代名词 `τοῖσι`(指代过去苦难)连用。

  4. §17.286ἔστιν

    词首重音的非人称动词,意为“……是可能的”,后接不定式 `ἀποκρύψαι`。

  5. §17.317περιῄδη

    动词 `περιοῖδα`(熟知)的过去完成时单数第三人称形式(具未完成过去时力量),支配与格 `ἴχνεσι`,作关系或手段与格(“在足迹方面”)。

  6. §17.338ἕστο

    动词 `ἕννυμι`(使穿衣)的被动(中动)过去完成时单数第三人称形式。由于主动语态具有双宾格结构,表示衣物的名词 `εἵματα` 在此处仍保持宾格。

模型:gemini-3.5-flashurn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:17.273-17.339