荷马

奥德赛

§16.138-16.203

奥德修斯恢复原貌并向忒勒玛科斯表明身份

尤迈奥斯离去后,奥德修斯在雅典娜的帮助下恢复了本来的英姿,并向儿子忒勒玛科斯表明了自己的身份。忒勒玛科斯起初怀疑这是神明的幻术,但奥德修斯劝慰并向他确认自己确是其生父。

← 上一节下一节 →

καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω1

“还是我也顺着这同一条路去向不幸的拉埃尔特斯报信?

δυσμόρῳ, ὃς τῆος μὲν Ὀδυσσῆος μέγʼ ἀχεύων

他此前虽然为奥德修斯极度悲伤,

ἔργα τʼ ἐποπτεύεσκε μετὰ δμώων τʼ ἐνὶ οἴκῳ

却仍在家里和仆人们一起监督农活,

πῖνε καὶ ἦσθʼ, ὅτε θυμὸς ἐνὶ στήθεσσιν ἀνώγοι·

每当胸中的心意驱使时便吃喝;

αὐτὰρ νῦν, ἐξ οὗ σύ γε ᾤχεο νηῒ Πύλονδε,

但现在,自从你坐船前往皮洛斯之后,

οὔ πω μίν φασιν φαγέμεν καὶ πιέμεν αὔτως,

他们说他竟不再这样吃喝,

οὐδʼ ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ στοναχῇ τε γόῳ τε

也不去巡视农活,而是伴着呻吟和哀号

ἧσται ὀδυρόμενος, φθινύθει δʼ ἀμφʼ ὀστεόφι χρώς.

坐着哀泣,骨头周围的肌肤都在消瘦。

τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

聪明睿智的忒勒玛科斯回答他说:

ἄλγιον, ἀλλʼ ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ·

“这更让人痛苦,但尽管悲伤,我们还是先随他去吧;

εἰ γὰρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι,

因为如果凡人能自主选择一切事物,

πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα2 νόστιμον ἦμαρ.

我们首先便会选择我父亲归来的日子。

ἀλλὰ σύ γʼ ἀγγείλας ὀπίσω κίε, μηδὲ κατʼ ἀγροὺς

但你报信之后便要回来,不要在乡野间

πλάζεσθαι μετʼ ἐκεῖνον· ἀτὰρ πρὸς μητέρα εἰπεῖν3

寻找他而迷失。只管告诉我的母亲,

ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα

让她尽快催促贴身的管家女仆

κρύβδην· κείνη γὰρ κεν ἀπαγγείλειε γέροντι.

悄悄地去;因为她能去把消息带给老人。

ῥα καὶ ὦρσε συφορβόν· δʼ εἵλετο χερσὶ πέδιλα,

他说完便催促牧猪人;后者手里拿了凉鞋,

δησάμενος δʼ ὑπὸ ποσσὶ πόλινδʼ ἴεν. οὐδʼ ἄρʼ Ἀθήνην

缚在脚底,便往城里去了。而牧猪人尤迈奥斯

λῆθεν ἀπὸ σταθμοῖο κιὼν Εὔμαιος ὑφορβός,

走出牧庄也并未瞒过雅典娜,

ἀλλʼ γε σχεδὸν ἦλθε· δέμας δʼ ἤϊκτο γυναικὶ

她来到了近旁;她的身形化作一个妇人,

καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ.

美丽高大,精通精妙的手艺。

στῆ δὲ κατʼ ἀντίθυρον κλισίης Ὀδυσῆϊ φανεῖσα·

她站在草棚的门前,显现在奥德修斯面前;

οὐδʼ ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδʼ ἐνόησεν,

忒勒玛科斯并没有看见对面的她,也没有察觉,

οὐ γὰρ πω πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς,

因为神明绝不会显现给所有人看,

ἀλλʼ Ὀδυσεύς τε κύνες τε ἴδον, καί ῥʼ οὐχ ὑλάοντο

但奥德修斯和猎犬们看见了,它们没有吠叫,

κνυζηθμῷ δʼ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν.

而是低呜着,惊恐地退到牧庄的另一边。

δʼ ἄρʼ ἐπʼ ὀφρύσι νεῦσε· νόησε δὲ δῖος Ὀδυσσεύς,

雅典娜用双眉示意;神圣的奥德修斯心领神会,

ἐκ δʼ ἦλθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,

走出屋子,越过庭院的高墙,

στῆ δὲ πάροιθʼ αὐτῆς· τὸν δὲ προσέειπεν Ἀθήνη·

站在她的面前;雅典娜对他说道:

διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ.

“神裔拉埃尔特斯之子、足智多谋的奥德修斯,

ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,

现在是时候对你的儿子说明、不再隐瞒了,

ὡς ἄν μνηστῆρσιν θάνατον καὶ κῆρʼ ἀραρόντε

好让你们俩在为求婚者安排好死亡与厄运后,

ἔρχησθον προτὶ ἄστυ περικλυτόν· οὐδʼ ἐγὼ αὐτὴ

一同前往那闻名的城邦;我自己

δηρὸν ἀπὸ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι.

也不会久离你们身边,我正渴望参战。

καὶ χρυσείῃ ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.

雅典娜说完,便用金手杖触碰了他。

φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα

她先是把一件洗得干净的外套和内衣

θῆκʼ ἀμφὶ στήθεσσι, δέμας δʼ ὤφελλε καὶ ἥβην.

披在他的胸前,增强了他的体魄和青春活力。

ἂψ δὲ μελαγχροιὴς γένετο, γναθμοὶ δὲ τάνυσθεν,

他的肤色重新变得黝黑,脸颊饱满起来,

κυάνεαι δʼ ἐγένοντο γενειάδες ἀμφὶ γένειον.

颌部周围长出了青黑色的胡须。

μὲν ἄρʼ ὣς ἔρξασα πάλιν κίεν· αὐτὰρ Ὀδυσσεὺς

她施完法术便转身离去;而奥德修斯

ἤϊεν ἐς κλισίην· θάμβησε δέ μιν φίλος υἱός,

走进草棚;他的爱子对他感到惊异,

ταρβήσας δʼ ἑτέρωσε βάλʼ ὄμματα, μὴ θεὸς εἴη4,

心怀畏惧地避开视线,唯恐他是神明,

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

于是他开口对他吐出羽翼般的言语:

ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἠὲ πάροιθεν,

“客人啊,刚才你显现给我的模样跟之前不同了,

ἄλλα δὲ εἵματʼ ἔχεις, καί τοι χρὼς οὐκέθʼ ὁμοῖος.

你穿着别的衣裳,你的肤色也已不一样。

μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν·

毫无疑问,你定是主宰广阔天空的某位神明;

ἀλλʼ ἵληθʼ, ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ

但请宽恕我们吧,好让我们向你献上悦纳的祭品

ἠδὲ χρύσεα δῶρα, τετυγμένα· φείδεο δʼ ἡμέων

和精制的金器;请怜悯我们。

τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·

这时,那长久忍耐、神圣的奥德修斯回答他说:

οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτοισιν ἐΐσκεις;

“我绝非什么神明;你为何将我比作不朽的神仙?

ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα5 σὺ στεναχίζων

我实是你的父亲,为了他,你才一边呻吟

πάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.

一边遭受重重苦楚,忍耐着那些男人们的横暴。

ὣς ἄρα φωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶν

他这样说着,亲吻了他的儿子,泪水

δάκρυον ἧκε χαμᾶζε· πάρος δʼ ἔχε νωλεμὲς αἰεί.

从他的脸颊滚落到地上;而在此之前,他一直强忍着。

Τηλέμαχος δʼ, οὐ γάρ πω ἐπείθετο ὃν πατέρʼ εἶναι,

忒勒玛科斯因还无法相信他就是自己的父亲,

ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·

便再次用言语回答对他说:

οὐ σύ γʼ Ὀδυσσεύς ἐσσι, πατὴρ ἐμός, ἀλλά με δαίμων

“你绝不是我的父亲奥德修斯,而是一位神明

θέλγει, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.

蛊惑着我,好让更加悲伤地呻吟叹息。

οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο

因为任何凡人绝无可能单凭自己的心智

αὐτοῦ γε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν

策划出这般奇事,除非神明亲自降临,

ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα.

随心所欲、轻而易举地让人变年轻或变老。

γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο·

因为刚才你确实还是个穿着寒碜的老人;

νῦν δὲ θεοῖσιν ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.

如今却像极了主宰广阔天空的神明。

τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

足智多谋的奥德修斯回答他说:

Τηλέμαχʼ, οὔ σε ἔοικε φίλον πατέρ ἔνδον ἐόντα

“忒勒玛科斯啊,当你的亲生父亲就在屋里时,

οὔτε τι θαυμάζειν περιώσιον οὔτʼ ἀγάασθαι·

你不应该过度惊讶或感到不可思议;

语法注5 条
  1. §16.138ἔλθω

    第一人称单数的斟酌语气虚拟语气(deliberative subjunctive),表达对自己是否应当同去的心中犹豫。

  2. §16.148εἰ γάρ πως εἴη ... κεν ... ἑλοίμεθα

    使用希求语气(optative)的条件句(条件从句用 εἰ + 希求语气,主句用 κεν + 希求语气),表达与现在事实相反的假设或潜在可能性(“如果……,我们就会选择……”)。

  3. §16.151εἰπεῖν

    不定词代用命令式(infinitive for imperative)。与第152行的 `ὀτρυνέμεν` 一样,承载着针对第二人称(尤迈奥斯)的命令语气。

  4. §16.179μὴ θεὸς εἴη

    表达担忧或恐惧的希求语气(optative of fear),伴随连词 `μή`,展现出忒勒玛科斯担心眼前之人是神明的内心活动。

  5. §16.188τοῦ εἵνεκα

    使用关系代词的因果表达,其先行词在语境中指奥德修斯本人(“为了他,你才在呻吟……”)。

模型:gemini-3.5-flashurn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:16.138-16.203