荷马

奥德赛

§12.66-12.127

喀耳刻告诫斯库拉与卡律布迪斯之险

喀耳刻向奥德修斯描述了斯库拉与卡律布迪斯这两处致命的险境及其通过之法。奥德修斯询问是否能够通过战斗来抗击斯库拉以保护同伴,而喀耳刻则告诫他,面对这位不朽的怪物唯有迅速逃离,战斗绝无胜算。

← 上一节下一节 →

τῇ δʼ οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν, τις ἵκηται,

凡来到此处者,迄今尚无一艘凡人的船只得以逃脱,

ἀλλά θʼ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν

船只的木板与凡人的身躯一同

κύμαθʼ ἁλὸς φορέουσι πυρός τʼ ὀλοοῖο θύελλαι.

被大海的波涛与毁灭之火的暴风一起卷走。

οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς,

唯有那艘航海的船只曾行经此处,

Ἀργὼ πᾶσι μέλουσα, παρʼ Αἰήταο πλέουσα.

那便是众人皆知的阿尔戈号,正从埃埃忒斯处返航。

καὶ νύ κε τὴν ἔνθʼ ὦκα βάλεν1 μεγάλας ποτὶ πέτρας,

当时它也险些在那儿被立刻撞上巨大的岩石,

ἀλλʼ Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων.

奈何赫拉引导它安然通过,因伊阿宋为她所爱。

οἱ δὲ δύω σκόπελοι μὲν οὐρανὸν εὐρὺν ἱκάνει

至于那两座岩礁,其中一座以其尖峭的山巅

ὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκε

直插广阔的天空,且有一团黑云

κυανέη· τὸ μὲν οὔ ποτʼ ἐρωεῖ, οὐδέ ποτʼ αἴθρη

将其笼罩。此云终年不散,明净的晴空

κείνου ἔχει κορυφὴν οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρῃ.

无论夏秋,也从未照临那座山巅。

οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδʼ ἐπιβαίη,

凡人断无法攀登其上, 亦无法立足,

οὐδʼ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν·

纵使他生有二十只手和二十只脚亦是枉然;

πέτρη γὰρ λίς ἐστι, περιξεστῇ ἐικυῖα.

因为那岩石光滑无比,宛如周遭经过人工打磨一般。

μέσσῳ δʼ ἐν σκοπέλῳ ἔστι σπέος ἠεροειδές,

在那岩礁的中部,有一个阴暗的洞穴,

πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, περ ἂν ὑμεῖς

朝向西方,直面厄瑞玻斯的黑暗。正是朝着那方,

νῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμʼ Ὀδυσσεῦ.

赫赫有名的奥德修斯啊,你们当驾着空心的船只由此驶过。

οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήιος ἀνὴρ

纵是身强力壮之人,自空心的船上

τόξῳ ὀιστεύσας κοῖλον σπέος εἰσαφίκοιτο2.

弯弓射箭,其矢亦无法触及那深邃的洞穴。

ἔνθα δʼ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα.

斯库拉便栖息在其中,发出可怕的号叫。

τῆς τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆς

她的声音虽仅如新生幼犬的鸣叫,

γίγνεται, αὐτὴ δʼ αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μιν

她自身却是一个邪恶的巨怪。任凭是谁,

γηθήσειεν ἰδών, οὐδʼ εἰ θεὸς ἀντιάσειεν.

目睹她也绝不会感到欢欣,即便是一位神明与她相遇。

τῆς τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι,

她确有十二只脚,皆发育畸形,

ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ

又有六只极长的脖颈,每一只上

σμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες

顶着一颗可怕的头颅,里面排着三列

πυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο.

紧密而交错的利齿,塞满了黑色的死亡。

μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν,

她的半截身躯缩在深邃的洞穴中,

ἔξω δʼ ἐξίσχει κεφαλὰς δεινοῖο βερέθρου,

却把那些头颅伸向这可怕深渊的外面,

αὐτοῦ δʼ ἰχθυάᾳ, σκόπελον περιμαιμώωσα,

她在那儿捕食,在岩礁周围贪婪地搜寻,

δελφῖνάς τε κύνας τε, καὶ εἴ ποθι μεῖζον ἕλῃσι

捕捉海豚、海狗,或者任何她能捕到的

κῆτος, μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη.

庞大海怪,那些由喧嚣的安菲特里忒所抚育的无数海生巨兽。

τῇ δʼ οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται

迄今尚无任何船员能自豪地宣称

παρφυγέειν σὺν νηί· φέρει δέ τε κρατὶ ἑκάστῳ

曾驾船毫发无损地驶过她身旁;她用每一颗头颅

φῶτʼ ἐξαρπάξασα νεὸς κυανοπρῴροιο.

夺走一个人,将他们自黑色的船首上攫取而去。

τὸν δʼ ἕτερον σκόπελον χθαμαλώτερον ὄψει, Ὀδυσσεῦ.

奥德修斯啊,你会看到另一座岩礁要矮得多,

πλησίον ἀλλήλων· καί κεν διοϊστεύσειας.

两礁相距极近,你甚至可以用弓箭射穿其间的距离。

τῷ δʼ ἐν ἐρινεὸς ἔστι μέγας, φύλλοισι τεθηλώς·

其上长着一株繁茂的巨大无花果树,叶片葱郁;

τῷ δʼ ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδεῖ μέλαν ὕδωρ.

在其下方,神圣的卡律布迪斯正吞吸着黑色的海水。

τρὶς μὲν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ

一日之中,她三次将水喷涌而出,又三次

δεινόν· μὴ σύ γε κεῖθι τύχοις, ὅτε ῥοιβδήσειεν·

可怕地吞吸。当她吞吸海水之时,愿你千万不要碰巧在彼处;

οὐ γάρ κεν ῥύσαιτό σʼ ὑπὲκ κακοῦ οὐδʼ ἐνοσίχθων.

因为即便那震地之神,亦无法救你脱离此等灾厄。

ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος ὦκα

你当极力贴近斯库拉的岩礁,迅速地

νῆα παρὲξ ἐλάαν, ἐπεὶ πολὺ φέρτερόν ἐστιν

驾船驶过,因为这确乎要好得多:

ἓξ ἑτάρους ἐν νηὶ ποθήμεναι3 ἅμα πάντας.

在船上痛失六名伙伴,好过全体一同覆灭。

ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·

她这般说道,而我则回答她,开口问道:

εἰ δʼ ἄγε δή μοι τοῦτο, θεά, νημερτὲς ἐνίσπες,

“且慢,女神啊,请如实将此事告诉我:

εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν,

我是否能设法避开那毁灭性的卡律布迪斯,

τὴν δέ κʼ ἀμυναίμην, ὅτε μοι σίνοιτό γʼ ἑταίρους.

并在另一位企图伤害我伙伴时,将她击退?

ὣς ἐφάμην, δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·

我这般问道,而这位高贵的神女立时回答说:

σχέτλιε, καὶ δὴ αὖ τοι πολεμήια ἔργα μέμηλε

“执迷不悟的人啊,难道你心中依然眷恋着战争的伟业

καὶ πόνος· οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν;

与劳苦吗?难道你连不朽的神明也不肯顺从?

δέ τοι οὐ θνητή, ἀλλʼ ἀθάνατον κακόν ἐστι,

她并非凡俗之躯,而是不朽的祸害,

δεινόν τʼ ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν·

可怖、棘手且狂暴,断不可与之交战;

οὐδέ τις ἔστʼ ἀλκή· φυγέειν κάρτιστον ἀπʼ αὐτῆς.

此处绝无御敌之策,逃离她才是上策。

ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ,

若你披坚执锐,在岩石旁耽搁片刻,

δείδω, μή σʼ ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσι

我唯恐她再次猛扑过来,追上你们,

τόσσῃσιν κεφαλῇσι, τόσους δʼ ἐκ φῶτας ἕληται.

以那么多颗头颅,将同等数量的人攫取而去。

ἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν,

你必须竭尽全力行船,高声呼求克拉泰伊斯,

μητέρα τῆς Σκύλλης, μιν τέκε πῆμα βροτοῖσιν·

她是斯库拉的母亲,孕育了她以作凡人的祸害;

μιν ἔπειτʼ ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι.

她定会阻止其女再次向你们猛扑过来。

Θρινακίην δʼ ἐς νῆσον ἀφίξεαι· ἔνθα δὲ πολλαὶ

随后你将抵达特里纳基亚岛,在那里有无数的

语法注3 条
  1. 12.71καὶ νύ κε τὴν ἔνθʼ ὦκα βάλεν

    虚拟语气(非真实条件句)的结论句,由助词 κε(相当于 ἄν)和直说过去式 βάλεν(即 ἔβαλεν)构成。虽然其条件从句(“若非赫拉相助”)未在文中直接写出,但显然蕴含在上下文的语义中。

  2. 12.84οὐδέ κεν ... εἰσαφίκοιτο

    潜在希求法句式,由助词 κεν 与希求法动词 εἰσαφίκοιτο 结合,表示可能或潜在的推测(“无法触及”)。主语 αἰζήιος ἀνὴρ(强壮之士)位于前一行(§12.83),分词 ὀιστεύσας 作状语表示手段(“通过射箭”)。

  3. 12.110ποθήμεναι

    动词 ποθέω(思念、失去、因失去而痛惜)的荷马式主动现在不定式。在此处,它构成了依附于比较级形容词 φέρτερον(更好、较优)的“对格+不定式”结构的一部分,意为“在船上痛惜失去六位伙伴,远好过所有人一同覆灭”。

模型:gemini-3.5-flashurn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:12.66-12.127