荷马

奥德赛

§12.128-12.191

基尔克的最后告诫与塞壬的歌声

基尔克对奥德修斯发出关于特里纳基亚岛上赫利俄斯神牛的警告及归国条件后离去。奥德修斯扬帆启航,用蜜蜡封住同伴的耳朵以应对塞壬的歌声,并命令同伴将自己缚在桅杆上。当船只接近岛屿时,塞壬们向他唱起歌来。

← 上一节下一节 →

βόσκοντʼ Ἠελίοιο βόες καὶ ἴφια μῆλα,

太阳神赫利俄斯的牛群与肥壮的羊群在彼处吃草,

ἑπτὰ βοῶν ἀγέλαι, τόσα δʼ οἰῶν πώεα καλά,

共有七群牛,亦有同等数量的美丽羊群,

πεντήκοντα δʼ ἕκαστα. γόνος δʼ οὐ γίγνεται αὐτῶν,

每群各有五十只。它们不生繁衍,

οὐδέ ποτε φθινύθουσι. θεαὶ δʼ ἐπιποιμένες εἰσίν,

亦永不减少。有女神担任她们的牧人,

νύμφαι ἐυπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε,

即秀发美貌的宁芙,法厄图萨与兰佩提厄,

ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα.

她们是高贵的新阿剌与高高在上的赫利俄斯所生。

τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ

尊贵的母亲将她们生育并抚养长大后,

Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν,

便把她们遣往远方的特里纳基亚岛居住,

μῆλα φυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς.

去看看守她们父亲的羊群与弯角牛群。

τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι1,

若你让它们不受伤害,心中只想着归途,

τʼ ἂν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·

纵然饱受磨难,你们或仍能抵达伊萨卡;

εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,

但若你伤害了它们,那我便向你预言毁灭,

νηί τε καὶ ἑτάροις· αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,

无论是船只还是同伴;即使你自己得以逃脱,

ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους.

亦将在丧失所有伙伴后,落魄而迟延地归国。

ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.

她这般说道,而金座的黎明女神随即来临。

μὲν ἔπειτʼ ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων·

随后,这位高贵的神女便转身向岛内走去;

αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους

而我则走向船只,督促同伴们

αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·

让他们登船并解开船尾的缆绳;

οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.

他们立时登船,在桨座上坐定。

ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.

他们依次坐好,用长桨拍打着灰白的海水。

ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο

此时,在我们青黑艫首的船只后方,

ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,

吹送来饱满船帆的顺风,这是一位极好的伙伴,

Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.

那便是秀发美貌的基尔克,能口吐人言的可怕女神。

αὐτίκα δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα

我们立时在船上收拾妥当各项索具,

ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.

便安坐下来;风和舵手引导着船只稳步前行。

δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·

此时,我心中忧伤,对同伴们开口说道:

φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύʼ οἴους

“朋友们啊,因为不当只有一人或仅仅两人知晓

θέσφαθʼ2 μοι Κίρκη μυθήσατο, δῖα θεάων·

那位高贵的神女基尔克向我透露的神谕;

ἀλλʼ ἐρέω μὲν ἐγών, ἵνα εἰδότες κε θάνωμεν

故而我要将之说出,使我们明了之后,或就此死去,

κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.

或得免灾祸,逃脱死亡与毁灭。

Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων

首先,她告诫我们要避开那神圣的

φθόγγον ἀλεύασθαι καὶ λειμῶνʼ ἀνθεμόεντα.

塞壬之声以及她们鲜花盛开的草地。

οἶον ἔμʼ ἠνώγει ὄπʼ ἀκουέμεν· ἀλλά με δεσμῷ

她仅命我一人倾听她们的声音;但你们须用

δήσατʼ ἐν ἀργαλέῳ, ὄφρʼ ἔμπεδον αὐτόθι μίμνω,

痛苦的绳索将我牢牢捆绑,好让我坚立在原处,

ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω.

直立于桅杆基座上,且要把绳尾系在桅杆之上。

εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,

若我哀求你们并命令你们将我解开,

ὑμεῖς δὲ πλεόνεσσι τότʼ ἐν δεσμοῖσι πιέζειν3.

届时你们须用更多的绳索将我更加紧紧缚住。

τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον·

我确是将这些细节一一向同伴们陈说阐明;

τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς ἐυεργὴς

与此同时,那艘造构精良的船只迅速抵达了

νῆσον Σειρήνοιιν· ἔπειγε γὰρ οὖρος ἀπήμων.

塞壬的双子之岛;因那温和无害的顺风正催其前行。

αὐτίκʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη

随即,风顿然停息,海面上呈现出一片

ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων.

无风的平静,某个神明让波涛沉沉入睡。

ἀνστάντες δʼ ἕταροι νεὸς ἱστία μηρύσαντο

同伴们站起身来,收拢起船上的帆,

καὶ τὰ μὲν ἐν νηὶ γλαφυρῇ θέσαν, οἱ δʼ ἐπʼ ἐρετμὰ

将它们放入深邃的船舱中;随后他们安坐在桨位上,

ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν.

用磨光的杉木桨将水面拍打得泛起白浪。

αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέι χαλκῷ

而我则用锋利的青铜剑将一大块蜜蜡

τυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον·

切成碎末,并用强健的双手指力捏压;

αἶψα δʼ ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς

蜜蜡很快便变软了,因为那股巨大的力量驱使着,

Ἠελίου τʼ αὐγὴ Ὑπεριονίδαο ἄνακτος·

还有那统治者、许佩里翁之子赫利俄斯的万道光芒。

ἑξείης δʼ ἑτάροισιν ἐπʼ οὔατα πᾶσιν ἄλειψα.

接着,我依次将蜜蜡塞满了我所有伙伴的耳朵。

οἱ δʼ ἐν νηί μʼ ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε

他们便在船上将我的手脚一并捆住,

ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνῆπτον·

让我直立在桅杆基座上,且将绳尾系在桅杆之上;

αὐτοὶ δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.

他们自己则安坐下来,用长桨拍打着灰白的海水。

ἀλλʼ ὅτε τόσσον ἀπῆμεν ὅσον τε γέγωνε βοήσας4,

当我们行至呼喊之声恰可传达的距离,

ῥίμφα διώκοντες, τὰς δʼ οὐ λάθεν ὠκύαλος νηῦς

快速催船前行之时,她们绝不会漏看那疾驰而行、

ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δʼ ἔντυνον ἀοιδήν·

渐渐逼近的船只,她们遂开始唱起那清澈响亮的歌:

δεῦρʼ ἄγʼ ἰών, πολύαινʼ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν,

“快到这儿来吧,赫赫有名的奥德修斯,阿开亚人的至高荣耀,

νῆα κατάστησον, ἵνα νωιτέρην ὄπ ἀκούσῃς.

停下你的船只,好倾听我们的歌声。

οὐ γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ,

迄今从未有人乘着黑色的船只由此驶过,

πρίν γʼ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπʼ ἀκοῦσαι,

除非他先倾听了我们口中所出的如蜜般甘甜的歌声;

ἀλλʼ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.

凡听过者皆欢欣而去,且得享更广博的见识。

ἴδμεν γάρ τοι πάνθʼ ὅσʼ ἐνὶ Τροίῃ εὐρείῃ

因为我们知晓一切,那在辽阔的特洛伊,

Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν,

阿尔戈斯人与特洛伊人依循神意所遭受的种种磨难,

ἴδμεν δʼ, ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.

亦知晓在哺育万物的土地上所发生的一切。

语法注4 条
  1. 12.137τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι

    荷马史诗特有的句法,在条件从句(εἰ)中,助词 κʼ (κεν) 与虚拟语气(ἐάᾳς, μέδηαι)连用,表示对未来的假设。

  2. 12.154οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύʼ οἴους θέσφαθʼ

    无人称动词 χρή 后接“宾格+不定式”结构(ἕνα ἴδμεναι)。ἴδμεναι 是荷马方言中的不定式(相当于雅典方言的 εἰδέναι)。

  3. 12.164ὑμεῖς δὲ πλεόνεσσι τότʼ ἐν δεσμοῖσι πιέζειν

    此处不定式 πιέζειν 用作命令语气(命令性不定式)。动作的主语由主格代词 ὑμεῖς 表示。

  4. 12.181τόσσον... ὅσον τε γέγωνε βοήσας

    关联表达 τόσσον... 自动词 γέγωνε(“呼喊能传达”)及分词 βοήσας 结合,构成表示距离的传统套语(“达到大声呼喊能听到的距离”)。

模型:gemini-3.5-flashurn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:12.128-12.191