- 底本
- Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:10.218-10.287
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-09-21
奥德修斯的同伴们来到喀耳刻的府邸,却落入圈套被施法变成了猪。唯独幸免的欧律洛科斯逃回船上报信,奥德修斯随即独自前往营救,并在途中遇见了赫尔墨斯神。
ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντεςσαῖνον· τοὶ δʼ ἔδεισαν, ἐπεὶ ἴδον αἰνὰ πέλωρα.
这样,有利爪的豺狼和狮子在他们周围摇尾示好;但他们看见这些可怕的怪兽,感到十分害怕。
ἔσταν δʼ ἐν προθύροισι θεᾶς καλλιπλοκάμοιο,Κίρκης δʼ ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ,
他们站在美发女神的门前,听见里面的喀耳刻用甜美的声音歌唱,
ἱστὸν ἐποιχομένης1 μέγαν ἄμβροτον, οἷα θεάωνλεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται.
她在一座巨大的、神圣的织机前走来走去,那织物纤细、优雅而绚丽,正如女神们的神奇杰作。
τοῖσι δὲ μύθων ἦρχε Πολίτης ὄρχαμος ἀνδρῶν,ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε·
在他们之中,人群的领袖波利特斯首先发言,他是我最亲爱、最忠实的同伴:
ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη μέγαν ἱστὸνκαλὸν ἀοιδιάει, δάπεδον δʼ ἅπαν ἀμφιμέμυκεν,
「朋友们,里面有人正对着大织机甜美地歌唱,整个地面都回响着声音,
ἢ θεὸς ἠὲ γυνή· ἀλλὰ φθεγγώμεθα θᾶσσον.
不知是女神还是凡间女子。来,我们快向她呼喊吧。」
ὣς ἄρʼ ἐφώνησεν, τοὶ δὲ φθέγγοντο καλεῦντες.
他这样说着,同伴们便大声呼喊着召唤她。
ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰςκαὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·
她立刻出来,打开闪亮的门,邀请他们进去;而他们全都因为愚昧无知而跟着进去了。
Εὐρύλοχος δʼ ὑπέμεινεν, ὀισάμενος δόλον εἶναι.
唯独欧律洛科斯留在了后面,因为他怀疑其中有诈。
εἷσεν δʼ εἰσαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε,
她把他们领进去,安置在靠椅和高座上,
ἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸν
并为他们把奶酪、大麦粉和新鲜蜂蜜混入普拉姆尼亚葡萄酒中;她还在食物里掺入
οἴνῳ Πραμνείῳ ἐκύκα2· ἀνέμισγε δὲ σίτῳφάρμακα λύγρʼ, ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης.
恶毒的药水,为的是让他们彻底忘却故土。
αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, αὐτίκʼ ἔπειταῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ.
当她把这递给他们,而他们一饮而尽后,她立刻用魔杖抽打他们,把他们关进猪圈。
οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τεκαὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος, ὡς τὸ πάρος περ.
此时他们已长出了猪的头、声音、鬃毛和躯体,但他们的神智却依然如故,和以前一模一样。
ὣς οἱ μὲν κλαίοντες ἐέρχατο, τοῖσι δὲ Κίρκη
于是他们哭泣着被关了起来,而喀耳刻为他们
πάρ ῥʼ ἄκυλον βάλανόν τε βάλεν καρπόν τε κρανείης
扔下了橡子、橡实和山茱萸果,
ἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν.
作为食物,正如那些在地上打滚的猪一直吃的那样。
Εὐρύλοχος δʼ αἶψʼ ἦλθε θοὴν ἐπὶ νῆα μέλαιναν
欧律洛科斯立刻回到敏捷的黑船旁,
ἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον.
去报告同伴们的消息和他们悲惨的命运。
οὐδέ τι ἐκφάσθαι δύνατο ἔπος ἱέμενός περ,
尽管他极其渴望,却一句话也说不出来,
κῆρ ἄχεϊ μεγάλῳ βεβολημένος3· ἐν δέ οἱ ὄσσε
他的心被巨大的悲痛所重创;而他的双眼
δακρυόφιν πίμπλαντο, γόον δʼ ὠίετο θυμός.
噙满了泪水,他的心灵只感到无尽的悲哀。
ἀλλʼ ὅτε δή μιν πάντες ἀγασσάμεθʼ ἐξερέοντες,
直到我们大家都感到惊讶并向他追问时,
καὶ τότε τῶν ἄλλων ἑτάρων κατέλεξεν ὄλεθρον·
他这才讲述了其他同伴的毁灭:
ἤιομεν, ὡς ἐκέλευες, ἀνὰ δρυμά, φαίδιμʼ Ὀδυσσεῦ·
「我们按照您的吩咐,穿过了那片森林,光荣的奥德修斯;
εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλὰ
我们在山谷中发现了一座建造得十分美丽的府邸,
ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ.
是用打磨过的石块建在开阔的地方。
ἔνθα δέ τις μέγαν ἱστὸν ἐποιχομένη λίγʼ ἄειδεν,
在那里,有人正对着大织机用清脆的声音歌唱,
ἢ θεὸς ἠὲ γυνή· τοὶ δὲ φθέγγοντο καλεῦντες.
不知是女神还是凡间女子;于是他们大声呼喊着召唤她。
ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς
她立刻出来,打开闪亮的门,
καὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·
邀请他们进去;而他们全都因为愚昧无知而跟着进去了。
αὐτὰρ ἐγὼν ὑπέμεινα, ὀισάμενος δόλον εἶναι.
唯独我留在了后面,因为我怀疑其中有诈。
οἱ δʼ ἅμʼ ἀιστώθησαν ἀολλέες, οὐδέ τις αὐτῶν
随后他们突然一并消失了,他们中没有一个人
ἐξεφάνη· δηρὸν δὲ καθήμενος ἐσκοπίαζον.
重新出现;我坐着守望了很久。」
ὣς ἔφατʼ, αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος ἀργυρόηλον
他这么说着,而我把银钉宝剑
ὤμοιιν βαλόμην, μέγα χάλκεον, ἀμφὶ δὲ τόξα·
那把巨大的青铜剑,跨在肩上,并且带上了弓箭;
τὸν δʼ ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασθαι.
我命令他再次带路走同一条通道。
αὐτὰρ ὅ γʼ ἀμφοτέρῃσι λαβὼν ἐλλίσσετο γούνων
但他用双手抱住我的双膝向我哀求,
καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
在悲悼中对我说出了有翼的飞语:
μή μʼ ἄγε κεῖσʼ ἀέκοντα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ.
「宙斯抚育的英雄啊,求您不要违背我的意愿带我到那里去,就让我留在这里吧。
οἶδα γάρ, ὡς οὔτʼ αὐτὸς ἐλεύσεαι οὔτε τινʼ ἄλλον
因为我知道,您不仅自己回不来,也无法把其他
ἄξεις σῶν ἑτάρων. ἀλλὰ ξὺν τοίσδεσι θᾶσσον
同伴带回来。让我们和留在这里的人一起,快些
φεύγωμεν· ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ.
逃走吧;因为我们或许还能躲过这悲惨的一天。」
ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
他这样说,而我回答他说道:
Εὐρύλοχʼ, ἦ τοι μὲν σὺ μένʼ αὐτοῦ τῷδʼ ἐνὶ χώρῳ
「欧律洛科斯啊,你大可以留在原处的这个地方,
ἔσθων καὶ πίνων κοίλῃ παρὰ νηὶ μελαίνῃ·
在中空的黑船旁吃吃喝喝;
αὐτὰρ ἐγὼν εἶμι, κρατερὴ δέ μοι ἔπλετʼ ἀνάγκη.
但我必须要去,因为重大的使命正落在我身上。」
ὣς εἰπὼν παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.
我说完这些,便离开了船只和海边,往高处走去。
ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλον ἰὼν ἱερὰς ἀνὰ βήσσας
但当我穿过神圣的山谷,
Κίρκης ἵξεσθαι πολυφαρμάκου ἐς μέγα δῶμα,
正准备抵达精通多种魔药的喀耳刻那宏伟的宅邸时,
ἔνθα μοι Ἑρμείας χρυσόρραπις ἀντεβόλησεν
就在那里,手持金杖的赫尔墨斯迎面遇上了我,
ἐρχομένῳ πρὸς δῶμα, νεηνίῃ ἀνδρὶ ἐοικώς,
当时我正走向那座宅邸。他化身为一个年轻男子,
πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη·
嘴唇上刚长出第一道胡须,那正是青春最动人的年华;
ἔν τʼ ἄρα μοι φῦ χειρί4, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
他紧紧握着我的手,开口呼唤我的名字,说道:
πῇ δὴ αὖτʼ, ὦ δύστηνε, διʼ ἄκριας ἔρχεαι οἶος,
「不幸的人啊,你怎么又独自在山间行走,
χώρου ἄιδρις ἐών; ἕταροι δέ τοι οἵδʼ ἐνὶ Κίρκης
对这里的地形一无所知?你的同伴们正被关在喀耳刻的府邸里,
ἔρχαται ὥς τε σύες πυκινοὺς κευθμῶνας ἔχοντες.
像猪一样,躲在紧闭的猪圈里。
ἦ τοὺς λυσόμενος δεῦρʼ ἔρχεαι; οὐδέ σέ φημι
你是来这里释放他们的吗?但我敢说,
αὐτὸν νοστήσειν, μενέεις δὲ σύ γʼ, ἔνθα περ ἄλλοι.
你自己不仅无法回去,还会像其他人一样留在原处。
ἀλλʼ ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω.
不过,来吧,我来帮你摆脱灾难并拯救你。
τῆ, τόδε φάρμακον ἐσθλὸν ἔχων ἐς δώματα Κίρκης
给,带着这神奇的药草,去喀耳刻的府邸吧……」
- 10.222ἱστὸν ἐποιχομένης
属格现在分词,修饰前一行的“喀耳刻(Κίρκης)”。在表示感官知觉的动词“听见(ἄκουον)”后作宾语补足语,意为“听见喀耳刻在织机前走来走去”。
- 10.234ἐν δέ σφιν... ἐκύκα
介词“ἐν”与动词“ἐκύκα”分离的“分拆(tmesis)”现象,相当于“ἐγκυκᾶν(调配、调入)”,并带与格“σφιν(为他们)”。
- 10.247κῆρ ἄχεϊ μεγάλῳ βεβολημένος
名词“κῆρ”(心)作关系宾格(限制宾格),修饰被动完成分词“βεβολημένος”(被击中、被重创),意为“因巨大的悲痛(ἄχεϊ μεγάλῳ,工具与格)而在心中受到重创”。
- 10.280ἔν τʼ ἄρα μοι φῦ χειρί
“ἔν”与“φῦ”(φύω的不定过去时单数第三人称)构成分拆(tmesis),合成动词“ἐμφύω”(紧握、附着)。代词与格“μοι”为动作对象,“χειρί”(手)为关系或工具与格,意为“紧紧握住我的手”。
