← 荷马

伊利亚特

§9.425-9.499

菲尼克斯述说往事与劝阻阿喀琉斯

在阿喀琉斯重申归乡决意之际,老菲尼克斯泪流满面地诉说起自己的身世、当年出逃的往事,以及视阿喀琉斯如己出的深厚父爱,恳求他平息执拗的怒火。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
425

νηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδέ γʼ ἑτοίμη

在深邃的船旁,因为这一计划对他们来说并不容易实现,

ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος·1

那正是他们趁我退隐愤怒时所筹划的;

Φοῖνιξ δʼ αὖθι παρʼ ἄμμι μένων κατακοιμηθήτω,

但让菲尼克斯留在这里和我们在一起,在此入睡,

ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται

好让他明天乘我的船跟随我回到可爱的祖国,

αὔριον ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξω.

如果他愿意的话;但我绝不强迫他同往。

430

ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ

他这样说,众人皆默默无言,静悄悄地,

μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀπέειπεν·

为他的话语感到震惊;因为他拒绝得极为坚决。

ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ

过了许久,老骑士菲尼克斯终于开口说话,

δάκρυʼ ἀναπρήσας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν·

泪水夺眶而出;因为他极度担忧阿开亚人的船只:

εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ

“光荣的阿喀琉斯啊,如果你真的在心中筹划着

435

βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι

归乡,并且由于愤怒降临了你的心灵,

πῦρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ,

便完全不愿为疾驰的船只阻挡那毁灭性的烈火,

πῶς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην2

那我又怎能离开你,亲爱的孩子,独自一人

οἶος; σοὶ δέ μʼ ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς

留在这里?是老骑士佩琉斯派我来到你身边的,

ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε

在那天他把你从弗西亚送往阿伽门农处的日子,

440

νήπιον οὔ πω εἰδόθʼ ὁμοιΐου πολέμοιο

那时你还是个孩子,既不懂得那人人平等的战争,

οὐδʼ ἀγορέων, ἵνα τʼ ἄνδρες ἀριπρεπέες τελέθουσι.

也不懂得那使人们脱颖而出的集会。

τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα,

因此他派我前来,教导你这一切,

μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων.

使你成为能言善辩之人,并成为建功立业之士。

ὡς ἂν ἔπειτʼ ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι

所以,亲爱的孩子,我绝不愿离开你

445

λείπεσθʼ, οὐδʼ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς3

而被留下,哪怕有一位神明亲自向我承诺,

γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα,

要剥去我的暮年,使我恢复青春和活力,

οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα

就像我最初离开那盛产美貌女子的希腊、

φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο,

逃避与我的父亲、奥尔梅诺斯之子阿敏托尔的争吵时那样。

ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο,

他因为一个美发的妾侍而对我大发雷霆,

450

τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δʼ ἄκοιτιν

他自己宠爱她,却羞辱他的妻子——我的母亲。

μητέρʼ ἐμήν· ἣ δʼ αἰὲν ἐμὲ λισσέσκετο γούνων

而母亲总是抱住我的双膝哀求我,

παλλακίδι προμιγῆναι, ἵνʼ ἐχθήρειε γέροντα.

让我在他之前与那妾侍同床,好让她厌恶那个老头子。

τῇ πιθόμην καὶ ἔρεξα· πατὴρ δʼ ἐμὸς αὐτίκʼ ὀϊσθεὶς

我听从了她并照做了;我的父亲立时起了疑心,

πολλὰ κατηρᾶτο, στυγερὰς δʼ ἐπεκέκλετʼ Ἐρινῦς,

多方诅咒我,并呼唤那可憎的复仇女神,

455

μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν4

诅咒我的膝上永远不会坐着我所生养的

ἐξ ἐμέθεν γεγαῶτα· θεοὶ δʼ ἐτέλειον ἐπαρὰς

亲爱的儿子;而神明们实现了他的诅咒,

Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια.

即地下的宙斯和令人敬畏的珀耳塞福涅。

ἔνθʼ ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετʼ ἐν φρεσὶ θυμὸς

在那时,我的心灵再也无法被说服,

πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι.

继续留在我那发怒的父亲的府邸中徘徊。

ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες

确实,许多亲族和堂表兄弟们围绕着我,

465

αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι,

在府邸里苦苦哀求,想要挽留我。

πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς

他们宰杀了许多肥壮的羊和步履蹒跚、角弯蹄健的牛,

ἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ

许多油脂丰满、长势旺盛的肥猪

εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο,

在赫淮斯托斯的火焰中被炙烤伸展开来,

πολλὸν δʼ ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος.

从那老人的瓮中,有大量的甜酒被饮用。

470

εἰνάνυχες δέ μοι ἀμφʼ αὐτῷ παρὰ νύκτας ἴαυον·

九个夜晚,他们都在我身旁度过黑夜;

οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτʼ ἔσβη

他们轮流值班守望,篝火从未熄灭,

πῦρ, ἕτερον μὲν ὑπʼ αἰθούσῃ εὐερκέος αὐλῆς,

一处在围墙坚固的庭院的回廊下,

ἄλλο δʼ ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων.

另一处在门厅里,在卧室的大门前。

ἀλλʼ ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή,

但是,当第十个漆黑的夜晚降临到我身上时,

475

καὶ τότʼ ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας

就在那时,我撞开了卧室紧闭的门扉

ῥήξας ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆς

走了出来,并越过了庭院的围栏,

ῥεῖα, λαθὼν φύλακάς τʼ ἄνδρας δμῳάς τε γυναῖκας.

轻而易举地避开了守卫和女仆们。

φεῦγον ἔπειτʼ ἀπάνευθε διʼ Ἑλλάδος εὐρυχόροιο,

随后我逃往远方,穿过辽阔的希腊,

Φθίην δʼ ἐξικόμην ἐριβώλακα μητέρα μήλων

来到了肥沃的、孕育羊群的弗西亚,

480

ἐς Πηλῆα ἄναχθʼ· ὃ δέ με πρόφρων ὑπέδεκτο,

来到了佩琉斯国王身旁;他热情地接纳了我,

καί μʼ ἐφίλησʼ ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ

并且爱护我,如同一个父亲爱他的儿子,

μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι,

那是在他暮年所生的独子,继承着丰厚的财产;

καί μʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν·

他使我富足,并把众多的子民赐予我;

ναῖον δʼ ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων.

我居住在弗西亚的边境,统治着多罗佩斯人。

485

καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,

神一样的阿喀琉斯啊,我满腔爱意地将你

ἐκ θυμοῦ φιλέων, ἐπεὶ οὐκ ἐθέλεσκες ἅμʼ ἄλλῳ

抚养成今天这般模样,因为你既不愿和别人

οὔτʼ ἐς δαῖτʼ ἰέναι οὔτʼ ἐν μεγάροισι πάσασθαι,

一同去赴宴,也不愿在府邸中进食,

πρίν γʼ ὅτε δή σʼ ἐπʼ ἐμοῖσιν ἐγὼ γούνεσσι καθίσσας

除非我把你抱在我的膝上,

ὄψου τʼ ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών.

把肉切好喂饱你,并把酒送到你的唇边。

490

πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα

在让你烦心的幼年时期,你常常把酒

οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ.

吐出来,弄湿了我胸前的紧身衣。

ὣς ἐπὶ σοὶ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,

因此,我为你承受了极多的痛苦,付出了极多的辛劳,

τὰ φρονέων5 ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον

深知神明已绝不让我拥有自己所出的

ἐξ ἐμεῦ· ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ

后嗣;但我把你,神一样的阿喀琉斯,当成了我的儿子,

495

ποιεύμην, ἵνα μοί ποτʼ ἀεικέα λοιγὸν ἀμύνῃς.

好让有朝一日你能为我挡开那悲惨的灾祸。

ἀλλʼ Ἀχιλεῦ δάμασον θυμὸν μέγαν· οὐδέ τί σε χρὴ

但是,阿喀琉斯啊,克制你伟大的怒火吧;你千万不能

νηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί,

拥有一颗无情的心。甚至连神明本身也是可以动摇的,

τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε.

尽管他们的德行、尊荣和力量都要更加伟大。

καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι

人们用祭品和温和的祈祷,

语法注5 条
  1. 9.426ἐμεῦ ἀπομηνίσαντος

    由人称代词属格 ἐμεῦ 与不定过去时分词属格 ἀπομηνίσαντος 构成的属格独立结构,意为“在我退隐愤怒之时”。

  2. 9.434εἰ μὲν δὴ νόστόν γε... βάλλεαι... πῶς ἂν ἔπειτʼ ἀπὸ σεῖο... λιποίμην

    该条件句在条件从句中使用了直说法的现在时(βάλλεαι),而在主句(§9.437)中使用了带有 ἄν 的希求法(πῶς ἂν ... λιποίμην),构成修辞性疑问句,表达强烈的反问和不可能。

  3. 9.444ὡς ἂν ἔπειτʼ ἀπὸ σεῖο... οὐκ ἐθέλοιμι λείπεσθʼ, οὐδʼ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς

    主句 ὡς ... οὐκ ἐθέλοιμι λείπεσθʼ(希求法搭配 ἄν,表达强烈的意愿或决心)与让步条件从句 οὐδʼ εἴ κέν ... ὑποσταίη(εἰ κεν 搭配希求法)相结合,表示“即便神明亲自向我承诺……我也绝不愿”。

  4. 9.455μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν

    由表达诅咒的动词 κατηρᾶτο(§9.454)所引导的带否定词 μή 的不定式从句,用作间接命令或内容从句,表示诅咒的具体内容:“(诅咒我)膝上永远不会坐着亲爱的儿子”。

  5. 9.493τὰ φρονέων

    分词 φρονέων(意为“考虑到、心想”)以 ὅ 从句(ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον,在此相当于 ὅτι 从句)作为其宾语,意为“考虑到神明绝不会让我拥有自己所出的子嗣”。

翻译:Gemini 3.5 Flash(2026-05-23 发布)・修订记录(2 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 2 处
urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:9.425-9.499