← 荷马

伊利亚特

§8.140-8.210

狄奥墨德斯撤退与赫克托尔追击

涅斯托尔意识到宙斯的意志不可违抗,说服狄奥墨德斯撤退;赫克托尔确信胜利在望,在鼓舞特洛伊军队的同时企图夺取涅斯托尔和狄奥墨德斯的铠甲。赫拉为此感到愤怒,但波塞冬拒绝反抗宙斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
140

ἦ οὐ γιγνώσκεις ὅ1 τοι ἐκ Διὸς οὐχ ἕπετʼ ἀλκή;

“难道你不知道,从宙斯那里并没有力量伴随你吗?

νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει

因为现在克罗诺斯之子宙斯正将荣耀恩赐予他,

σήμερον· ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κʼ ἐθέλῃσι,

在今天;但此后若他愿意,也会再次

δώσει· ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο2

赐予我们;但凡人绝不可能阻挡宙斯的意图,

οὐδὲ μάλʼ ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι.

哪怕他极其强悍,因为宙斯要强大得多。”

145

τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης·

于是,擅长呐喊的狄奥墨德斯回答他道:

ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·

“老人家,确实,你所说的这一切都合乎情理。

ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·

然而,这可怕的痛苦涌上我的心头和灵魂:

Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσʼ ἀγορεύων·

因为赫克托尔有朝一日在特洛伊人集会发言时必会说:

Τυδεΐδης ὑπʼ ἐμεῖο φοβεύμενος ἵκετο νῆας.

‘蒂丢斯之子因惧怕我而逃回了战船。’

150

ὥς ποτʼ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών.3

他有朝一日必会这样夸耀;到那时,愿辽阔的大地裂开将我吞没。”

τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·

于是,格勒尼亚的骑士涅斯托尔回答他道:

ὤ μοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες.

“哀哉,睿智的蒂丢斯之子,你竟说出这样的话!

εἴ περ γάρ σʼ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει,

因为即使赫克托尔会说你是懦夫和弱者,

ἀλλʼ οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες

特洛伊人和达耳达尼亚人也不会相信,

155

καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων,

那些心性高贵、手持盾牌的特洛伊人的妻子们也不会相信,

τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας.

因为你曾将她们健壮的丈夫打落于尘土之中。”

ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους

他说完这些,便将独蹄的战马转过身来逃跑,

αὖτις ἀνʼ ἰωχμόν· ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ

重新穿过混战;而在他们身后,特洛伊人和赫克托尔

ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο.

伴着可怕的呼喊,倾泻下令人叹息的投枪。

160

τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ·

闪亮头盔的伟大赫克托尔朝着他放声大喊:

Τυδεΐδη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι

“蒂丢斯之子,驭马迅捷的达奈人过去最尊崇你,

ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι·

赐予你上席、肉食和满盈的杯盏;

νῦν δέ σʼ ἀτιμήσουσι· γυναικὸς ἄρʼ ἀντὶ τέτυξο.

但现在他们会蔑视你;你原来不过是个像女人一样的货色。

ἔρρε κακὴ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο4

滚吧,没用的玩偶,因为只要我不退让,

165

πύργων ἡμετέρων ἐπιβήσεαι, οὐδὲ γυναῖκας

你就休想登上我们的城墙,也休想用战船

ἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω.

载走我们的女人;在那之前,我会先赐予你死期。”

ὣς φάτο, Τυδεΐδης δὲ διάνδιχα μερμήριξεν

他这样说,蒂丢斯之子在两种想法中犹豫不决,

ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι.

是要拨转战马,还是迎面与他战斗。

τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν,

三度,他在心中和灵魂里深思踌躇,

170

τρὶς δʼ ἄρʼ ἀπʼ Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς

三度,足智多谋的宙斯从伊达山群峰间打响巨雷,

σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην.

向特洛伊人昭示扭转战局的胜利之兆。

Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·

赫克托尔朝着特洛伊人放声大喊,高声召呼:

Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ

“特洛伊人、吕基亚人和贴身近战的达耳达尼亚人,

ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.

友人们,要做男子汉,记住你们凶猛的武勇。

175

γιγνώσκω δʼ ὅτι μοι πρόφρων κατένευσε Κρονίων

我知道,克罗诺斯之子心怀善意地向我允诺了

νίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοῖσί γε πῆμα·

胜利和伟大的荣耀,而带给达奈人的却是灾殃;

νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο

愚蠢的人,他们竟然建造了这些墙垣,

ἀβλήχρʼ οὐδενόσωρα· τὰ δʼ οὐ μένος ἁμὸν ἐρύξει·

如此脆弱,不值一顾;它们阻挡不了我的气势;

ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν.

我们的战马能轻易跃过挖掘出的战壕。

180

ἀλλʼ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι,

但是,一旦我到达了那些空心的战船旁,

μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω,

到那时,就必须准备好毁灭性的烈火,

ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς

好让我用火烧毁战船,并在战船旁

Ἀργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ.

杀死那些被浓烟熏得惊慌失措的阿耳戈斯人。”

ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·

他这样说着,向他的战马呼唤并说道:

185

Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖε

“克珊托斯,还有你,波达耳戈斯,以及埃通和神圣的兰波斯,

νῦν μοι τὴν κομιδὴν ἀποτίνετον,5 ἣν μάλα πολλὴν

现在的你们要报答我对你们的照料,那可是极其丰厚的,

Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος

心性高贵的热提翁之女安德罗玛刻,

ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν

甚至在我之前,就为你们供上甘甜的小麦,

οἶνόν τʼ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι,

并在你们心愿所求时掺好美酒供你们饮用,

190

ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι.

甚至在我这个自诩为她健壮丈夫的人之前。

ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὄφρα λάβωμεν

快追上去,加把劲,好让我们夺取

ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει

涅斯托尔的盾牌,它的名声如今直达云霄,

πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν,

据说它通体都是黄金,连把手和盾牌本身也是;

αὐτὰρ ἀπʼ ὤμοιιν Διομήδεος ἱπποδάμοιο

并从驭马的狄奥墨德斯的双肩上夺下

195

δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων.

那件精巧的胸甲,那是赫斐斯托斯费心制作的。

εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν6 Ἀχαιοὺς

如果我们能夺得这两样东西,我便期望着阿开亚人

αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων.

就在今夜登上海船,仓皇离去。”

ὣς ἔφατʼ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη,

他这样自负地宣告,而庄严的赫拉极其愤怒,

σείσατο δʼ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον,

她在宝座上震怒,使得辽阔的奥林匹斯山随之颤动,

200

καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα·

她面对伟大的神明波塞冬开言道:

ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οὐδέ νυ σοί περ

“哀哉,震动大地、威力无边的神明,难道连你

ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός.

的胸中也对那些正在灭亡的达奈人不产生怜悯吗?

οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρʼ ἀνάγουσι

然而他们曾在赫利刻和埃盖为你呈献上

πολλά τε καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην.

许多精美无比的礼物;因此你应当愿意让他们得胜。

205

εἴ περ γάρ κʼ ἐθέλοιμεν, ὅσοι Δαναοῖσιν ἀρωγοί,

因为如果我们所有身为达奈人助手的人都愿意

Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν,

击退特洛伊人,并制止宽广声音的宙斯,

αὐτοῦ κʼ ἔνθʼ ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ.

那他只得独自坐在伊达山上,在那里愁眉不展。”

τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κρείων ἐνοσίχθων·

震动大地的神主极为震怒地对她说道:

Ἥρη ἀπτοεπὲς ποῖον τὸν μῦθον ἔειπες.

“赫拉,言语冒失的女人,你说了什么样的话!

210

οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι Διὶ Κρονίωνι μάχεσθαι

我绝不愿我们与克罗诺斯之子宙斯战斗,因为他要强大得多。”

语法注6 条
  1. 8.140ὅ

    代替了连词 ὅτι(那/……的事实),引导名词性从句,作为 ἦ οὐ γιγνώσκεις(难道你不知道……)的直接宾语。或者,也可以将其视为中性单数宾格关系代词,用以引导名词性从句。

  2. 8.143κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο

    助词 κεν(ἄν 的荷马式变体)与选择语气(εἰρύσσαιτο,εἰρύομαι 的不定过去时中动语气)的结合,表达了潜在可能性(‘绝无凡人能阻挡’)。Διὸς νόον(宙斯的意图)是该动词的直接宾语。

  3. 8.150τότε μοι χάνοι εὐρεῖα χθών

    动词 χάνοι(χάσκω 的不定过去时主动语气单数第三人称)是表示愿望的独立选择语气(‘愿大地那时开裂将我吞没’)。μοί 起到关系与格或伦理与格的作用。

  4. 8.164ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο

    短语 εἴξαντος ἐμεῖο(εἴκω 的不定过去时分词单数属格与第一人称代词单数属格)在连词 ἐπεί 之后构成了属格绝对结构(‘因为我不退让’)。

  5. 8.186ἀποτίνετον

    尽管赫克托尔在 §8.185 中点名了四匹马,但动词 ἀποτίνετον(以及 §8.191 中的 ἐφομαρτεῖτον 和 σπεύδετον)却使用了双数形式(第二人称双数现在时命令法)。这反映了传统的双马战车配对,或是荷马史诗中在指代群体时双数与复数混用的习惯。

  6. 8.196εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν

    条件从句中的 εἰ 搭配选择语气(λάβοιμεν),与主句中带 κεν 的选择语气(ἐελποίμην κεν)相结合,构成了潜在条件句(‘如果我们能夺得这两样,我便期望……’)。不定式 ἐπιβήσεμεν 充当 ἐελποίμην 的宾语。

翻译:Gemini 3.5 Flash(2026-05-23 发布)urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:8.140-8.210