- 底本
- Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:24.1-24.68
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-03
阿基琉斯因哀悼帕特罗克洛斯而彻夜难眠并继续作践赫克托耳的遗体,众神对此产生怜悯并引发争论。阿波罗谴责阿基琉斯的残暴,赫拉则为其辩护,最终由宙斯出面进行调解。
λῦτο δʼ ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι
竞技会解散了,民人们各自向着自己那敏捷的
ἐσκίδναντʼ ἰέναι. τοὶ μὲν δόρποιο μέδοντο
船只散去,准备离开。他们考虑着晚膳
ὕπνου τε γλυκεροῦ ταρπήμεναι·1 αὐτὰρ Ἀχιλλεὺς
和享受甜美的睡眠;然而阿基琉斯
κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος
因思念亲爱的同伴而哭泣,那征服一切的睡眠
ᾕρει πανδαμάτωρ, ἀλλʼ ἐστρέφετʼ ἔνθα καὶ ἔνθα
未能俘获他,他辗转反侧,
Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ,
渴望着帕特罗克洛斯的男子气概与强健力量,
ἠδʼ ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα
并回想着曾与他一同经历的种种往事和所受的痛苦,
ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων·
穿行于男人们的战场和艰辛的波涛之中。
τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν,
回忆起这些,他流下了饱满的泪水,
ἄλλοτʼ ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δʼ αὖτε
时而侧卧,时而又
ὕπτιος, ἄλλοτε δὲ πρηνής· τοτὲ δʼ ὀρθὸς ἀναστὰς
仰卧,时而又俯卧;时而他又挺身站起,
δινεύεσκʼ ἀλύων παρὰ θῖνʼ ἁλός· οὐδέ μιν ἠὼς
在海滩旁疯狂地徘徊;那显现的黎明
φαινομένη λήθεσκεν2 ὑπεὶρ ἅλα τʼ ἠϊόνας τε.
在海洋与海滩之上,决不会不被他所注意。
ἀλλʼ ὅ γʼ ἐπεὶ ζεύξειεν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,
但是,每当他把敏捷的骏马套在战车上,
Ἕκτορα δʼ ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν,
把赫克托耳系在车后拖拽,
τρὶς δʼ ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντος
绕着亡故的墨诺提俄斯之子的陵墓拖拽三圈后,
αὖτις ἐνὶ κλισίῃ παυέσκετο, τὸν δέ τʼ ἔασκεν
便又在帐篷中歇息,而将他
ἐν κόνι ἐκτανύσας προπρηνέα· τοῖο δʼ Ἀπόλλων
脸朝下伸展在尘土之中。然而阿波罗
πᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτʼ ἐλεαίρων
怜悯这汉子,使他的身体免受一切丑陋的毁坏,
καὶ τεθνηότα περ· περὶ δʼ αἰγίδι πάντα κάλυπτε
即便他已经死去;他用黄金的
χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.
神盾将他全身遮盖,以免拖拽时将他的皮肉撕裂。
ὣς ὃ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων·
就这样,他心怀狂怒,作践着高贵的赫克托耳;
τὸν δʼ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες,
而幸福的众神看着他,怜悯他,
κλέψαι δʼ ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην.
不断促请那目光敏锐的阿耳革伊丰忒斯去偷走尸体。
ἔνθʼ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθʼ Ἥρῃ
这建议对其余所有的神明来说都是惬意的,但赫拉决不同意,
οὐδὲ Ποσειδάωνʼ οὐδὲ γλαυκώπιδι κούρῃ,
波塞冬和那闪亮双眸的少女也决不同意,
ἀλλʼ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ3
而是保持着他们对神圣的伊利奥斯最初的憎恨,
καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκʼ ἄτης,
对普里阿摩斯和他的子民也是如此,这都是因为亚历山德罗斯的妄执,
ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο,
当女神们来到他的牧舍时,他侮辱了她们,
τὴν δʼ ᾔνησʼ ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν.
却赞美了那带给他灾难性好色的她。
ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς,
然而,自那以后第十二个黎明到来之时,
καὶ τότʼ ἄρʼ ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων·
福玻斯·阿波罗终于在不死众神中开口说道:
σχέτλιοί ἐστε θεοί, δηλήμονες· οὔ νύ ποθʼ ὑμῖν
“你们这些神明真是残酷、害人!难道
Ἕκτωρ μηρίʼ ἔκηε βοῶν αἰγῶν τε τελείων;
赫克托耳未曾给你们烧过公牛与无瑕山羊的大腿骨吗?
τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι
如今他虽已成了一具尸体,你们却不肯将他救出,
ᾗ τʼ ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ
让他的妻子、母亲、他的孩子、
καὶ πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ὦκα
他的父亲普里阿摩斯以及子民看见。他们本会迅速
ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν.
在火中焚化他,并为他举行葬礼。
ἀλλʼ ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθʼ ἐπαρήγειν,
相反,你们这些神明却想帮助毁灭性的阿基琉斯,
ᾧ οὔτʼ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα
他既无正直的心肠,胸中的意念
γναμπτὸν ἐνὶ στήθεσσι, λέων δʼ ὣς ἄγρια οἶδεν,
亦不软化,像狮子一样只知凶残,
ὅς τʼ ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ
那狮子顺从着强大的力量与高傲的心,
εἴξας εἶσʼ ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν·
扑向凡人的羊群,以求饱餐一顿。
ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς
同样,阿基琉斯泯灭了怜悯,他身上也没有
γίγνεται, ἥ τʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησι.
羞耻之心,而这本能大损于人,却也能造福于人。
μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι
人总会失去更为亲爱的人,
ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν·
同胞的兄弟或者是自己的儿子;
ἀλλʼ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε·
但在哭泣和哀悼之后,他总会释怀,
τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν.
因为命运女神赋予了人类忍耐的心。
αὐτὰρ ὅ γʼ Ἕκτορα δῖον, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,
但他夺去了高贵赫克托耳的心爱生命后,
ἵππων ἐξάπτων περὶ σῆμʼ ἑτάροιο φίλοιο
却将他拴在马后,绕着亲爱同伴的陵墓
ἕλκει· οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τʼ ἄμεινον.
拖拽。这对他来说绝非更体面,也绝非更好。
μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς·4
尽管他很优秀,我们也不要对他感到愤慨;
κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.
因为他在狂怒中,正在作践那无知无觉的泥土。”
τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη·
对此,愤怒的白臂赫拉对他说:
εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε
“银弓之神啊,你的这番话也许是对的,
εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν.
如果你们真的要让阿基琉斯和赫克托耳享有同等的尊荣。
Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν·
赫克托耳只是个凡人,曾吸吮女子的乳汁;
αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴ
而阿基琉斯是女神的子嗣,那女神是我亲手
θρέψά τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν
抚养、宠爱,并许配给一个男人为妻的,
Πηλέϊ, ὃς περὶ κῆρι φίλος γένετʼ ἀθανάτοισι.
那就是深得不死众神之心的佩琉斯。
πάντες δʼ ἀντιάασθε θεοὶ γάμου· ἐν δὲ σὺ τοῖσι
你们所有的神明都参加了婚礼;在他们之中,你也
δαίνυʼ ἔχων φόρμιγγα κακῶν ἕταρʼ, αἰὲν ἄπιστε.
抱着竖琴赴宴,你这恶人的同伙,永远不忠诚的家伙!”
τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
对此,云聚者宙斯回答她说道:
Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν·
“赫拉,切莫对众神一味发怒;
οὐ μὲν γὰρ τιμή γε μίʼ ἔσσεται· ἀλλὰ καὶ Ἕκτωρ
因为他们的尊荣确实不会是一样的。但是,赫克托耳也是
φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλίῳ εἰσίν·
在伊利奥斯的所有凡人中,最得众神宠爱的人;
ὣς γὰρ ἔμοιγʼ, ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων.
至少对我而言是如此,因为他从未缺少过令人愉悦的贡品。”
- 24.2δόρποιο μέδοντο / ὕπνου τε γλυκεροῦ ταρπήμεναι
动词 μέδομαι(挂念、考虑)支配属格 δόρποιο(晚膳)。其后的短语 ὕπνου τε γλυκεροῦ ταρπήμεναι 由不定式 ταρπήμεναι(动词 τέρπω 的无定过去时被动不定式,意为“享受”)与其属格宾语构成,意为“挂念着享受甜美的睡眠”。
- 24.12οὐδέ μιν ἠὼς / φαινομένη λήθεσκεν
动词 λανθάνω(在此为表示反复动作的爱奥尼亚式未完成过去时形式 λήθεσκεν)与宾格代词 μιν 及现在分词 φαινομένη 连用。直译为“显现的黎明未能在不被他注意的情况下溜走”,意指阿基琉斯彻夜难眠,总是目睹清晨黎明的到来。
- 24.27ἀλλʼ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ
动词 ἔχον(ἔχω 的未完成过去时复数第三人称形式)在此作不及物动词使用,或省略了“敌意”等宾语,意为“他们保持着、维持着”。连词 ὥς 起副词性作用(“正如”),整句意为“他们保持着敌意,正如神圣的伊利奥斯最初变得令他们憎恨时那样”。
- 24.53μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς
动词 νεμεσσηθέωμεν 是第一人称复数的无定过去时被动虚拟式,与否定词 μή 连用,表示强烈的劝诫或警示:“让我们不要对他发怒”。分词 ἐόντι(εἰμί 的与格单数分词)与小词 περ 连用,具有让步意义(“尽管他是高贵的”)。
翻译:Gemini 3.5 Flash(2026-05-23 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
