← 荷马

伊利亚特

§23.761-23.829

赛跑比赛的终局与武装决斗的设立

描绘了短跑比赛的结局,奥德修斯在雅典娜的帮助下击败了埃阿斯,而名列末尾的安提洛科斯则获得了阿基琉斯的额外奖赏。接着,阿基琉斯设立了埃阿斯与迪奥墨德斯之间的武装决斗,以及投掷铁块的比赛。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
761

στήθεός ἐστι κανών, ὅν τʼ εὖ μάλα χερσὶ τανύσσῃ1

她的胸前是织布用的规木,妇女用双手极好地拉紧它,

πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀγχόθι δʼ ἴσχει

在经线间拉出纬线轴,并将其保持在胸口

στήθεος· ὣς Ὀδυσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθεν

近处。奥德修斯就是这样贴近奔跑,而在后面,

ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι·2

在尘土散落覆盖其上之前,他的双脚踩在对方的脚印上。

765

κὰδ δʼ ἄρα οἱ κεφαλῆς χέʼ ἀϋτμένα δῖος Ὀδυσσεὺς

高贵的奥德修斯在奔跑中不断吐出热气,喷在他的头上,

αἰεὶ ῥίμφα θέων· ἴαχον δʼ ἐπὶ πάντες Ἀχαιοὶ

他始终轻快地奔跑;所有的阿开奥斯人都在一旁呼喊,

νίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον.

为渴望胜利的他加油,大声激励着正竭力疾驰的他。

ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκʼ Ὀδυσσεὺς

但是,当他们即将跑完最后的赛程时,奥德修斯立刻

εὔχετʼ Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν·

在心中向明眸的雅典娜祈祷:

770

κλῦθι θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν.

“听我祈求,女神啊,请降临并作为我双脚的良伴助我一臂之力。”

ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη,

他这样祈祷,帕拉斯·雅典娜听到了他的祈求,

γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν.3

使他的四肢变得轻盈,包括他的双脚和上面的双手。

ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλον ἐπαΐξασθαι ἄεθλον,

然而,正当他们即将争夺奖品时,

ἔνθʼ Αἴας μὲν ὄλισθε θέων, βλάψεν γὰρ Ἀθήνη,

在那里,埃阿斯在奔跑中滑倒了,因为雅典娜使他受挫,

775

τῇ ῥα βοῶν κέχυτʼ ὄνθος ἀποκταμένων ἐριμύκων,

在那处散落着被宰杀的、大声号叫的牛群的粪便的地方,

οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς·

这些牛是捷足的阿基琉斯为了帕特罗克洛斯而宰杀的;

ἐν δʼ ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε·

埃阿斯的嘴和鼻孔里塞满了牛粪。

κρητῆρʼ αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,

饱经沧桑的高贵奥德修斯因为跑在前面,

ὡς ἦλθε φθάμενος· ὃ δὲ βοῦν ἕλε φαίδιμος Αἴας.

拿走了混酒器;而光荣的埃阿斯得到了牛。

780

στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο

他站着,双手握着那头乡野之牛的角,

ὄνθον ἀποπτύων, μετὰ δʼ Ἀργείοισιν ἔειπεν·

吐出嘴里的牛粪,对阿尔戈斯人说道:

ὢ πόποι ἦ μʼ ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ

“哎呀!真的是女神让我的双脚受挫,她往常

μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται ἠδʼ ἐπαρήγει.

就像母亲一样,陪伴在奥德修斯身旁并辅佐他。”

ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν.

他这样说,众人见状都对他发出愉快的笑声。

785

Ἀντίλοχος δʼ ἄρα δὴ λοισθήϊον ἔκφερʼ ἄεθλον

随后,安提洛科斯带着最后一名奖品走了出来,

μειδιόων, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·

面带微笑,对阿尔戈斯人说道:

εἰδόσιν ὔμμʼ ἐρέω πᾶσιν φίλοι, ὡς ἔτι καὶ νῦν

“朋友们,我要对你们这些知情者说,直到如今,

ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους.

不死的神明依然器重年长的人。

Αἴας μὲν γὰρ ἐμεῖʼ ὀλίγον προγενέστερός ἐστιν,

因为埃阿斯只比我年长一点,

790

οὗτος δὲ προτέρης γενεῆς προτέρων τʼ ἀνθρώπων·

而这位则属于前一代和更早的人;

ὠμογέροντα δέ μίν φασʼ ἔμμεναι· ἀργαλέον δὲ

人们说他是老当益壮;阿开奥斯人要想

ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ.

在速度上与他竞争是极其困难的,除非是阿基琉斯。”

ὣς φάτο, κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα.

他这样说,颂扬了捷足的佩琉斯之子。

τὸν δʼ Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν·

阿基琉斯用言语回答他说道:

795

Ἀντίλοχʼ οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος,

“安提洛科斯,你的赞美之词绝不会白费,

ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω.

我要为你追加半个塔兰同的黄金。”

ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δʼ ἐδέξατο χαίρων.

他这样说着便把黄金交到他手里,对方欣然接受。

αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος

随后,佩琉斯之子拿来一杆投下长影的枪

θῆκʼ ἐς ἀγῶνα φέρων, κατὰ δʼ ἀσπίδα καὶ τρυφάλειαν

放在竞技场中,并放下一面盾牌和一顶头盔,

800

τεύχεα Σαρπήδοντος, ἅ μιν Πάτροκλος ἀπηύρα.

那是帕特罗克洛斯从萨尔佩冬身上剥下的武具。

στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·

他直立着身子,对阿尔戈斯人说道:

ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω,4

“我们要求两位最杰出的勇士,为了这些奖品,

τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε

穿戴好防身的盔甲,拿起切削皮肉的青铜兵器,

ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι.

在众人面前互相试炼。

805

ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν,

无论是谁,先刺中对方美丽的肌肤,

ψαύσῃ δʼ ἐνδίνων διά τʼ ἔντεα καὶ μέλαν αἷμα,

透过盔甲触及内脏并流出黑色的血液,

τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον

我便将这把镶有银钉的精美色雷斯剑赐予他,

καλὸν Θρηΐκιον, τὸ μὲν Ἀστεροπαῖον ἀπηύρων·

这是我从阿斯忒洛派俄斯那里夺来的;

τεύχεα δʼ ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων·

至于这些武具,两人可以共同分享带走;

810

καί σφιν δαῖτʼ ἀγαθὴν παραθήσομεν ἐν κλισίῃσιν.

我们还将在帐篷里为他们摆下丰盛的筵席。”

ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας,

他这样说,高大的忒拉蒙之子埃阿斯随后站了起来,

ἂν δʼ ἄρα Τυδεΐδης ὦρτο, κρατερὸς Διομήδης.

接着,迪奥墨德斯,这位强壮的忒丢斯之子也站了起来。

οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,

他们各自在群众的一侧穿戴好盔甲,

ἐς μέσον ἀμφοτέρω συνίτην μεμαῶτε μάχεσθαι

两人怀着求战的渴望走到中间,

815

δεινὸν δερκομένω· θάμβος δʼ ἔχε πάντας Ἀχαιούς.

怒目而视,所有的阿开奥斯人都为之惊叹。

ἀλλʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,

但是,当他们走到近处交手时,

τρὶς μὲν ἐπήϊξαν, τρὶς δὲ σχεδὸν ὁρμήθησαν.

他们三次相互冲锋,三次近身猛扑。

ἔνθʼ Αἴας μὲν ἔπειτα κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην

随后,埃阿斯一剑刺中了对方那面各向均等的盾牌,

νύξʼ, οὐδὲ χρόʼ ἵκανεν· ἔρυτο γὰρ ἔνδοθι θώρηξ·

但未能伤及皮肉,因为里面的胸甲阻挡了利刃。

820

Τυδεΐδης δʼ ἄρʼ ἔπειτα ὑπὲρ σάκεος μεγάλοιο

然而,忒丢斯之子则在宽大的盾牌上方,

αἰὲν ἐπʼ αὐχένι κῦρε φαεινοῦ δουρὸς ἀκωκῇ.

始终用闪亮的长枪枪尖,直刺对方的颈部。

καὶ τότε δή ῥʼ Αἴαντι περιδείσαντες Ἀχαιοὶ

就在那时,阿开奥斯人因极度担心埃阿斯的安危,

παυσαμένους ἐκέλευσαν ἀέθλια ἶσʼ ἀνελέσθαι.

叫他们停手,平分奖品。

αὐτὰρ Τυδεΐδῃ δῶκεν μέγα φάσγανον ἥρως

但英雄还是将那把巨大的剑,

825

σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι.

连同剑鞘和裁剪精美的吊带,赠予了忒丢斯之子。

αὐτὰρ Πηλεΐδης θῆκεν σόλον αὐτοχόωνον

接着,佩琉斯之子设立了一个天然铸成的铁块,

ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος·

这铁块在以前曾由力大无比的埃提翁投掷;

ἀλλʼ ἤτοι τὸν ἔπεφνε ποδάρκης δῖος Ἀχιλλεύς,

但是,捷足的高贵阿基琉斯杀死了他,

τὸν δʼ ἄγετʼ ἐν νήεσσι5 σὺν ἄλλοισι κτεάτεσσι.

并将它与其他财宝一起用船运了回来。

语法注5 条
  1. 23.761ὅν τʼ εὖ μάλα χερσὶ τανύσσῃ

    关系代名词 ὅν 指代先行词 κανών,虚拟语气 τανύσσῃ 用于由 ὡς ὅτε 引导的比喻从句中,表示一般性、习惯性的动作。主语(“妇女”)承前行中的 γυναικός 省略。

  2. 23.764πάρος κόνιν ἀμφιχυθῆναι

    连词 πάρος(“在……之前”)后接不定式。宾格 κόνιν 是被动不定式 ἀμφιχυθῆναι(“被散落”、“覆盖”)的逻辑主语,表示在尘土覆盖埃阿斯的脚印之前,奥德修斯就已踩了上去。

  3. 23.772πόδας καὶ χεῖρας ὕπερθεν

    宾格 πόδας 和 χεῖρας 是关系宾格(或限定宾格),修饰动词 ἔθηκεν 和形容词 ἐλαφρά。副词 ὕπερθεν(“在上方”)修饰 χεῖρας,表示不仅是下半身的“双脚”,上半身“其上的双手”也同样变得轻盈。

  4. 23.802ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω

    宾格 ἄνδρε δύω 及其同位语 ὥ περ ἀρίστω(双数形)既是动词 κελεύομεν 的直接宾语,同时也是第804行不定式 πειρηθῆναι 的逻辑主语,构成了“带宾格的不定式”结构。

  5. 23.829τὸν δʼ ἄγετʼ ἐν νήεσσι

    指示代名词 τὸν 在此处起到了连接性的作用(“而这个”),指代第827行的关系代名词 ὅν 所引导的铁块(σόλον)。未完成过去时 ἄγετο 表达了阿基琉斯过去将其运往特洛伊的持续性行为。

翻译:Gemini 3.5 Flash(2026-05-23 发布)urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:23.761-23.829