← 荷马

伊利亚特

§23.692-23.760

埃阿斯与奥德修斯的角力与赛跑

在拳击中落败的欧律阿洛斯被抬走后,阿基琉斯设立了摔跤和短跑比赛的奖品。在大埃阿斯与奥德修斯在摔跤中势均力敌、最终平分秋色后,小埃阿斯、奥德修斯与安提洛科斯随即在短跑中展开竞争。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
692

ὡς δʼ ὅθʼ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς

如同在北风刮起的波纹下,鱼儿跳跃起来,

θίνʼ ἐν φυκιόεντι, μέλαν δέ ἑ κῦμα κάλυψεν,

落在长满海藻的沙滩上,随后黑色的波浪将其覆盖,

ὣς πληγεὶς ἀνέπαλτʼ· αὐτὰρ μεγάθυμος Ἐπειὸς

他被打得这样跳了起来;然而大度宽怀的埃佩奥斯

695

χερσὶ λαβὼν ὤρθωσε· φίλοι δʼ ἀμφέσταν ἑταῖροι,

用双手拉起他,使他直立;他亲爱的同伴们围在身旁,

οἵ μιν ἄγον διʼ ἀγῶνος ἐφελκομένοισι πόδεσσιν

带着他穿过竞技场,他拖着双脚,

αἷμα παχὺ πτύοντα κάρη βάλλονθʼ ἑτέρωσε·

吐出浓稠的鲜血,头无力地歪向一边;

κὰδ δʼ ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες,

他们拉着神志不清的他,让他在他们中间坐下,

αὐτοὶ δʼ οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον.

而他们自己则走过去,取回了双耳杯。

700

Πηλεΐδης δʼ αἶψʼ ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα

佩琉斯之子随即便设立了第三项比赛的奖品,

δεικνύμενος Δαναοῖσι παλαισμοσύνης ἀλεγεινῆς,

向达那俄斯人展示,那是为了艰苦的摔跤比赛:

τῷ μὲν νικήσαντι μέγαν τρίποδʼ ἐμπυριβήτην,

给获胜者的是一个可以放在火上的大三脚釜,

τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί·

阿开奥斯人估量其价值相当于十二头牛;

ἀνδρὶ δὲ νικηθέντι γυναῖκʼ ἐς μέσσον ἔθηκε,

而给失败者,他把一个女人带到中间,

705

πολλὰ δʼ ἐπίστατο ἔργα, τίον δέ ἑ τεσσαράβοιον.

她精通许多手艺,人们估量她价值相当于四头牛。

στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·

他直立着身子,对阿尔戈斯人说道:

ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον.

“站起来吧,你们两位也将在这场比赛中一试身手的人。”

ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας,

他这样说,随后高大的忒拉蒙之子埃阿斯站了起来,

ἂν δʼ Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς.

随后足智多谋的奥德修斯也站了起来,他深谙智谋。

710

ζωσαμένω δʼ ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα,

两人束好腰带,走到竞技场中央,

ἀγκὰς δʼ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν

用强壮的双臂紧紧搂住对方,

ὡς ὅτʼ ἀμείβοντες,1 τούς τε κλυτὸς ἤραρε τέκτων

宛如一位著名的工匠为高大的房屋

δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων.

拼接在一起的房梁,用以抵御狂风的侵袭。

τετρίγει δʼ ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν

在强劲的双臂猛烈拉扯下,他们的背部发出格格声,

715

ἑλκόμενα στερεῶς· κατὰ δὲ νότιος ῥέεν ἱδρώς,

汗水涔涔而下,

πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους

肋部和肩膀上暴露出累累伤痕,

αἵματι φοινικόεσσαι ἀνέδραμον· οἳ δὲ μάλʼ αἰεὶ

泛着殷红的血色;但他们依然

νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο·

为了那精美的三脚釜,始终渴望着胜利;

οὔτʼ Ὀδυσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσσαι,

奥德修斯无法绊倒埃阿斯使其倒地,

720

οὔτʼ Αἴας δύνατο, κρατερὴ δʼ ἔχεν ἲς Ὀδυσῆος.

埃阿斯也办不到,奥德修斯那强健的力量支撑着他。

ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς,

但是,当他们让护胫精美的阿开奥斯人感到焦躁时,

δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας·

高大的忒拉蒙之子埃阿斯对那人说道:

διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ

“神圣的拉埃尔特斯之子,足智多谋的奥德修斯,

ἤ μʼ ἀνάειρʼ, ἢ ἐγὼ σέ· τὰ δʼ αὖ Διὶ πάντα μελήσει.

你要么把我抱起来,要么让我抱起你;其余的一切就交给宙斯去裁决吧。”

725

ὣς εἰπὼν ἀνάειρε· δόλου δʼ οὐ λήθετʼ Ὀδυσσεύς·

他这样说着便将他抱起;但奥德修斯没有忘记他的妙计;

κόψʼ ὄπιθεν κώληπα2 τυχών, ὑπέλυσε δὲ γυῖα,

他从后面准确地踢中了对方的膝弯,使对方双腿瘫软,

κὰδ δʼ ἔβαλʼ ἐξοπίσω· ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς

将其向后摔倒;而奥德修斯则压在对方的胸口上

κάππεσε· λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε.

倒了下去;众人见状,无不惊奇赞叹。

δεύτερος αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,

接着,饱经沧桑的高贵奥德修斯反过来抱他,

730

κίνησεν δʼ ἄρα τυτθὸν ἀπὸ χθονός, οὐδʼ ἔτʼ ἄειρεν,

他虽然将对方稍稍动离地面,但未能抱起,

ἐν δὲ γόνυ γνάμψεν·3 ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω

反而弯曲了膝盖;于是两人都倒在地上,

πλησίοι ἀλλήλοισι, μιάνθησαν δὲ κονίῃ.

紧挨着彼此,身上沾满了尘土。

καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντʼ ἐπάλαιον,

此时他们本来会第三次跃起进行角逐,

εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε·

若非阿基琉斯亲自站起来阻止他们说:

735

μηκέτʼ ἐρείδεσθον, μὴ δὲ τρίβεσθε κακοῖσι·

“不要再角力了,也别在痛苦中折磨自己;

νίκη δʼ ἀμφοτέροισιν· ἀέθλια δʼ ἶσʼ ἀνελόντες

胜利属于你们双方;拿走相等的奖品,

ἔρχεσθʼ, ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί.

走吧,以便让其他的阿开奥斯人也能参加比赛。”

ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο,

他这样说,他们便欣然听从并顺从了,

καί ῥʼ ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας.

拂去身上的尘土,穿上了胸衣。

740

Πηλεΐδης δʼ αἶψʼ ἄλλα τίθει ταχυτῆτος ἄεθλα

佩琉斯之子随即便设立了另一项关于速度的比赛奖品:

ἀργύρεον κρητῆρα τετυγμένον· ἓξ δʼ ἄρα μέτρα

那是一个精工制作的银制混酒器,容量为六度量,

χάνδανεν, αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπʼ αἶαν

而在美丽程度上,它远超大地上的一切,

πολλόν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν,

因为技艺高超的西顿人精心地制作了它,

Φοίνικες δʼ ἄγον ἄνδρες ἐπʼ ἠεροειδέα πόντον,

腓尼基人曾将其运过雾霭茫茫的海洋,

745

στῆσαν δʼ ἐν λιμένεσσι, Θόαντι δὲ δῶρον ἔδωκαν·

停泊在港口中,作为礼物送给了托阿斯;

υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε

而伊阿宋之子欧涅俄斯曾将其送给英雄帕特罗克洛斯,

Πατρόκλῳ ἥρωϊ Ἰησονίδης Εὔνηος.4

作为普里阿摩斯之子吕卡翁的赎金。

καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον οὗ ἑτάροιο,

阿基琉斯将它设为祭奠其同伴的奖品,

ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο·

给双脚最轻快、跑得最快的人;

750

δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ,

而给第二名,他设了一头肥壮的大牛,

ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊʼ ἔθηκε.

给最后一名,他设了半塔兰同的黄金。

στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·

他直立着身子,对阿尔戈斯人说道:

ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.

“站起来吧,你们也将在这场比赛中一试身手的人。”

ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας,

他这样说,随即奥伊琉斯之子、敏捷的埃阿斯站了起来,

755

ἂν δʼ Ὀδυσεὺς πολύμητις, ἔπειτα δὲ Νέστορος υἱὸς

随后是足智多谋的奥德修斯,接着是内斯托尔之子

Ἀντίλοχος· ὃ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα.

安提洛科斯;因为他在速度上战胜了所有的年轻人。

στὰν δὲ μεταστοιχί· σήμηνε δὲ τέρματʼ Ἀχιλλεύς.

他们排成一列站好,阿基琉斯向他们指出了终点。

τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· ὦκα δʼ ἔπειτα

赛跑从起跑线开始拉开帷幕;随即

ἔκφερʼ Ὀϊλιάδης· ἐπὶ δʼ ὄρνυτο δῖος Ὀδυσσεὺς

奥伊琉斯之子一马当先;而高贵的奥德修斯紧追其后,

760

ἄγχι μάλʼ, ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο

离得很近,正如一位束着精美腰带的妇女……”

语法注4 条
  1. 23.712ἀμείβοντες

    指“房梁”的阳性复数名词。它将两位摔跤手紧锁的双臂比作优秀工匠为高大房屋拼接的交叉房梁,用以抵御狂风,生动地描绘了两人紧密对峙的姿态。

  2. 23.726κώληπα

    指向“膝弯(腘)”的名词 κώληψ 的单数宾格。这里描述了摔跤的具体技巧,奥德修斯准确地击中了埃阿斯的膝盖后方(κόψʼ ὄπιθεν κώληπα τυχών),从而使这位身材高大的对手双腿瘫软(ὑπέλυσε δὲ γυῖα)倒地。

  3. 23.731ἐν δὲ γόνυ γνάμψεν

    动词 γνάμπτω(弯曲)的不定过去时。这一结构既可以理解为奥德修斯使出招式让埃阿斯的膝盖弯曲,也可以理解为奥德修斯自己弯曲了膝盖(因力竭或主动施招),导致两人同时倒地。结合上下文,这解释了为何两人几乎同时并肩倒下(ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω πλησίοι ἀλλήλοισι)。

  4. 23.746–747υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε Πατρόκλῳ ἥρωϊ Ἰησονίδης Εὔνηος

    具有高度倒装特征的复杂句法结构。句子的主语是位于句末的 Ἰησονίδης Εὔνηος(埃阿松之子欧涅俄斯),谓语动词是 ὦνον ἔδωκε(作为赎金给予),与格的 Πατρόκλῳ ἥρωϊ(给英雄帕特罗克洛斯)是接受者。属格的 υἷος Πριάμοιο Λυκάονος(普里阿摩斯之子吕卡翁的)修饰 ὦνον,意为“作为吕卡翁的赎金”。此句充满诗意地交代了该混酒器的流传历史。

翻译:Gemini 3.5 Flash(2026-05-23 发布)・修订记录(2 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 2 处
urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:23.692-23.760