← 荷马

伊利亚特

§2.803-2.877

赫克托尔出征与特洛伊军阵名册

在收到伊里斯的警告后,赫克托尔立即解散了集会,并下令特洛伊人及其盟军出城迎敌。随后,名册开始列出特洛伊方及盟国各军的领袖、兵力及其领地。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
803

πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι,

因为在普里阿摩斯的伟大城池中,有许多盟军,

ἄλλη δʼ ἄλλων γλῶσσα1 πολυσπερέων ἀνθρώπων·

这些散居各地的人们言语各不相同;

805

τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει,

让每一个首领向他所统治的人下达命令,

τῶν δʼ ἐξηγείσθω κοσμησάμενος πολιήτας.

整顿好自己的市民并率领他们。

ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν,

她这样说,赫克托尔绝没有忽视女神的话,

αἶψα δʼ ἔλυσʼ ἀγορήν· ἐπὶ τεύχεα δʼ ἐσσεύοντο·

他立刻解散了集会;人们便向着兵器奔去。

πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαὸς

所有的城门都被打开,大军奔涌而出,

810

πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.

无论是步兵还是骑兵;巨大的喧嚣腾空而起。

ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη

在城前平原上,有一座孤立的险峻山丘,

ἐν πεδίῳ ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα,2

四周皆可通行,在此处亦在彼处,

τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν,

凡人称它为巴蒂埃亚,

ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης·

而不死的神明则称其为捷步的缪里涅的坟冢。

815

ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδʼ ἐπίκουροι.

就在那时,特洛伊人同其盟军在此排开阵势。

Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ

特洛伊人由兜盔闪亮的伟大赫克托尔率领,

Πριαμίδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι

他是普里阿摩斯之子;与他在一起的,是人数最多、最优秀的

λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι.

战士,他们披挂整齐,渴望挥矛战斗。

Δαρδανίων αὖτʼ ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο

达尔达尼亚人则由安喀塞斯的优秀儿子率领,

820

Αἰνείας, τὸν ὑπʼ Ἀγχίσῃ τέκε δῖʼ Ἀφροδίτη

埃涅阿斯,他是由高贵的阿佛洛狄忒为安喀塞斯所生,

Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα,3

在伊达的山麓上,女神与一介凡夫同床。

οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε

他非孤身一人,与他同行的是安忒诺尔的两个儿子,

Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.

阿耳刻洛科斯和阿卡马斯,他们精通各种战斗。

οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης

那些居住在伊达山最下端山麓的泽雷亚、

825

ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο

殷富并饮用埃塞波斯河黑水的人,

Τρῶες, τῶν αὖτʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς

特洛伊人,他们的领袖又是吕卡翁的显赫之子

Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν.

潘达罗斯,阿波罗亲自将弓箭赠予他。

οἳ δʼ Ἀδρήστειάν τʼ εἶχον καὶ δῆμον Ἀπαισοῦ

那些占有阿德雷斯泰亚和阿派索斯领地、

καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ,

占有皮堤埃亚和泰蕾亚险峻山峦的人,

830

τῶν ἦρχʼ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ

他们的领袖是阿德雷斯托斯和身穿亚麻胸甲的安菲奥斯,

υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων

他们是佩尔科特人梅罗普斯的两个儿子,梅罗普斯在众人中

ᾔδεε μαντοσύνας,4 οὐδὲ οὓς παῖδας ἔασκε

最精通预言之术,并不允许自己的儿子们

στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι

走向消灭男儿的战争;然而他们却根本不

πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.

听从他;因为漆黑死亡的克蕾丝女神正引导着他们。

835

οἳ δʼ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο

那些居住在佩尔科特和普拉克提奥斯周围、

καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην,

占有塞斯托斯、阿比多斯和高贵的阿里斯贝的人,

τῶν αὖθʼ Ὑρτακίδης ἦρχʼ Ἄσιος ὄρχαμος ἀνδρῶν,

他们的领袖又是许尔塔科斯之子阿西奥斯——男子中的统帅,

Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποι

许尔塔科斯之子阿西奥斯,马儿将他从阿里斯贝运送而来,

αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.

那些从塞莱伊斯河而来的高大火红的骏马。

840

Ἱππόθοος δʼ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων

希波托奥斯率领着以枪矛闻名的佩拉斯戈斯人各部落,

τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον·

即那些居住在肥沃的拉里萨的人;

τῶν ἦρχʼ Ἱππόθοός τε Πύλαιός τʼ ὄζος Ἄρηος,

他们的领袖是希波托奥斯和阿瑞斯之苗裔皮莱奥斯,

υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο.

他们是忒乌塔莫斯之子、佩拉斯戈斯人勒托斯的两个儿子。

αὐτὰρ Θρήϊκας ἦγʼ Ἀκάμας καὶ Πείροος ἥρως

至于色雷斯人,则由阿卡马斯和英雄佩罗奥斯率领,

845

ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει.

凡是被急流涌动的赫勒斯滂海峡围在内陆的人。

Εὔφημος δʼ ἀρχὸς Κικόνων ἦν αἰχμητάων

欧斐摩斯是手执长枪的奇科涅斯人的首领,

υἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο.

他是神明哺育的克阿斯之子特罗伊泽诺斯的儿子。

αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους

至于派奥尼亚人,则由皮赖克墨斯率领,他们手执曲弓,

τηλόθεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος,

来自遥远的阿缪冬,源自宽阔流淌的阿克西奥斯河,

850

Ἀξιοῦ οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν.

阿克西奥斯河,其最美的水流漫洒在大地上。

Παφλαγόνων δʼ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ

帕夫拉戈尼亚人由普莱梅内斯的毛发浓密之心率领,

ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων,

来自埃内特,那里是野生野骡的产地;

οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο

这些人占有屈托罗斯并居住在塞萨莫斯周围,

ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματʼ ἔναιον

在帕耳忒尼奥斯河畔建有显赫的家园居住,

855

Κρῶμνάν τʼ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους.

还有克罗姆纳、埃吉亚洛斯和高耸的埃律西诺伊。

αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον

至于哈利佐内斯人,则由奥迪奥斯和埃皮斯特罗福斯率领,

τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη.

来自遥远的阿吕贝,那里是银矿的产地。

Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής·

弥西亚人由克罗米斯和鸟卜师恩诺莫斯率领;

ἀλλʼ οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν,5

然而他未能用鸟卜之术避开漆黑的死亡运命,

860

ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο

而是丧命于捷足的埃阿科斯之孙手下,

ἐν ποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους.

在那大河中,彼处阿基琉斯也杀戮了其他特洛伊人。

Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς

弗里吉亚人则由福耳库斯和神一样的阿斯卡尼奥斯率领,

τῆλʼ ἐξ Ἀσκανίης· μέμασαν δʼ ὑσμῖνι μάχεσθαι.

来自遥远的阿斯卡尼亚;他们渴望在战场上厮杀。

Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην

迈奥尼亚人则由梅斯特勒斯和安提福斯率领,

865

υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη,

他们是塔莱梅内斯的两个儿子,由居盖亚湖所生;

οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας.

他们率领着出生在特摩洛斯山下的迈奥尼亚人。

Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων,

卡里亚人由纳斯忒斯率领,他们口操蛮音,

οἳ Μίλητον ἔχον Φθιρῶν τʼ ὄρος ἀκριτόφυλλον

占有米利都、木叶茂密的普提雷斯山、

Μαιάνδρου τε ῥοὰς Μυκάλης τʼ αἰπεινὰ κάρηνα·

迈安德罗斯河的流水和米卡勒的陡峭山峰;

870

τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην,

这些人由阿姆菲马科斯和纳斯忒斯率领,

Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα,

纳斯忒斯和阿姆菲马科斯,乃是诺弥翁的显赫之子,

ὃς καὶ χρυσὸν ἔχων πόλεμον δʼ ἴεν6 ἠΰτε κούρη

甚至佩戴着黄金去参战,就像一个女孩子,

νήπιος, οὐδέ τί οἱ τό γʼ ἐπήρκεσε λυγρὸν ὄλεθρον,

愚蠢的人啊,这黄金一点也没能帮他抵挡悲惨的灭亡,

ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο

而是丧生于捷足的埃阿科斯之孙手下,

875

ἐν ποταμῷ, χρυσὸν δʼ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων.

在那大河中,而英勇的阿基琉斯夺走了黄金。

Σαρπηδὼν δʼ ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων

吕基亚人则由萨耳佩冬和无瑕的格劳科斯率领,

τηλόθεν ἐκ Λυκίης, Ξάνθου ἄπο δινήεντος.

来自遥远的吕基亚,源自涡流翻滚的克桑托斯河。

语法注6 条
  1. 2.804ἄλλη δʼ ἄλλων γλῶσσα

    此句省略了系动词(如 ἐστί)。代词 ἄλλη 与 ἄλλων 相关联使用,表示“在散居各地的不同人群中(ἄλλων ἀνθρώπων),有着各不相同(ἄλλη)的语言”,用以强调盟军来源的复杂性。

  2. 2.812ἔνθα καὶ ἔνθα

    副词短语 ἔνθα καὶ ἔνθα(“在此处亦在彼处”,即“四面八方”)修饰形容词 περίδρομος(“可环绕的”),说明该山丘在平原上四面空旷,人马可以从任何一侧绕行。

  3. 2.821θεὰ βροτῷ εὐνηθεῖσα

    被动形分词 εὐνηθεῖσα(源自 εὐνάζω,“使同床”)在此处具有主动或中动的语义(“同床、共枕”)。与格 βροτῷ 表示动作所伴随的对象(“与凡人”)。

  4. 2.831περὶ πάντων ᾔδεε μαντοσύνας

    介词 περί 与属格 πάντων 连用,表示比较或超越(“在所有人之上”、“胜过一切人”)。动词 ᾔδεε 是 οἶδα(知道)的史诗过去完成时形式,在此处作未完成过去时使用(“懂得”、“精通”)。

  5. 2.859οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν

    工具与格 οἰωνοῖσιν(“通过鸟卜/飞鸟”)修饰中动过去时动词 ἐρύσατο(“为自己避开/防御”),构成了悲剧性的讽刺,即他的预言之术并未能帮自己逃脱死亡。

  6. 2.872χρυσὸν ἔχων πόλεμον δʼ ἴεν

    关系代词 ὅς 的先行词是 §2.870 中的 Ἀμφίμαχος。分词 ἔχων 表示伴随状态(“戴着/拥有黄金”)。名词带方向后缀 -δε 的 πόλεμον δʼ(即 πόλεμον δέ)表示运动的方向(“奔赴战场”),修饰动词 ἴεν(εἶμι “去” 的史诗未完成过去时形式)。

翻译:Gemini 3.5 Flash(2026-05-23 发布)urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:2.803-2.877