← 荷马

伊利亚特

§2.1-2.70

宙斯派遣假梦与阿伽门农的决心

宙斯派遣一个毁灭性的梦去欺骗阿伽门农,命令他率全军进攻特洛伊。梦幻化作涅斯托尔的模样传达了这一旨意,阿伽门农确信胜利而醒来,并召集了长老会议。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1

ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶεὗδον παννύχιοι, Δία δʼ οὐκ ἔχε νήδυμος ὕπνος,1

其他众神与驾车的战士们整夜熟睡,但甜美的睡眠并未留住宙斯;

ἀλλʼ ὅ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆατιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.

相反,他在心中思虑着,如何能尊崇阿基琉斯,并在阿开亚人的船只旁毁灭许多人。

5

ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή,πέμψαι ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον·

而在他的心中,这似乎是最好的计策:向阿特柔斯之子阿伽门农派遣一个毁灭性的梦。

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

他唤来它,用翼言羽语对它说道:

βάσκʼ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν·

“去吧,毁灭性的梦啊,前往阿开亚人的捷船旁;

ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαοπάντα μάλʼ ἀτρεκέως ἀγορευέμεν2 ὡς ἐπιτέλλω·

进到阿特柔斯之子阿伽门农的帐篷里,极准确地宣告我所命令你的一切。

θωρῆξαί ἑ κέλευε3 κάρη κομόωντας Ἀχαιοὺςπανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν

命令他率全军武装长发的阿开亚人;因为现在他可以夺取特洛伊人街道宽阔的城池。

Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντεςἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας

因为住在奥林波斯宫殿里的不死众神不再意见分歧;因为赫拉通过哀求说服了所有人,

15

Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται.

而来自宙斯的灾难已经临到特洛伊人头上。”

ὣς φάτο, βῆ δʼ ἄρʼ ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε·

他这样说,梦听了这话便出发了;

καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν,

它迅速来到阿开亚人的捷船旁,

βῆ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδην Ἀγαμέμνονα· τὸν δὲ κίχανενεὕδοντʼ ἐν κλισίῃ, περὶ δʼ ἀμβρόσιος κέχυθʼ ὕπνος.

走向阿特柔斯之子阿伽门农;发现他正在帐篷里熟睡,神圣的睡眠笼罩着他。

20

στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι ἐοικώς

它站在他的头顶上方,面容如同涅琉斯之子涅斯托尔,

Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖʼ Ἀγαμέμνων·

在长者中阿伽门农最器重他;

τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος·

神圣的梦化作他的模样对他说道:

εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·

“你睡着了吗,驯马的、智虑深沉的阿特柔斯之子?

οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδραᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·

一个肩负民众且有如此多心之事的决策者,是不应该整夜安睡的。

νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει.

现在快听我说;我是宙斯给你派来的使者,他虽然离你遥远,却极关切你并怜悯你。

θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺςπανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν

他命令你率全军武装长发的阿开亚人;因为现在你可以夺取特洛伊人街道宽阔的城池。

30

Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντεςἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας

因为住在奥林波斯宫殿里的不死众神不再意见分歧;因为赫拉通过哀求说服了所有人,

Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται

而来自宙斯的灾难已经临到特洛伊人头上。

ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί, μηδέ σε λήθηαἱρείτω εὖτʼ ἄν σε μελίφρων ὕπνος ἀνήῃ.

但你要把这记在心里,当甘美的睡眠离开你时,切莫让忘却占据了你。”

35

ὣς ἄρα φωνήσας ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦτὰ φρονέοντʼ ἀνὰ θυμὸν ἅ ῥʼ οὐ τελέεσθαι ἔμελλον·4

他这样说着便离开了,留下阿伽门农在原地,在心中思虑着那些注定不会实现的事情;

φῆ γὰρ ὅ γʼ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳνήπιος, οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα·

因为这愚蠢的人以为,他将在那一天夺取普里阿摩斯的城池,却不知晓宙斯所策划的事业;

θήσειν γὰρ ἔτʼ ἔμελλεν ἐπʼ ἄλγεά τε στοναχάς τεΤρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας.

因为宙斯还要通过残酷的厮杀,给特洛伊人和达奈人带来更多的痛苦与呻吟。

ἔγρετο δʼ ἐξ ὕπνου, θείη δέ μιν ἀμφέχυτʼ ὀμφή·

他从梦中醒来,神圣的声音依然在他周围回荡。

ἕζετο δʼ ὀρθωθείς, μαλακὸν δʼ ἔνδυνε χιτῶνακαλὸν νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος·

他坐起身,穿上柔软、美丽而崭新的内衣,披上宽大的斗篷;

ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,

在光洁的双脚下系上美丽的凉鞋,

45

ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον·

肩上挂起银钉宝剑;

εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ

他拿起了祖传的、永不磨灭的权杖,

σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων·

拄着它走向披甲戴铜的阿开亚人的船只。

ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν ὌλυμπονΖηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν·

这时,黎明女神走向高耸的奥林波斯,向宙斯和其他不死众神宣告光明;

50

αὐτὰρ ὃ κηρύκεσσι λιγυφθόγγοισι κέλευσεκηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς·

而他命令声音嘹亮的传令官们召唤长发的阿开亚人前往集会;

οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα·

传令官们发出了召唤,人们迅速聚集起来。

βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντωνΝεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος·

但他首先在皮洛斯出生的国王涅斯托尔的船旁,召集了胸怀宽广的长老们开会。

55

τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·

他把他们召集在一起,设下一条周密的计策:

κλῦτε φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος

“朋友们,请听我说;在神圣的黑夜中,一个仙界的梦在睡眠中降临到我身上;

ἀμβροσίην διὰ νύκτα· μάλιστα δὲ Νέστορι δίῳεἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐῴκει·

在容貌、身材和体态上,它最像高贵的涅斯托尔。

στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν·

它站在我的头顶上方,对我说了这样的话:

60

εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·

‘你睡着了吗,驯马的、智虑深沉的阿特柔斯之子?

οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·

一个肩负民众且有如此多心之事的决策者,是不应该整夜安睡的。

νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει·

现在快听我说;我是宙斯给你派来的使者,他虽然离你遥远,却极关切你并怜悯你。

65

θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺςπανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν

他命令你率全军武装长发的阿开亚人;因为现在你可以夺取特洛伊人街道宽阔的城池。

Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντεςἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας

因为住在奥林波斯宫殿里的不死众神不再意见分歧;因为赫拉通过哀求说服了所有人,

Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται​0 ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν· ὣς ὃ μὲν εἰπὼν

而来自宙斯的灾难已经临到特洛伊人头上。但你要把这记在心里。’他说了这些话便”

语法注4 条
  1. 2.2νήδυμος ὕπνος

    形容词 νήδυμος 自古以来在学者中就有争议:一说与 ἡδύς(甘甜)相关,意为“甘美、舒适”;另一说由否定前缀 νή- 与 δύω(沉入)构成,意为“无法摆脱、深沉的”。本译文遵循传统史诗公式,统一译为“甘美/舒适的睡眠”。

  2. 2.10ἀγορευέμεν

    动词 ἀγορεύω 的不定式形式(带埃奥利斯方言词尾 -έμεν)。此处用作表示命令的不定式(infinitive for imperative),表达宙斯对梦的直接指引。

  3. 2.11θωρῆξαί ἑ κέλευε

    不定式 θωρῆξαι(武装)其逻辑主语是宾格的 κάρη κομόωντας Ἀχαιούς(长发的阿开亚人),而代词 ἑ(他)是命令式 κέλευε(命令)的宾语,指代阿伽门农。因此,整句意为“命令他(阿伽门农)去武装阿开亚人”。

  4. 2.36τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἅ ῥʼ οὐ τελέεσθαι ἔμελλον

    现在分词 φρονέοντα 修饰被省略的宾语 ἑ(阿伽门农)。关系代词 ἅ(中性复数)指代他心中所想的那些“注定不会被实现”的事情,与 οὐ τελέεσθαι ἔμελλον(不注定被实现)连用。

翻译:Gemini 3.5 Flash(2026-05-23 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:2.1-2.70