- 底本
- Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:19.355-19.424
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-01
雅典娜返回天界,阿开亚军队倾巢出动,阿喀琉斯也披上赫菲斯托斯的神甲并手持佩琉斯的木枪武装起来。当他登上战车时,神马克桑托斯预言了他即将到来的死期,但阿喀琉斯甘愿承受命运,毅然冲向敌阵。
αὐτὴ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶᾤχετο, τοὶ δʼ ἀπάνευθε νεῶν ἐχέοντο θοάων.
雅典娜自己前往她那强力父亲的坚固住所,而他们则从快速的船只中倾巢而出。
ὡς δʼ ὅτε ταρφειαὶ νιφάδες Διὸς ἐκποτέονταιψυχραὶ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,
宛如寒冷的大雪在晴朗的北风吹袭下,从宙斯那里密密麻麻地飘落一般,
ὣς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαινηῶν ἐκφορέοντο καὶ ἀσπίδες ὀμφαλόεσσαι
那时,一顶顶耀眼夺目的头盔、一面面带凸钮的盾牌、
θώρηκές τε κραταιγύαλοι καὶ μείλινα δοῦρα.
一件件坚固的胸甲和一杆杆梣木长枪,也纷纷从船上运送出来。
αἴγλη δʼ οὐρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περὶ χθὼνχαλκοῦ ὑπὸ στεροπῆς· ὑπὸ δὲ κτύπος ὄρνυτο ποσσὶν
铠甲的光芒直冲云霄,大地在青铜的闪烁下熠熠生辉;士卒的脚步在下方激起沉闷的轰鸣,
ἀνδρῶν· ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς.
在他们当中,神圣的阿喀琉斯正披挂整齐。
τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε, τὼ δέ οἱ ὄσσελαμπέσθην ὡς εἴ τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ
他咬牙切齿,双目如烈火般闪烁,无法忍受的痛苦渗入他的心房;
δῦνʼ ἄχος ἄτλητον· ὃ δʼ ἄρα Τρωσὶν μενεαίνωνδύσετο δῶρα θεοῦ, τά οἱ Ἥφαιστος κάμε τεύχων.
他向着特洛伊人燃烧着怒火,穿上了神明赐予的礼物,那是赫菲斯托斯精心为他打造的甲胄。
κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκεκαλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·
他先将美丽的护胫绑在双腿上,配有银质的踝扣;
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν.
接着他穿上了护胸;
ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλονχάλκεον· αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τεεἵλετο, τοῦ δʼ ἀπάνευθε σέλας γένετʼ ἠΰτε μήνης.
随即将银钉青铜剑斜跨在双肩上;然后,他拿起了那面巨大而坚固的盾牌,盾牌上散发着如明月般的清辉。
ὡς δʼ ὅτʼ ἂν ἐκ πόντοιο σέλας ναύτῃσι φανήῃκαιομένοιο πυρός, τό τε καίεται ὑψόθʼ ὄρεσφι
犹如在海上的水手,望见那在高山上孤零零的牧所里熊熊燃烧的火光,
σταθμῷ ἐν οἰοπόλῳ· τοὺς δʼ οὐκ ἐθέλοντας ἄελλαιπόντον ἐπʼ ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν·
而狂风却违背他们的意愿,将他们吹向远离亲友、鱼群游弋的深海;
ὣς ἀπʼ Ἀχιλλῆος σάκεος σέλας αἰθέρʼ ἵκανε
阿喀琉斯那面美丽、精美绝伦的盾牌上所散发的光芒,也同样直刺苍穹。
καλοῦ δαιδαλέου· περὶ δὲ τρυφάλειαν ἀείραςκρατὶ θέτο βριαρήν· ἣ δʼ ἀστὴρ ὣς ἀπέλαμπεν
他抱起沉重的头盔戴在头上;那饰有马鬃的头盔宛如星辰般闪烁,
ἵππουρις τρυφάλεια, περισσείοντο δʼ ἔθειραιχρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.
赫菲斯托斯在头盔顶脊周围密密密麻麻饰上的金色鬃毛,随之剧烈摇曳。
πειρήθη δʼ ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς,εἰ οἷ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα·
神圣的阿喀琉斯在铠甲中活动,以此测试自己,看它是否合身,他那光辉的肢体是否能在其中运转自如;
τῷ δʼ εὖτε πτερὰ γίγνετʼ,1 ἄειρε δὲ ποιμένα λαῶν.
对他而言,这铠甲仿佛化作了双翼,将这位人民的牧者托举起来。
ἐκ δʼ ἄρα σύριγγος πατρώϊον ἐσπάσατʼ ἔγχοςβριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατʼ ἄλλος Ἀχαιῶνπάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς,
接着,他从枪鞘中拔出了父亲留下的长枪,沉重、巨大而又坚固;阿开亚人中没有第二个人能舞动它,唯独阿喀琉斯懂得如何挥舞,
Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε ΧείρωνΠηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν·
这杆佩利翁山的梣木枪,这是喀戎在佩利翁山顶赠予他亲爱父亲的,用以夺取英雄们的性命。
ἵππους δʼ Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφιέποντεςζεύγνυον· ἀμφὶ δὲ καλὰ λέπαδνʼ ἕσαν, ἐν δὲ χαλινοὺςγαμφηλῇς ἔβαλον, κατὰ δʼ ἡνία τεῖναν ὀπίσσω
奥托墨冬和阿尔基摩斯忙着将骏马套上马车;他们系上美丽的胸带,将马衔塞进马嘴,并把缰绳向后拉紧,固定在工艺精良的战车上。
κολλητὸν ποτὶ δίφρον. ὃ δὲ μάστιγα φαεινὴνχειρὶ λαβὼν ἀραρυῖαν ἐφʼ ἵπποιιν ἀνόρουσεν
奥托墨冬手里攥着那根精致闪亮的马鞭,纵身跃上战车;
Αὐτομέδων· ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεὺςτεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ Ὑπερίων,
紧随其后,武装整齐的阿喀琉斯也登上了战车,他的铠甲熠熠发光,犹如灿烂的太阳神许珀里翁;
σμερδαλέον δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο·
他用可怕的声音向他父亲的骏马呼喊:
Ξάνθέ τε καὶ Βαλίε τηλεκλυτὰ τέκνα Ποδάργηςἄλλως δὴ φράζεσθε2 σαωσέμεν ἡνιοχῆαἂψ Δαναῶν ἐς ὅμιλον ἐπεί χʼ ἕωμεν πολέμοιο,
“克桑托斯、巴利奥斯,波达尔格名扬遐迩的孩子们!这一次,当我们在战场上冲杀完毕后,你们可要想别的办法,把你们的驾车人安全送回达奈人的人群中,
μηδʼ ὡς Πάτροκλον λίπετʼ αὐτόθι τεθνηῶτα.
切不可像对待帕特罗克洛斯那样,把他遗弃在阵亡的地方!”
τὸν δʼ ἄρʼ ὑπὸ ζυγόφι προσέφη πόδας αἰόλος ἵπποςΞάνθος, ἄφαρ δʼ ἤμυσε καρήατι· πᾶσα δὲ χαίτηζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οὖδας ἵκανεν·
此时,套在轭架下的神速之马克桑托斯开口对他说话了,它立刻垂下头,所有的鬃毛都从轭环中滑落,顺着轭木垂到地上;
αὐδήεντα δʼ ἔθηκε θεὰ λευκώλενος Ἥρη·
白臂女神赫拉赐予了它人类的嗓音:
καὶ λίην σʼ ἔτι νῦν γε σαώσομεν ὄβριμʼ Ἀχιλλεῦ·ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον· οὐδέ τοι ἡμεῖςαἴτιοι, ἀλλὰ θεός τε μέγας καὶ Μοῖρα κραταιή.
“伟大的阿喀琉斯啊,这一次我们确实还会保全你的性命;然而,你毁灭的日子已近在咫尺,这并不是我们的过错,而是因为伟大的神明和强力的命运。
οὐδὲ γὰρ ἡμετέρῃ βραδυτῆτί τε νωχελίῃ τεΤρῶες ἀπʼ ὤμοιιν Πατρόκλου τεύχεʼ ἕλοντο·
因为特洛伊人从帕特罗克洛斯肩上剥去铠甲,绝非由于我们的迟缓和懈怠;
ἀλλὰ θεῶν ὤριστος, ὃν ἠΰκομος τέκε Λητώ,ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.
而是由于秀发丽托所生的最杰出的神明,在前锋中杀死了他,并将荣耀赐给了赫克托尔。
νῶϊ δὲ καί κεν ἅμα πνοιῇ Ζεφύροιο θέοιμεν,3ἥν περ ἐλαφροτάτην φάσʼ ἔμμεναι· ἀλλὰ σοὶ αὐτῷμόρσιμόν ἐστι θεῷ τε καὶ ἀνέρι ἶφι δαμῆναι.
哪怕我们能像那被公认为最轻捷的西风之息一样奔跑,但你自己的命运,却注定是要被一位神明和一个凡人合力降服。”
ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν.
它正说着,复仇女神们(厄里倪厄斯)便阻止了它的发声。
τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
捷足的阿喀琉斯极为愤懑地对它说:
Ξάνθε τί μοι θάνατον μαντεύεαι; οὐδέ τί σε χρή.εὖ νυ τὸ οἶδα καὶ αὐτὸς ὅ μοι μόρος ἐνθάδʼ ὀλέσθαι
“克桑托斯,你为何向我预言死亡?你无需如此。我自己也十分清楚,我的命运就是死在这里,远离我亲爱的父母。
νόσφι φίλου πατρὸς καὶ μητέρος· ἀλλὰ καὶ ἔμπηςοὐ λήξω πρὶν Τρῶας ἅδην ἐλάσαι πολέμοιο.
但即便如此,在让特洛伊人尝够战争的苦头之前,我绝不会罢休!”
ἦ ῥα, καὶ ἐν πρώτοις ἰάχων ἔχε μώνυχας ἵππους.
说罢,他高声呼喊着,驾驭着单蹄神马冲向了最前线。
- 19.386τῷ δʼ εὖτε πτερὰ γίγνετʼ
连词 εὖτε 通常表示“当……时”,但在荷马史诗中它可像 ὥστε(如同)那样引导比喻。此处表示铠甲对他而言如同双翼,将他的身体托举起来。
- 19.401ἄλλως δὴ φράζεσθε
副词 ἄλλως(以别的方式,另作他样)在这里是对神马的警告命令,要求它们这次必须采取与对待帕特罗克洛斯时“不同”的方式,确保将活着的驾车人(阿喀琉斯)安全带回。
- 19.415νῶϊ δὲ καί κεν ἅμα πνοιῇ Ζεφύροιο θέοιμεν
带有助词 κεν(相当于 ἄν)的祈愿式动词 θέοιμεν 表示潜在能力(“我们甚至能够奔跑”)。神马借此表明自己拥有超凡的速度,强调阿喀琉斯即将到来的死亡绝非由于它们的迟缓。
