← 荷马

伊利亚特

§17.70-17.135

赫克托尔逼近与梅内劳斯携大埃阿斯救援

在阿波罗的警示下,赫克托尔注意到欧福尔波斯的战死并冲向前线。梅内劳斯被迫退却,并说服大埃阿斯一同重返战场,从企图凌辱遗体的赫克托尔手中夺回帕特罗克洛斯的尸体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
70

ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοΐδαο

这时,阿特柔斯之子本可以轻易夺走潘索斯之子的光荣铠甲,

Ἀτρεΐδης, εἰ μή1 οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων,

如果福玻斯·阿波罗没有对他产生嫉恨,

ὅς ῥά οἱ Ἕκτορʼ ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ

阿波罗激起了与迅捷的阿瑞斯不相上下的赫克托尔去对付他,

ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ·

阿波罗化身为一个男人,即基科涅斯人的领袖门特斯;

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

他向他发出声音,用羽翼般的话语说道:

75

Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων

“赫克托尔,现在你在这里奔跑,追赶着那无法企及之物,

ἵππους Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ

那便是英勇的埃阿客得斯(阿喀琉斯)的战马;而它们

ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι2

对于凡人来说,是极难驯服和驾驭的,

ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.

除了由不死母亲所生的阿喀琉斯。

τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸς

与此同时,热爱战斗的阿特柔斯之子梅内劳斯,

80

Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε

守护在帕特罗克洛斯身旁,击杀了特洛伊人中最优秀的勇士,

Πανθοΐδην Εὔφορβον, ἔπαυσε δὲ θούριδος ἀλκῆς.

潘索斯之子欧福尔波斯,并终止了他强悍的勇武。”

ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,

神这样说着,便又回到了凡人的劳碌之中,

Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας·

而可怕的悲伤笼罩了赫克托尔阴沉的心灵。

πάπτηνεν δʼ ἄρʼ ἔπειτα κατὰ στίχας, αὐτίκα δʼ ἔγνω

随后他环视战线,立刻看清了,

85

τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δʼ ἐπὶ γαίῃ

那人正在剥去光荣的铠甲,而另一人倒在地上,

κείμενον· ἔρρει δʼ αἷμα κατʼ οὐταμένην ὠτειλήν.

鲜血正从被刺的伤口中流出。

βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ

他穿过前线战士,身披闪耀的青铜铠甲,

ὀξέα κεκλήγων φλογὶ εἴκελος Ἡφαίστοιο

发出尖锐的呼喊,犹如赫淮斯托斯那无法熄灭的烈火;

ἀσβέστῳ· οὐδʼ υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας·

阿特柔斯之子也立刻注意到了他那尖锐的呼喊;

90

ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·

他感到愤懑,便对自己伟大的心灵说道:

ὤ μοι ἐγὼν εἰ μέν κε λίπω κάτα τεύχεα καλὰ

“啊,我真不幸!如果我丢下这些美丽的铠甲

Πάτροκλόν θʼ, ὃς κεῖται ἐμῆς ἕνεκʼ ἐνθάδε τιμῆς,

和帕特罗克洛斯,他为了我的荣誉而倒在这里,

μή τίς μοι Δαναῶν νεμεσήσεται3 ὅς κεν ἴδηται.

只怕任何看见此景的达奈人都会对我发怒。

εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι

但如果我出于羞耻,独自一人与赫克托尔及特洛伊人战斗,

95

αἰδεσθείς, μή πώς με περιστήωσʼ ἕνα πολλοί·

只怕他们会把我包围,以多欺少;

Τρῶας δʼ ἐνθάδε πάντας ἄγει κορυθαίολος Ἕκτωρ.

而戴着闪亮头盔的赫克托尔正把所有的特洛伊人引到这里。

ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;

可是,我亲爱的心灵为何要计较这些呢?

ὁππότʼ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι4

每当一个人想要违背神意去和神所器重的战士战斗时,

ὅν κε θεὸς τιμᾷ, τάχα οἱ μέγα πῆμα κυλίσθη.

巨大的灾祸很快就会降临到他身上。

100

τώ μʼ οὔ τις Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται

因此,任何看见我向赫克托尔退让的达奈人,都不会对我发怒,

Ἕκτορι χωρήσαντʼ, ἐπεὶ ἐκ θεόφιν πολεμίζει.

因为他是借着神助在战斗。

εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην,

但如果我在哪里能听到善于呐喊的埃阿斯的声音,

ἄμφω κʼ αὖτις ἰόντες ἐπιμνησαίμεθα χάρμης

我们两人就可以再次折返,重温战斗的乐趣,

καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρὸν

即使是违抗神意,只要我们能为佩琉斯之子阿喀琉斯

105

Πηλεΐδῃ Ἀχιλῆϊ· κακῶν δέ κε φέρτατον εἴη.

夺回尸体;这将在重重灾祸中成为最好的选择。”

εἷος ὁ ταῦθʼ ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν

当他在心中和灵魂里思量这些的时候,

τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον· ἦρχε δʼ ἄρʼ Ἕκτωρ.

特洛伊人的队伍已经逼近;而赫克托尔走在最前列。

αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, λεῖπε δὲ νεκρὸν

但他向后退去,丢下了尸体,

ἐντροπαλιζόμενος ὥς τε λὶς ἠϋγένειος,

不断回头,就像一头长着浓密鬃毛的雄狮,

110

ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται

被狗和猎人拿着长枪并大声叫喊着,从牛棚中赶走;

ἔγχεσι καὶ φωνῇ· τοῦ δʼ ἐν φρεσὶν ἄλκιμον ἦτορ

它胸中的强健心灵

παχνοῦται, ἀέκων δέ τʼ ἔβη ἀπὸ μεσσαύλοιο·

变得冰冷,不情愿地离开了中庭;

ὣς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος.

金发的梅内劳斯也是这样离开了帕特罗克洛斯。

στῆ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων

当他走到同伴们的队伍中时,他转过身站定,

115

παπταίνων Αἴαντα μέγαν Τελαμώνιον υἱόν.

寻找着大埃阿斯,泰拉蒙之子。

τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης

他很快就注意到了埃阿斯在整个战局的左翼,

θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι·

鼓励着同伴并督促他们战斗;

θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων·

因为福玻斯·阿波罗将神圣的恐惧降在了他们身上;

βῆ δὲ θέειν, εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα.

他奔跑过去,立刻站在他身旁说道:

120

Αἶαν δεῦρο πέπον, περὶ Πατρόκλοιο θανόντος

“埃阿斯,快到这里来,朋友,为了死去的帕特罗克洛斯

σπεύσομεν, αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν

我们快行动吧,看能否将尸体送还给阿喀琉斯,

γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ.

即使是赤裸的;而他的铠甲已被戴着闪亮头盔的赫克托尔夺去。”

ὣς ἔφατʼ, Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε·

他这样说,激起了英勇埃阿斯的心灵;

βῆ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαος.

埃阿斯穿过前线战士,金发的梅内劳斯也与他同行。

125

Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα,

赫克托尔剥去了帕特罗克洛斯光荣的铠甲,

ἕλχʼ ἵνʼ ἀπʼ ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ,

正拖拉着他,想用锋利的青铜切断他的头颅,

τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη.

并将尸体拖走,喂给特洛伊的恶犬。

Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον·

但埃阿斯走近了,手持塔一般的盾牌;

Ἕκτωρ δʼ ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθʼ ἑταίρων,

赫克托尔便退回到他的同伴人群中,

130

ἐς δίφρον δʼ ἀνόρουσε· δίδου δʼ ὅ γε τεύχεα καλὰ

跳上了战车;他把美丽的铠甲交给特洛伊人,

Τρωσὶ φέρειν προτὶ ἄστυ, μέγα κλέος ἔμμεναι αὐτῷ.

带回城里,作为他大无畏的荣耀。

Αἴας δʼ ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψας

而埃阿斯用宽阔的盾牌盖住了墨诺提俄斯之子,

ἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν,

守护着,如同雄狮守护它的幼崽,

ᾧ ῥά τε νήπιʼ ἄγοντι συναντήσωνται5 ἐν ὕλῃ

当它带着幼兽时,在森林里遇到了

135

ἄνδρες ἐπακτῆρες· ὃ δέ τε σθένεϊ βλεμεαίνει,

围猎的人们;它凭借自己的力量狂怒,

语法注5 条
  1. 17.70ἔνθά κε ῥεῖα φέροι... εἰ μή

    荷马史诗中的过去反事实条件句。条件从句使用不定过去时直陈语气(εἰ μή... ἀγάσσατο),而主句则使用希求语气(φέροι)配合语气词 κε。在古典雅典方言中,主句通常需要使用直陈语气过去时配合 ἄν,但在荷马希腊语中,希求语气配合 κε 亦可表示过去的反事实假设。

  2. 17.76οἳ δʼ ἀλεγεινοὶ ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι

    说明性(限制性)不定式 δαμήμεναι(荷马式不定过去时被动不定式)与 ὀχέεσθαι(现在时中被动不定式),修饰形容词 ἀλεγεινοί(困难的)。它们具体说明了这些战马(由 οἳ 代表)在“被凡人驯服和驾驭”方面是困难的。

  3. 17.91εἰ μέν κε λίπω... μή τίς μοι Δαναῶν νεμεσήσεται

    条件从句 εἰ... κε λίπω(不定过去时虚拟语气 λίπω 配合 κε)由引入担忧的 μή 从句作答,后面接将来时直陈语气 νεμεσήσεται(或荷马希腊语中常见的短元音虚拟语气),表示忧虑(“只怕有达奈人会对我发怒”)。

  4. 17.98ὁππότʼ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι

    表示一般性条件的实践/条件从句(“每当有人想要……”),在没有语气词 ἄν 或 κε 的情况下使用了虚拟语气 ἐθέλῃ,这是史诗的一种常见特征。在古典散文中,这通常需要使用 ὁπόταν(结合了 ἄν)。

  5. 17.134ᾧ ῥά τε νήπιʼ ἄγοντι συναντήσωνται

    用于比喻中关系从句的虚拟语气 συναντήσωνται,用以表示一般性或假设性的情况,并伴随有泛指语气词 τε(“如遇到……时”)。

翻译:Gemini 3.5 Flash(2026-05-23 发布)urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:17.70-17.135