← 荷马

伊利亚特

§17.558-17.625

赫克托尔的反击与阿开亚军的溃败

受到雅典娜鼓舞的梅涅劳斯斩杀了特洛伊的波德斯。阿波罗则激励赫克托尔反击,宙斯将胜利赐予特洛伊人,使得阿开亚人开始溃败,伊多梅纽斯等人也随之撤退。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
558

τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν.

在特洛伊人的城墙下被迅捷的犬只拖曳蹂躏。”

ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.

但你要坚强地挺住,并激励所有的军队。”

560

τὴν δʼ αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·

呐喊勇猛的梅涅劳斯回答她道:

Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές, εἰ γὰρ Ἀθήνη

“亲爱的长者、久远以前出生的斐尼克斯啊,但愿雅典娜

δοίη κάρτος ἐμοί, βελέων δʼ ἀπερύκοι1 ἐρωήν·

能赐予我力量,并阻挡投枪的势头;

τώ κεν ἔγωγʼ ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν

若是那样,我极愿守护在帕特罗克洛斯身旁并保护他;

Πατρόκλῳ· μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν.

因为他的死极大地动摇了我的心。

565

ἀλλʼ Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος, οὐδʼ ἀπολήγει

然而赫克托尔拥有如火般的可怕锐气,并不停歇

χαλκῷ δηϊόων· τῷ γὰρ Ζεὺς κῦδος ὀπάζει.

用青铜武器残杀;因为宙斯正赐予他荣耀。”

ὣς φάτο, γήθησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,

他如此说道,那明眸女神雅典娜心生欢喜,

ὅττί ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων.

因为他在所有的神明之中最先向她祈祷。

ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε,

她将力量注入他的双肩与双膝,

570

καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν,

并在他的胸中注入了苍蝇般的顽强胆魄,

ἥ τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο

苍蝇即使一再被从人的皮肤上赶开,

ἰσχανάᾳ δακέειν,2 λαρόν τέ οἱ αἷμʼ ἀνθρώπου·

仍渴望叮咬,对它而言人的鲜血无比美味;

τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφὶ μελαίνας,

她用这般的胆气填满了梅涅劳斯漆黑的心,

βῆ δʼ ἐπὶ Πατρόκλῳ, καὶ ἀκόντισε δουρὶ φαεινῷ.

他便走向帕特罗克洛斯,并掷出闪亮的枪。

575

ἔσκε δʼ ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος

在特洛伊人中有一人名叫波德斯,是埃埃提翁之子,

ἀφνειός τʼ ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρ

他富有且勇敢;赫克托尔在民众之中

δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής·

最器重他,因为他是他所喜爱的宴会同伴及战友;

τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος

正当他回身奔逃时,金发的梅涅劳斯击中了他的腰带,

ἀΐξαντα φόβον δέ,3 διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·

穿透了他的腰带,青铜矛尖直穿而过;

580

δούπησεν δὲ πεσών· ἀτὰρ Ἀτρεΐδης Μενέλαος

他轰然倒地;而阿特柔斯之子梅涅劳斯

νεκρὸν ὑπʼ ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων.

将尸体从特洛伊人那儿拖了出来,运往战友的人群中。

Ἕκτορα δʼ ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων

此时,阿波罗立于赫克托尔近旁激励他,

Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντων

他化身为阿西俄斯之子斐诺普斯,此人在所有

ξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων·

宾客中与他最为亲密,居住在阿拜多斯的家中;

585

τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων·

远射者阿波罗化作他的形貌,对赫克托尔说道:

Ἕκτορ τίς κέ σʼ ἔτʼ ἄλλος Ἀχαιῶν ταρβήσειεν;

“赫克托尔啊,阿开亚人中还有谁会再惧怕你?

οἷον δὴ Μενέλαον ὑπέτρεσας, ὃς τὸ πάρος γε

你如今竟对梅涅劳斯退缩,而他先前不过是

μαλθακὸς αἰχμητής· νῦν δʼ οἴχεται οἶος ἀείρας

一个软弱的枪手;而今他却独自抬起

νεκρὸν ὑπʼ ἐκ Τρώων, σὸν δʼ ἔκτανε πιστὸν ἑταῖρον

尸体从特洛伊人中运走,并且击杀了你那在先锋中

590

ἐσθλὸν ἐνὶ προμάχοισι Ποδῆν υἱὸν Ἠετίωνος.

奋战的忠实战友——埃埃提翁之子、勇敢的波德斯。”

ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα,

他如此说道,黑色的哀伤之云遮蔽了赫克托尔,

βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.

他披挂着闪亮的青铜铠甲,穿入前锋的阵中。

καὶ τότʼ ἄρα Κρονίδης ἕλετʼ αἰγίδα θυσσανόεσσαν

就在那时,克罗诺斯之子执起他那流苏飞扬、

μαρμαρέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν,

烁烁发光的山羊皮盾,用密云遮蔽了伊达山;

595

ἀστράψας δὲ μάλα μεγάλʼ ἔκτυπε, τὴν δὲ τίναξε,

他电光闪烁,发出巨响轰鸣,震动了神盾,

νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δʼ Ἀχαιούς.

将胜利赐予特洛伊人,却令阿开亚人溃散奔逃。

πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο.

玻俄提亚人佩涅勒俄斯最先开始逃跑。

βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶ

因为他一直面向前方,却被一记长枪

ἄκρον ἐπιλίγδην· γράψεν δέ οἱ ὀστέον ἄχρις

轻轻擦伤了肩膀尖端;普利达马斯的枪尖

600

αἰχμὴ Πουλυδάμαντος· ὃ γάρ ῥʼ ἔβαλε σχεδὸν ἐλθών.

划破了他的皮肉直至骨头;因为那是普利达马斯走近前来投掷的。

Λήϊτον αὖθʼ Ἕκτωρ σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ

赫克托尔接着近身刺伤了莱托斯的手腕,

υἱὸν Ἀλεκτρυόνος μεγαθύμου, παῦσε δὲ χάρμης·

他是心胸宽广的阿莱克特律翁之子,迫使其退出了战斗;

τρέσσε δὲ παπτήνας, ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ

他惊恐地环顾四周并退缩,因为他心中再不指望

ἔγχος ἔχων ἐν χειρὶ μαχήσεσθαι Τρώεσσιν.

能手持长枪继续与特洛伊人交战。

605

Ἕκτορα δʼ Ἰδομενεὺς μετὰ Λήϊτον ὁρμηθέντα

当赫克托尔向莱托斯冲去时,伊多梅纽斯

βεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν·

击中了他胸前靠近乳房处的胸甲;

ἐν καυλῷ δʼ ἐάγη δολιχὸν δόρυ, τοὶ δὲ βόησαν

但长枪在枪铤处折断,特洛伊人

Τρῶες· ὃ δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο

大声欢呼;赫克托尔向站在战车上的

δίφρῳ ἐφεσταότος· τοῦ μέν ῥʼ ἀπὸ τυτθὸν ἅμαρτεν·

德乌卡利翁之子伊多梅纽斯掷枪,差之毫厘未能击中;

610

αὐτὰρ ὃ Μηριόναο ὀπάονά θʼ ἡνίοχόν τε

然而他击中了梅里奥尼斯的侍从兼御者

Κοίρανον, ὅς ῥʼ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετʼ αὐτῷ·

科伊拉诺斯,他是从建设良好的吕克托斯跟随梅里奥尼斯而来的;

πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας

因为起初梅里奥尼斯离开双舷弯曲的船只步行而来,

ἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν,

险些让特洛伊人赢得巨大的胜利,

εἰ μὴ Κοίρανος4 ὦκα ποδώκεας ἤλασεν ἵππους·

幸而科伊拉诺斯迅速赶来,驱使着疾驰的骏马;

615

καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ,

于是他为伊多梅纽斯带去了救生之光,帮他挡开了无情毁灭的日子,

αὐτὸς δʼ ὤλεσε θυμὸν ὑφʼ Ἕκτορος ἀνδροφόνοιο·

他自己却丧命于杀人无数的赫克托尔之手;

τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δʼ ἄρʼ ὀδόντας

枪刺中了他的下颌与耳朵之间,枪柄将牙齿

ὦσε δόρυ πρυμνόν, διὰ δὲ γλῶσσαν τάμε μέσσην.

顶了出来,并把他的舌头从中间切断。

ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ἡνία χεῦεν ἔραζε.

他从战车上翻滚下来,手缰洒落在地上。

620

καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι

梅里奥尼斯俯下身子,用自己的双手

κύψας ἐκ πεδίοιο, καὶ Ἰδομενῆα προσηύδα·

从平原上拾起手缰,并对伊多梅纽斯说道:

μάστιε νῦν εἷός κε θοὰς ἐπὶ νῆας ἵκηαι·

“现在快挥鞭吧,直到你抵达疾驰的船只;

γιγνώσκεις δὲ καὶ αὐτὸς ὅ τʼ οὐκέτι κάρτος Ἀχαιῶν.

你自己也晓得,阿开亚人已不再拥有胜势。”

ὣς ἔφατʼ, Ἰδομενεὺς δʼ ἵμασεν καλλίτριχας ἵππους

他如此说道,伊多梅纽斯便挥鞭驱赶那长着秀美鬃毛的战马,

625

νῆας ἔπι γλαφυράς· δὴ γὰρ δέος ἔμπεσε θυμῷ.

奔向中空的船只;因为恐惧确实已落入他的心中。

语法注4 条
  1. 17.561εἰ γὰρ Ἀθήνη / δοίη... ἀπερύκοι

    连词 εἰ γάρ 后接希求法动词(δοίη、ἀπερύκοι)表示一种强烈的愿望(“但愿雅典娜……”)。这为第 17.563 行中带有 κεν 的潜在希求法主句(τώ κεν ἔγωγʼ ἐθέλοιμι,“那么我极愿……”)设定了前提。

  2. 17.571ἥ τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο / ἰσχανάᾳ δακέειν

    由关系代名词 ἥ(指代苍蝇)引导的从句。分词 ἐργομένη 带有表示让步的语气小词 μάλα περ(尽管……),并支配分离属格 χροὸς ἀνδρομέοιο(从人的皮肤)。不定词 δακέειν 作动词 ἰσχανάᾳ(渴望)的宾语。

  3. 17.579ἀΐξαντα φόβον δέ

    分词 ἀΐξαντα 修饰前一行中的宾格代词 ton(指波德斯)。φόβον δέ(名词 φόβος 带有表示方向的接尾辞 -δε)表示突进的方向(“朝向逃跑/败退”)。整句意为“正当他回身奔逃时”。

  4. 17.612πεζὸς γὰρ τὰ πρῶτα... εἰ μὴ Κοίρανος...

    针对过去事实的虚拟条件句(反事实条件句)。主句(归结节)见于第 17.613 行的 ἤλυθε, καί κε ... ἐγγυάλιξεν(“险些让特洛伊人赢得巨大的胜利”,使用直叙法过去时搭配语气词 κε),条件从句见于第 17.614 行的 εἰ μὴ ... ἤλασεν(“幸而科伊拉诺斯……驱赶”,使用 εἰ μή 搭配直叙法过去时)。

翻译:Gemini 3.5 Flash(2026-05-23 发布)urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:17.558-17.625