- 底本
- Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:13.1-13.70
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-30
宙斯将视线移开战场之际,波塞冬因怜悯阿开亚人的困境而介入,化身为卡尔卡斯来鼓舞两位埃阿斯。
Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε,
宙斯既将特洛伊人和赫克托尔带到船旁,
τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τʼ ἐχέμεν1 καὶ ὀϊζὺν
便留他们在那里不断承受劳苦与灾难,
νωλεμέως, αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼ
他自己却转回双眼,不再看他们,
νόσφιν ἐφʼ ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν
而是向远方俯瞰那饲马的色雷斯人的土地、
Μυσῶν τʼ ἀγχεμάχων καὶ ἀγαυῶν ἱππημολγῶν
近战的米西亚人、高贵的挤马奶者(希培莫尔戈伊人)、
γλακτοφάγων Ἀβίων τε δικαιοτάτων ἀνθρώπων.
饮乳的阿比人,即最公正的人们的土地。
ἐς Τροίην δʼ οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ·
他不再把那双闪亮的眼睛完全投向特洛伊;
οὐ γὰρ ὅ γʼ ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸν
因为他心中并不期望任何一位不死之神
ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοῖσιν.2
会前去援助特洛伊人或达那奥斯人。
οὐδʼ ἀλαοσκοπιὴν εἶχε3 κρείων ἐνοσίχθων·
但震地之主波塞冬也并未盲目观望;
καὶ γὰρ ὃ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε
因为他正坐在林木茂密的色雷斯萨摩斯
ὑψοῦ ἐπʼ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης
的最高峰顶,惊叹地注视着战争与战斗;
Θρηϊκίης· ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη,
因为从那里可以清晰地看到整个伊达山,
φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν.
看到普里阿摩斯的城市,以及阿开亚人的船只。
ἔνθʼ ἄρʼ ὅ γʼ ἐξ ἁλὸς ἕζετʼ ἰών, ἐλέαιρε δʼ Ἀχαιοὺς
他从海里出来,坐在那里,怜悯着
Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.
被特洛伊人击败的阿开亚人,并对宙斯怀有强烈的愤怒。
αὐτίκα δʼ ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος
他立刻从崎岖不平的山上走下来,
κραιπνὰ ποσὶ προβιβάς· τρέμε δʼ οὔρεα μακρὰ καὶ ὕλη
迈着迅捷的步伐;高山和森林
ποσσὶν ὑπʼ ἀθανάτοισι Ποσειδάωνος ἰόντος.
在不死的波塞冬前行时的脚下颤抖。
τρὶς μὲν ὀρέξατʼ ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ
他走了三步,第四步便到达了目的地
Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης
埃盖,在那里,他在湖底建有名声显赫的宫殿,
χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί.
黄金铸造,闪闪发光,永远不朽。
ἔνθʼ ἐλθὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω
他来到那里,在车前套上两匹铜蹄的骏马,
ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,
飞速奔驰,飘扬着黄金的鬃毛;
χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην
他自己在身上披上黄金的铠甲,拿起
χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου,
精制的黄金马鞭,登上自己的战车,
βῆ δʼ ἐλάαν ἐπὶ κύματʼ· ἄταλλε δὲ κήτεʼ ὑπʼ αὐτοῦ
驱车在波浪上奔驰;海怪们从各处的
πάντοθεν ἐκ κευθμῶν, οὐδʼ ἠγνοίησεν ἄνακτα·
藏身处在他之下欢跃,并认出了自己的主人;
γηθοσύνῃ δὲ θάλασσα διίστατο· τοὶ δὲ πέτοντο
大海在喜悦中分开,它们
ῥίμφα μάλʼ, οὐδʼ ὑπένερθε διαίνετο χάλκεος ἄξων·
极其迅速地飞奔,下面的铜车轴也未被弄湿;
τὸν δʼ ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι.
蹦跳的骏马带着他奔向阿开亚人的船只。
ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης
在深湖的底处有一个宽敞的洞穴,
μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης·
介于特涅多斯和崎岖的因布罗斯之间;
ἔνθʼ ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων
震地的波塞冬在那里停下了马匹,
λύσας ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ
将它们从战车上解下,并在旁放下神圣的饲料
ἔδμεναι· ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας
供它们食用;又在它们的脚上套上黄金的足枷,
ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν
牢不可破、无法解开,以便它们牢固地留在原地
νοστήσαντα ἄνακτα· ὃ δʼ ἐς στρατὸν ᾤχετʼ Ἀχαιῶν.
等待主人归来;而他自己则走向阿开亚人的军营。
Τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ
特洛伊人如火焰或暴风般成群结队,
Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο
满怀激烈的斗志跟随着普里阿摩斯之子赫克托尔,
ἄβρομοι αὐΐαχοι· ἔλποντο δὲ νῆας Ἀχαιῶν
叫喊呼号;他们期望夺取阿开亚人的
αἱρήσειν, κτενέειν δὲ παρʼ αὐτόθι πάντας ἀρίστους.
船只,并在那里杀光所有最勇敢的人。
ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιος
但大地的持有者和震动者波塞冬,
Ἀργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν
从深海中走出来,激励着阿耳戈斯人,
εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν·
他化身为卡尔卡斯的形貌和不知疲倦的声音;
Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·
他首先对同样渴望战斗的两位埃阿斯说道:
Αἴαντε σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶν
“两位埃阿斯啊,你们要救阿开亚的子民,
ἀλκῆς μνησαμένω, μὴ δὲ κρυεροῖο φόβοιο.
记住你们的勇武,而不要心存令人战栗的恐惧。
ἄλλῃ μὲν γὰρ ἔγωγʼ οὐ δείδια χεῖρας ἀάπτους
因为在别处,我并不惧怕特洛伊人
Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ·
那些成群翻越巨大城墙的、无坚不摧的双臂;
ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί·
因为铠甲精良的阿开亚人会抵挡住他们所有人;
τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν,
但在这里,我极度惧怕我们会遭受灾难,
ᾗ ῥʼ ὅ γʼ ὁ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύει
在那里,那个如火焰般疯狂的赫克托尔正率领着他们,
Ἕκτωρ, ὃς Διὸς εὔχετʼ ἐρισθενέος πάϊς εἶναι.
他自诩为全能宙斯之子。
σφῶϊν δʼ ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν4
愿神明中有一位能将这样的想法放入你们两人的心中,
αὐτώ θʼ ἑστάμεναι κρατερῶς καὶ ἀνωγέμεν ἄλλους·
坚强地坚守阵地,并命令其他人也这样做;
τώ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτʼ ἀπὸ νηῶν
这样,即使奥林匹斯之主亲自激励他,你们也能
ὠκυπόρων, εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει.
将他从疾驰的船只旁击退。”
ἦ καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος
大地的持有者和震动者如此说完,用手杖
ἀμφοτέρω κεκοπὼς πλῆσεν μένεος κρατεροῖο,
击打了他们两人,使他们充满了强健的勇气,
γυῖα δʼ ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν.
并使他们的四肢变得轻盈,包括脚和上面的双手。
αὐτὸς δʼ ὥς τʼ ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι,
他自己则像一只飞速展翅的鹰,
ὅς ῥά τʼ ἀπʼ αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς
从高耸险峻的峭壁上腾空而起,
ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο,
冲向平原去追逐另一只鸟,
ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων.
震地的波塞冬就这样从他们面前飞走了。
τοῖιν δʼ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας,5
两人中,俄伊琉斯之子、敏捷的埃阿斯首先认出了他,
αἶψα δʼ ἄρʼ Αἴαντα προσέφη Τελαμώνιον υἱόν·
随即便对特拉蒙之子埃阿斯说道:
Αἶαν ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι
“埃阿斯啊,既然居住在奥林匹斯的神明中有一位
μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι,
化身为先知的模样,命令我们在船旁战斗——
οὐδʼ ὅ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής·
因为他并不是那通过鸟占卜的先知卡尔卡斯;”
- 13.2τοὺς μὲν ἔα ... πόνον τʼ ἐχέμεν
不定动词 ἐχέμεν(荷马语现在不定式)的逻辑主语是宾格 τοὺς(指特洛伊人和阿开亚人),并作为动词 ἔα(ἐάω 的单数第三人称未完成过去时)的宾语,意为“任由他们承受劳苦”。
- 13.8οὐ γὰρ ὅ γʼ ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸν ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοῖσιν.
动词 ἔλπετο 之后接宾格加不定式(A.C.I.)结构。宾格 τινα(修饰自属格 ἀθανάτων)作未来不定式 ἀρηξέμεν 的逻辑主语,分词 ἐλθόντα 与该主语保持一致。
- 13.10οὐδʼ ἀλαοσκοπιὴν εἶχε
直译为“他没有保持盲目的守望”,这是一句成语性质的双重否定表达,意为“他密切注视着”或“并未看漏”。
- 13.55σφῶϊν δʼ ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν
希求语气动词 ποιήσειεν 表示愿望(“愿神明中能有一位……愿……”)。双数与格人称代词 σφῶϊν 表示“在你们两人(的心中)”。
- 13.66τοῖιν δʼ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας
双数属格 τοῖιν 起到部分属格(“在他们两人之中”)的作用,与表示时间先后的 πρόσθεν(“首先”、“率先”)连用。
翻译:Gemini 3.5 Flash(2026-05-23 发布)・修订记录(1 处,最近 2026-09-22)
- 2026-09-22 AI校阅 — 原文 1 处
