← 荷马

伊利亚特

§12.139-12.206

坚守城门与雄鹰擒蛇的凶兆

拉皮泰英雄波吕波伊特斯与雷昂特乌斯在大门前顽强阻击,接连斩杀敌军。而在壕沟旁试图突破防壁的赫克托尔等人面前,则出现了一只雄鹰抓着挣扎毒蛇的凶兆。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
139

Ἄσιον ἀμφὶ ἄνακτα1 καὶ Ἰαμενὸν καὶ Ὀρέστην

围绕着阿西俄斯国王,以及伊阿墨诺斯和奥雷斯忒斯,

140

Ἀσιάδην τʼ Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε.

还有阿西俄斯之子阿达玛斯,以及托翁和奥伊诺玛俄斯(一同前进)。

οἳ δʼ ἤτοι εἷος μὲν2 ἐϋκνήμιδας Ἀχαιοὺς

他们起初留在内部,鼓励着护胫精美的阿开亚人

ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν·

为战船而战;

αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησανΤρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,

然而,当他们注意到特洛伊人正冲向防壁,而达那俄斯人中也升起了呼喊与惊恐时,

145

ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην

这两人便冲出大门,在门前战斗,

ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τʼ ἐν ὄρεσσιν

宛如山野里的野猪。它们在山中

ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα,

迎击着迎面冲来的猎人和猎犬的喧闹人群,

δοχμώ τʼ ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην

它们横冲直撞,将周围的林木从根部咬断并折断,

πρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντων

其间发出牙齿撞击的咔哒声,

150

γίγνεται εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται·

直到有人投出标枪夺去它们的生命;

ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς

他们的胸前那闪亮的青铜也同样发出这种撞击声,

ἄντην βαλλομένων·3 μάλα γὰρ κρατερῶς ἐμάχοντολαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν.

他们迎面受击。他们凭信着上方的战友和自身的力气,进行着极顽强的抵抗。

οἳ δʼ ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων

而上方的人们则从建造稳固的塔楼上投掷石块,

155

βάλλον ἀμυνόμενοι σφῶν τʼ αὐτῶν καὶ κλισιάωννηῶν τʼ ὠκυπόρων· νιφάδες δʼ ὡς πῖπτον ἔραζε,

以保卫他们自己、营帐和疾驰的战船。石块如雪片般落在地上,

ἅς τʼ ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσαςταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ·

正如狂风震荡着阴暗的云层,将密集的雪花洒在丰饶的大地上;

ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον ἠμὲν Ἀχαιῶν

他们的手也同样倾泻出弹药,既有阿开亚人的,

160

ἠδὲ καὶ ἐκ Τρώων· κόρυθες δʼ ἀμφʼ αὖον ἀΰτευν

也有特洛伊人的。兜盔在四周发出干瘪的撞击声,

βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι.

突起盾也承受着如磨盘般的巨石的重击。

δή ῥα τότʼ ᾤμωξεν καὶ ὣ πεπλήγετο μηρὼ

就在那时,许尔塔科斯之子阿西俄斯长叹一声,拍打着自己的双股,

Ἄσιος Ὑρτακίδης, καὶ ἀλαστήσας ἔπος ηὔδα·

他愤恨地大声说道:

Ζεῦ πάτερ ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο

“父神宙斯啊,难道连您也变得如此喜爱谎言,

165

πάγχυ μάλʼ· οὐ γὰρ ἔγωγʼ ἐφάμην ἥρωας Ἀχαιοὺς

彻彻底底地欺骗了我们?我原以为阿开亚的英雄们

σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους.

绝无法阻挡我们的威力和无可阻挡的双臂。

οἳ δʼ, ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι

但他们,就像腰部纤细的黄蜂或者蜜蜂,

οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ,

在崎岖不平的路旁筑巢,

οὐδʼ ἀπολείπουσιν κοῖλον δόμον, ἀλλὰ μένοντες

决不离开自己中空的巢穴,而是坚守在那里,

170

ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων,

为了幼虫而与前来的猎人们战斗,

ὣς οἵ γʼ οὐκ ἐθέλουσι πυλάων καὶ δύʼ ἐόντε

这两人同样不愿退避大门,尽管他们只有两个,

χάσσασθαι πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ ἁλῶναι.

直到被杀,或者被生擒。”

ὣς ἔφατʼ, οὐδὲ Διὸς πεῖθε φρένα ταῦτʼ ἀγορεύων·

他这样说着,但这番话并未打动宙斯的心意;

Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι.

因为他的神心只想把荣耀赐予赫克托尔。

175

ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν·

其他人则在其他的各扇门旁交战;

ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντʼ ἀγορεῦσαι·4

但对我而言,像神明一样道尽这一切是极困难的。

πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ

因为在石质防壁的各处,都燃起了神火,

λάϊνον· Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ

因为防壁是石造的。阿耳戈斯人虽满心痛苦,仍因迫切之势

νηῶν ἠμύνοντο· θεοὶ δʼ ἀκαχήατο θυμὸν

坚守战船;而神明们也都心怀忧怨,

180

πάντες ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν.

所有那些曾作为达那俄斯人战斗协助者的神祗们。

σὺν δʼ ἔβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα.

拉皮泰人交接了战斗与杀戮。

ἔνθʼ αὖ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτης

随后,培里托俄斯强健的儿子波吕波伊特斯

δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρῄου·

用标枪刺穿了达马索斯那带有青铜护颊的兜盔;

οὐδʼ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διὰ πρὸ

青铜盔并没能挡住它,而是径直穿过,

185

αἰχμὴ χαλκείη ῥῆξʼ ὀστέον, ἐγκέφαλος δὲ

青铜枪尖砸碎了骨骼,脑浆

ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα·

在头盔内飞溅;他制服了这名气势汹汹的对手。

αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν.

此后他又夺去了皮隆和奥尔墨诺斯的生命。

υἱὸν δʼ Ἀντιμάχοιο Λεοντεὺς ὄζος Ἄρηος

战神之蘖雷昂特乌斯用标枪刺中了安提马科斯之子

Ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας.

希波马科斯,正好击中了他的腰带。

190

αὖτις δʼ ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ

随后,他从鞘中拔出利剑,

Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας διʼ ὁμίλου

首先在人群中冲向安提法特斯,

πλῆξʼ αὐτοσχεδίην· ὃ δʼ ἄρʼ ὕπτιος οὔδει ἐρείσθη·

进行近身劈砍;那人便仰面朝天躺倒在地。

αὐτὰρ ἔπειτα Μένωνα καὶ Ἰαμενὸν καὶ Ὀρέστην

随后,他将梅农、伊阿墨诺斯和奥雷斯忒斯,

πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.

所有人,一个接一个地,放倒在丰饶的大地上。

195

ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα μαρμαίροντα,

在他们剥取那些闪光铠甲的时候,

τόφρʼ οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο,

与此同时,跟随着普里达马斯和赫克托尔的青年战士们,

οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα

他们人数最多也最优秀,且最为渴望

τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας,

突破防壁并用火焚烧战船,

οἵ ῥʼ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ.

此时仍在壕沟旁停步,心中犹疑不决。

200

ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν

因为当他们渴望跨越时,一只飞鸟掠过他们头上,

αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργων5

那是一只高飞的雄鹰,在军阵的左侧翱翔,

φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον

爪子里抓着一条巨大的、血红色的毒蛇,

ζωὸν ἔτʼ ἀσπαίροντα, καὶ οὔ πω λήθετο χάρμης,

蛇还活着,还在挣扎,尚未放弃战斗;

κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν

它回身咬中抓着它的鹰,咬在脖颈旁的胸膛上,

205

ἰδνωθεὶς ὀπίσω· ὃ δʼ ἀπὸ ἕθεν ἧκε χαμᾶζε

它身体向后弯曲;鹰因痛楚难耐而将它丢弃在地上,

ἀλγήσας ὀδύνῃσι, μέσῳ δʼ ἐνὶ κάββαλʼ ὁμίλῳ,

在极度痛苦中,把它扔在人群的中央,

语法注5 条
  1. 12.139Ἄσιον ἀμφὶ ἄνακτα

    此句是承接前一分块末尾(第12.137-138行)动词 ἔκιον(“他们前进”)的前置词短语,描绘战士们围绕着阿西俄斯国王进军的场景。

  2. 12.141εἷος μὲν

    意为“有一段时间”的副词表达,与之相对应的 δέ 从句始于第12.143行(αὐτὰρ ἐπεὶ...),标志着从在门内鼓励友军的静止状态,向因察觉敌人逼近而冲向门外的动态局面的过渡。

  3. 12.151τῶν ... ἄντην βαλλομένων

    所有属格 τῶν 修饰第12.151行的 στήθεσσι(“在他们的胸膛上”)。现在分词 βαλλομένων 带有被动含义,指“当他们正面承受(飞来的兵器)打击时”。

  4. 12.176ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντʼ ἀγορεῦσαι·

    由无人称形容词 ἀργαλέον(“是困难的”)引导的“对格与不定式”(με ... ἀγορεῦσαι)结构。短语 θεὸν ὥς(“如神一般”)是史诗叙事者在需要超越人类极限的、无所不知的视角来叙述广泛发生的事件时所使用的定型表达方式。

  5. 12.201ἐπʼ ἀριστερὰ λαὸν ἐέργων

    直译为“将人群限制在[右侧],而在左侧”。在鸟占的背景下,这表示鸟在特洛伊军队前行方向的左侧(不祥的方向)掠过,这从希腊军队的视角来看则是右侧(吉兆),指明了相对的方向。

翻译:Gemini 3.5 Flash(2026-05-23 发布)urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:12.139-12.206