← 荷马

伊利亚特

§1.70-1.137

卡尔卡斯的预言与阿伽门农同阿基琉斯的争吵

预言家卡尔卡斯揭示了阿波罗动怒的原因,阿伽门农要求以其他恩赏作为归还女子的补偿,这引发了他与阿基琉斯之间的激烈冲突。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
70

ὃς ᾔδη τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα,1

他知道现在的事、将来的事以及过去的事,

καὶ νήεσσʼ ἡγήσατʼ Ἀχαιῶν Ἴλιον εἴσω

并引导阿开亚人的船只前往伊利翁,

ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων·

这全凭福玻斯·阿波罗赐予他的预言之术。

ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·

他怀着善意向他们发表了演说,说道:

ὦ Ἀχιλεῦ κέλεαί με Διῒ φίλε μυθήσασθαι

“噢,深受宙斯爱戴的阿基琉斯啊,你命令我宣告

75

μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος·

远射的主宰阿波罗的愤怒。

τοὶ γὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσον

为此我将直言;但请你用心思量并向我发誓,

ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν·2

你确实会全心全意地在言语和行动上庇护我。

ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων

因为我确信,我将激怒一个强力统治所有

Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί·

阿尔戈斯人、且阿开亚人都服从他的男人。

80

κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ·

因为当君王对地位较低的人动怒时,往往更加无法宽恕;

εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ,

即使他能在当天强行压下怒火,

ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον,3 ὄφρα τελέσσῃ,

但他此后依然在胸中积蓄怨恨,直到将其发泄出来。

ἐν στήθεσσιν ἑοῖσι· σὺ δὲ φράσαι εἴ με σαώσεις.

所以,请考虑你是否能确保我的安全。”

τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

神行无忌的阿基琉斯回答他说道:

85

θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα·

“大可鼓起勇气,说出你所知道的任何神谕;

οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον, ᾧ τε σὺ Κάλχαν

因为我指着深受宙斯爱戴的阿波罗起誓,你,卡尔卡斯,

εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις,

正是向他祈祷并向达奈人揭示神谕的,

οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο

只要我活着并在这大地上看着光明,就绝没有任何人

σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας ἐποίσει

在中空的船只旁,敢对你痛下毒手——

90

συμπάντων Δαναῶν, οὐδʼ ἢν Ἀγαμέμνονα εἴπῃς,

达奈人中谁也不行,哪怕你提到的是阿伽门农,

ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι.

那个现在自诩为阿开亚人中首屈一指的首领。”

καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων·

直到那时,这位无可指责的预言者才鼓起勇气说道:

οὔ τʼ ἄρ ὅ γʼ εὐχωλῆς ἐπιμέμφεται οὐδʼ ἑκατόμβης,

“神既没有责怪我们的誓愿不周,也没有责怪百牛大祭有失,

ἀλλʼ ἕνεκʼ ἀρητῆρος ὃν ἠτίμησʼ Ἀγαμέμνων,

而只是因为阿伽门农侮辱了的那位祭司,

95

οὐδʼ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατʼ ἄποινα,

他没有释放他的女儿,也没有接受赎金;

τοὔνεκʼ ἄρʼ ἄλγεʼ ἔδωκεν ἑκηβόλος ἠδʼ ἔτι δώσει·

正因如此,远射之神才降下灾祸,并且还会继续降下。

οὐδʼ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει

他也绝不会为达奈人驱散这可耻的瘟疫,

πρίν γʼ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην

直到我们把那位眉目传情的少女送还给她亲爱的父亲,

ἀπριάτην ἀνάποινον, ἄγειν θʼ ἱερὴν ἑκατόμβην

不收分文,不索赎金,并且还要带去神圣的百牛大祭

100

ἐς Χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν.

到克律塞去;那时我们或许可以抚慰并说服他。”

ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη

他这样说完便坐下了;在他们之中站起来的

ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων

是英雄、阿特柔斯之子,强力统治的阿伽门农,

ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι

他满心悲愤;因为愤怒,他那阴暗的胸膛

πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην·

剧烈地充盈着,双眼犹如闪烁的烈火。

105

Κάλχαντα πρώτιστα κάκʼ ὀσσόμενος προσέειπε·

他首先用凶恶的目光盯着卡尔卡斯说道:

μάντι κακῶν οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας·

“灾祸的预言者,你从未对我说过一句好话;

αἰεί τοι τὰ κάκʼ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι,

你心中永远只喜欢预言灾祸,

ἐσθλὸν δʼ οὔτέ τί πω εἶπας ἔπος οὔτʼ ἐτέλεσσας·

你从未说过或实现过任何好话。

καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις

现在你又在达奈人中宣示神谕,

110

ὡς δὴ τοῦδʼ ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει,

说远射之神之所以为他们制造灾难,

οὕνεκʼ ἐγὼ κούρης Χρυσηΐδος ἀγλάʼ ἄποινα

是因为我不愿意接受克律塞伊斯姑娘的

οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν

精美赎金。因为我更希望把她

οἴκοι ἔχειν· καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα

留在家中;确实,相比于克吕泰涅斯特拉,

κουριδίης ἀλόχου,4 ἐπεὶ οὔ ἑθέν ἐστι χερείων,

我的结发之妻,我更喜欢她,因为她一点也不比她差,

115

οὐ δέμας οὐδὲ φυήν, οὔτʼ ἂρ φρένας οὔτέ τι ἔργα.

无论是在身材、体态、智慧,还是在女红家务上。

ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γʼ ἄμεινον·

但即使如此,如果这样更好,我也愿意把她送回去;

βούλομʼ ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι·

我宁愿人民安全,也不愿他们毁灭。

αὐτὰρ ἐμοὶ γέρας αὐτίχʼ ἑτοιμάσατʼ ὄφρα μὴ οἶος

但是,立刻为我准备一份恩赏,免得我成为

Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε·

阿尔戈斯人中唯一没有恩赏的人,因为那是不体面的;

120

λεύσσετε γὰρ τό γε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ.

因为你们都看到了,我的恩赏正要被送往别处。”

τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·

接着,神行无忌的高贵阿基琉斯回答他说:

Ἀτρεΐδη κύδιστε φιλοκτεανώτατε πάντων,

“最荣耀的阿特柔斯之子,所有人中最贪婪的家伙,

πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί;

心胸宽广的阿开亚人又怎么可能给你一份恩赏呢?

οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά·

我们并不知道哪里还有大量的公共积蓄;

125

ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται,

我们从各城邦夺来的战利品已经分配完毕,

λαοὺς δʼ οὐκ ἐπέοικε παλίλλογα ταῦτʼ ἐπαγείρειν.

让士兵们把这些东西重新收上来是不妥当的。

ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες· αὐτὰρ Ἀχαιοὶ

但是,你现在应该把她还给神明;而我们阿开亚人

τριπλῇ τετραπλῇ τʼ ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς

将以三倍、四倍来偿还你,只要宙斯有朝一日

δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.

赐予我们攻克壁垒森严的特洛伊城邦的机会。”

130

τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·

接着,统治者阿伽门农回答他说道:

μὴ δʼ οὕτως ἀγαθός περ ἐὼν θεοείκελʼ Ἀχιλλεῦ

“尽管你很勇敢,神一样的阿基琉斯啊,

κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις.

但不要试图在心中欺骗我,因为你既瞒不过我,也说服不了我。

ἦ ἐθέλεις ὄφρʼ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμʼ αὔτως

难道你想让自己保留恩赏,而让我白白地

ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδʼ ἀποδοῦναι;

坐在那里一无所有,因而才命令我把这姑娘送回去吗?

135

ἀλλʼ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ

如果心胸宽广的阿开亚人愿意给我一份恩赏,

ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται·

使其合乎我的心意,从而具有相等的价值,那便罢了;

εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι

但如果他们不给,那么我就亲自去拿一个”

语法注4 条
  1. 1.70ὃς ᾔδη τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα

    ᾔδη 是动词 οἶδα(知道)的过去完成时(在此作未过去时用),意为“他知道”。现在分词 ἐόντα、将来分词 ἐσσόμενα 以及带有介词 πρό(在……之前、过去)的现在分词连用,代表了现在、将来和过去的所有事物。

  2. 1.77ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν

    这是一个不定式结构,作为 ὄμοσσον(发誓)的宾语。由于不定式 ἀρήξειν 的逻辑主语与主句主语(第二人称)一致,因此形容词 πρόφρων 使用了主格。

  3. 1.81εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον

    从句 εἴ περ ... καταπέψῃ 是不带 ἄν 的虚拟语气条件从句。主句则使用直陈式现在时 ἔχει 来表达普遍的真理或特征,带有让步的语气:“即使他(在当天)压下了……但他此后依然保持着……”

  4. 1.113Κλυταιμνήστρης προβέβουλα / κουριδίης ἀλόχου

    动词 προβέβουλα(更偏爱、优先考虑)支配属格以表示比较的对象。在此,Κλυταιμνήστρης 及其同格词 κουριδίης ἀλόχου(结发之妻)皆为属格。

翻译:Gemini 3.5 Flash(2026-05-23 发布)urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:1.70-1.137