- 底本
- Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0011.tlg005.humanitext-grc2:804-909
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-26
选段中厄勒克特拉哀悼俄瑞斯忒斯的死,因失去复仇的希望而一心寻死;随后克律索忒弥斯兴高采烈地赶来,称在父亲墓前发现了疑似俄瑞斯忒斯的头发,带来他生还的喜讯。
ἆρʼ ὑμὶν ὡς ἀλγοῦσα1 κὠδυνωμένη
你们以为那个不幸的女人,正如万分痛苦和悲哀一般,
δεινῶς δακρῦσαι κἀπικωκῦσαι δοκεῖτὸν υἱὸν ἡ δύστηνος ὧδʼ ὀλωλότα;
为她那以这种方式死去的儿子,流下了可怕的眼泪并发出痛哭吗?
ἀλλʼ ἐγγελῶσα φροῦδος· ὦ τάλαινʼ ἐγώ.
不,她是笑着离去的。啊,可怜的我!
Ὀρέστα φίλταθʼ, ὥς μʼ ἀπώλεσας θανών.
亲爱的俄瑞斯忒斯啊,你的死彻底毁灭了我。
ἀποσπάσας γὰρ τῆς ἐμῆς οἴχει φρενὸςαἵ μοι μόναι παρῆσαν ἐλπίδων ἔτι,
因为你的离去,从我的心中夺走了那最后仅存的唯一希望,
σὲ πατρὸς ἥξειν ζῶντα τιμωρόν ποτεκἀμοῦ ταλαίνης. νῦν δὲ ποῖ με χρὴ μολεῖν;
那就是你终有一天会活着回来,为父亲和可怜的我报仇。如今我该何去何从?
μόνη γάρ εἰμι, σοῦ τʼ ἀπεστερημένηκαὶ πατρός. ἤδη δεῖ με δουλεύειν πάλιν
因为我已孤身一人,被夺去了你,也被夺去了父亲。现在我必须再次去当奴隶,
ἐν τοῖσιν ἐχθίστοισιν ἀνθρώπων ἐμοὶφονεῦσι πατρός. ἆρά μοι καλῶς ἔχει;
在那些对我而言最可憎的人、杀害我父亲的凶手们中间。这对我难道是好事吗?
ἀλλʼ οὔ τι μὴν ἔγωγε τοῦ λοιποῦ χρόνουξύνοικος, εἴσειμʼ, ἀλλὰ τῇδε πρὸς πύλῃ
但是,在接下来的岁月里,我决不进屋与他们同住,而是要在这门口
παρεῖσʼ ἐμαυτὴν ἄφιλος αὐανῶ βίον.2
抛弃自己,在没有朋友陪伴下让我的生命枯萎。
πρὸς ταῦτα καινέτω τις, εἰ βαρύνεται,τῶν ἔνδον ὄντων· ὡς χάρις μέν, ἢν κτάνῃ,
对此,屋里的任何人若是觉得厌烦,尽管杀了我吧。因为他若杀我,便是恩赐;
λύπη δʼ, ἐὰν ζῶ· τοῦ βίου δʼ οὐδεὶς πόθος.
我若活着,便是痛苦。我对生命已毫无眷恋。
ποῦ ποτε κεραυνοὶ Διὸς ἢ ποῦ φαέθων
宙斯的雷霆究竟在哪里,或者那闪耀的
Ἅλιος, εἰ ταῦτʼ ἐφορῶντες κρύπτουσιν ἕκηλοι;
太阳又在哪里,如果他们看着这些却若无其事地将光芒隐藏?
ἒ ἔ, αἰαῖ.
啊,啊!哀哉!
ὦ παῖ, τί δακρύεις;
孩子,你为何哭泣?
φεῦ.
哀哉!
μηδὲν μέγʼ ἀΰσῃς.
切勿发出太不吉利的哀号。
ἀπολεῖς.
你要毁灭我。
πῶς;
怎么会呢?
εἰ τῶν φανερῶς οἰχομένων
如果你对那些显然已经前往
εἰς Ἀΐδαν ἐλπίδʼ ὑποίσεις, κατʼ ἐμοῦ τακομέναςμᾶλλον ἐπεμβάσει.
哈得斯那里的人心存希望,你就会对日渐消瘦的我踩上更重的一脚。
οἶδα γὰρ ἄνακτʼ Ἀμφιάρεων3 χρυσοδέτοις
因为我知道安菲阿拉俄斯国王是被女人们黄金编织的
ἕρκεσι κρυφθέντα γυναικῶν· καὶ νῦν ὑπὸ γαίας
陷阱所葬送的。然而现在他在地底下……
ἒ ἔ, ἰώ.
啊,啊!噢!
πάμψυχος ἀνάσσει.
依然拥有着完整的灵魂进行统治。
φεῦ.
哀哉!
φεῦ δῆτʼ· ὀλοὰ γὰρ
的确哀哉;因为他被那个毁灭性的女人
ἐδάμη.
征服了。
ναί.
是的。
οἶδʼ οἶδʼ· ἐφάνη γὰρ μελέτωρἀμφὶ τὸν ἐν πένθει· ἐμοὶ δʼ οὔτις ἔτʼ ἔσθʼ· ὃς γὰρ ἔτʼ ἦν,
我知道,我知道;因为对于那位处于悲痛之中的人,复仇者已经出现了。但我却再也没有任何人了。那仅存的一个人,
φροῦδος ἀναρπασθείς.
也已被夺走、消逝了。
δειλαία δειλαίων κυρεῖς.
可怜的人啊,你正处于最可怜的境地。
κἀγὼ τοῦδʼ ἴστωρ, ὑπερίστωρ,
我自己也深知这一点,深知这一点,
πανσύρτῳ παμμήνῳ πολλῶν
在那席卷一切的、月复一月的、众多
δεινῶν στυγνῶν τʼ αἰῶνι.
可怕而可憎的岁月中。
εἴδομεν ἁθρήνεις.
我们看着你在哀悼。
μή μέ νυν μηκέτιπαραγάγῃς, ἵνʼ οὐ
因此,请不要再误导我了,因为在那里已经没有……
τί φής;
你说什么?
πάρεισιν ἐλπίδων ἔτι κοινοτόκων4εὐπατριδᾶν ἀρωγαί.
已经没有同胞兄弟这些高贵助手的希望了。
πᾶσι θνατοῖς ἔφυ μόρος.
所有凡人,死亡皆是自然之命。
ἦ καὶ χαλάργοις ἐν ἁμίλλαιςοὕτως, ὡς κείνῳ δυστάνῳ,
难道在骏马奔驰的赛会中
τμητοῖς ὁλκοῖς ἐγκῦρσαι;
也是如此吗,就像那个不幸的人一样,缠在割裂的手缰中而死?
ἄσκοπος ἁ λώβα.
这场灾祸是无法预料的。
πῶς γὰρ οὔκ; εἰ ξένοςἄτερ ἐμᾶν χερῶν
怎么会不呢?如果一个异乡人
παπαῖ.
啊!
κέκευθεν, οὔτε του τάφου ἀντιάσας
隐藏在异国,既没有得到坟墓,
οὔτε γόων παρʼ ἡμῶν.
也没有得到我们的哀悼。
ὑφʼ ἡδονῆς τοι, φιλτάτη, διώκομαιτὸ κόσμιον μεθεῖσα σὺν τάχει μολεῖν·
亲爱的小姐,我因喜悦而驱使,抛弃了体统,急急忙忙地赶来。
φέρω γὰρ ἡδονάς τε κἀνάπαυλαν ὧνπάροιθεν εἶχες καὶ κατέστενες κακῶν
因为我带给你的是喜悦,也是对你此前所承受并为之叹息的痛苦的解脱。
πόθεν δʼ ἂν εὕροις τῶν ἐμῶν σὺ πημάτωνἄρηξιν, οἷς ἴασιν οὐκ ἔνεστʼ ἰδεῖν;
你又从哪里能找到我痛苦的救助呢?那痛苦分明看不见任何治愈的希望。
πάρεστʼ Ὀρέστης ἡμίν, ἴσθι τοῦτʼ ἐμοῦ
俄瑞斯忒斯就在我们这里,听我亲口对你说吧,
κλύουσʼ, ἐναργῶς, ὥσπερ εἰσορᾷς ἐμέ.
就像你现在真真切切地看着我一样清楚。
ἀλλʼ ἦ μέμηνας, ὦ τάλαινα, κἀπὶ τοῖςσαυτῆς κακοῖσι κἀπὶ τοῖς ἐμοῖς γελᾷς;
你疯了吗,可怜的孩子,你竟敢嘲笑你自己的不幸和我的不幸?
μὰ τὴν πατρῴαν ἑστίαν, ἀλλʼ οὐχ ὕβρει
凭着我们父亲的炉灶起誓,我绝非出于嘲弄
λέγω τάδʼ, ἀλλʼ ἐκεῖνον ὡς παρόντα νῷν.
说这些话,而是因为他真的在我们身边。
οἴμοι τάλαινα· καὶ τίνος βροτῶν λόγοντόνδʼ εἰσακούσασʼ ὧδε πιστεύεις ἄγαν;
啊,可怜的我!你听了哪个凡人的话,竟会如此深信不疑?
ἐγὼ μὲν ἐξ ἐμοῦ τε κοὐκ ἄλλης, σαφῆ
我不是听信别人,而是凭我自己,亲眼看见了明晰的
σημεῖʼ ἰδοῦσα, τῷδε πιστεύω λόγῳ.
证据,才相信这话的。
τίνʼ, ὦ τάλαινʼ, ἔχουσα πίστιν; ἐς τί μοι
可怜的孩子,你凭什么相信?你究竟看见了什么,
βλέψασα θάλπει τῷδʼ ἀνηκέστῳ πυρί;
竟让这无法治愈的火温暖你的心?
πρός νυν θεῶν ἄκουσον, ὡς μαθοῦσά μου
那么求求你奉神明之名听着,好让你了解之后,
τὸ λοιπὸν ἢ φρονοῦσαν ἢ μωρὰν λέγῃς.
再来断定我是聪明还是愚蠢。
σὺ δʼ οὖν λέγʼ, εἴ σοι τῷ λόγῳ τις ἡδονή.
那你就说吧,如果你说这事能给你带来什么乐趣。
καὶ δὴ λέγω σοι πᾶν ὅσον κατειδόμην.
我这就把你我所见的一切都告诉你。
ἐπεὶ γὰρ ἦλθον πατρὸς ἀρχαῖον τάφον,
当我走到父亲古老的坟墓前时,
ὁρῶ κολώνης ἐξ ἄκρας νεορρύτουςπηγὰς γάλακτος καὶ περιστεφῆ κύκλῳ
我看见从坟丘的顶端流下新鲜注下的乳泉,而父亲的墓碑周围
πάντων ὅσʼ ἐστὶν ἀνθέων θήκην πατρός.
缀满了环绕着的一切花朵。
ἰδοῦσα δʼ ἔσχον θαῦμα, καὶ περισκοπῶ
我看了十分惊异,便环顾四周,
μή πού τις ἡμῖν ἐγγὺς ἐγχρίμπτῃ βροτῶν.
生怕附近有什么凡人正向我们逼近。
ὡς δʼ ἐν γαλήνῃ πάντʼ ἐδερκόμην τόπον,
当我看见各处都一片宁静时,
τύμβου προσεῖρπον ἆσσον· ἐσχάτης δʼ ὁρῶ
我便悄悄走近墓前,只见在坟丘的边缘
πυρᾶς νεώρη βόστρυχον τετμημένον·
有一缕新近剪下的头发。
κεὐθὺς τάλαινʼ ὡς εἶδον, ἐμπαίει τί μοιψυχῇ σύνηθες ὄμμα,5 φιλτάτου βροτῶν
我这个可怜的人一看见它,心中立刻受到一阵熟悉的形象的冲击,
πάντων Ὀρέστου τοῦθʼ ὁρᾶν τεκμήριον·
觉得这正是所有凡人中我最亲爱的俄瑞斯忒斯的证物。
καὶ χερσὶ βαστάσασα δυσφημῶ μὲν οὔ,
我亲手将它捧起,没有说任何不祥之言,
χαρᾷ δὲ πίμπλημʼ εὐθὺς ὄμμα δακρύων.
却立刻因喜悦而让泪水盈满了双眼。
καὶ νῦν θʼ ὁμοίως καὶ τότʼ ἐξεπίσταμαι
无论是现在还是当时,我都同样深知,
μή του τόδʼ ἀγλάϊσμα πλὴν κείνου μολεῖν·
这件美丽的供品绝非出自他人,只能是他送来的。
τῷ γὰρ προσήκει πλήν γʼ ἐμοῦ καὶ σοῦ τόδε;
因为除了我和你之外,还有谁有义务这样做呢?
- 804ὡς ἀλγοῦσα
连词 ὡς 与分词结合,表示主观的假装或外表(“仿佛在痛苦中”)。这表明厄勒克特拉认为克律太涅斯特拉并非真心悲伤,而只是在装模作样。
- 819αὐανῶ βίον
动词 αὐαίνω(使干燥、枯萎)的将来时主动意态单数第一人称。此处作及物动词使用,以“生命”(βίον)为宾语,意为“我将使我的生命枯萎”。
- 836Ἀμφιάρεων
阿耳戈斯国王兼预言家安菲阿拉俄斯的宾格。他因妻子埃里菲勒的背叛而在远征底比斯时走向死亡,并被大地吞没。人们相信他在地下仍以完整的灵魂进行统治,此处由歌队提及以慰藉厄勒克特拉。
- 858κοινοτόκων
形容词 κοινότοκος(同胞所生、同父母所生)的属格。此处暗指俄瑞斯忒斯这一同胞兄弟,在上下文中厄勒克特拉哀叹来自这位兄弟的“援助”(ἀρωγαί)已不复存在。
- 903σύνηθες ὄμμα
名词 ὄμμα(原意为“眼睛”,引申为“景象”、“面影”或“直觉”)受形容词 σύνηθες(亲密的、熟悉的)修饰。这表达了克律索忒弥斯在墓前看到那缕头发时直觉上的确信,将其认作俄瑞斯忒斯的证物。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
