← 索福克勒斯

埃勒克特拉

§718-803

俄瑞斯忒斯死讯的回应与克吕泰涅斯特拉

老仆讲完了俄瑞斯忒斯在战车竞技中惨死的经过,克吕泰涅斯特拉流露出解脱与母性悲哀交织的复杂情感。厄勒克特拉陷入绝望和哀痛,而克吕泰涅斯特拉则嘲弄女儿,并将使者迎入馆内。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
718

ὁμοῦ γὰρ ἀμφὶ νῶτα καὶ τροχῶν βάσεις

因为与此同时,马匹的喘息声在他们的背部和车轮轨迹周围交织,

ἤφριζον, εἰσέβαλλον ἱππικαὶ πνοαί.

喷吐着白沫。

720

κεῖνος δʼ ὑπʼ αὐτὴν ἐσχάτην στήλην ἔχων

他总是让车轴紧贴着最内侧的标柱驶过,

ἔχριμπτʼ ἀεὶ σύριγγα, δεξιὸν δʼ ἀνεὶς

放开右侧的外辕马,而

σειραῖον ἵππον εἶργε τὸν προσκείμενον.1

扣紧靠内侧的马。

καὶ πρὶν μὲν ὀρθοὶ πάντες ἕστασαν δίφροι·

此前所有的战车都还直立无恙;

ἔπειτα δʼ Αἰνιᾶνος ἀνδρὸς ἄστομοι

但随后那艾尼阿尼亚人的不受控制的

725

πῶλοι βίᾳ φέρουσιν· ἐκ δʼ ὑποστροφῆς

马匹开始狂奔,在转弯并

τελοῦντες ἕκτον ἕβδομόν τʼ ἤδη δρόμον

正要完成第六圈和第七圈时,

μέτωπα συμπαίουσι Βαρκαίοις ὄχοις·

迎头撞上了巴尔卡的战车。

κἀντεῦθεν ἄλλος ἄλλον ἐξ ἑνὸς κακοῦ

由此,因着这一桩祸事,一辆接着一辆战车互相撞毁、

ἔθραυε κἀνέπιπτε, πᾶν δʼ ἐπίμπλατο

倾覆,整片赛道都塞满了

730

ναυαγίων Κρισαῖον ἱππικῶν πέδον.

克里萨马场的战车残骸。

γνοὺς δʼ οὑξ Ἀθηνῶν δεινὸς ἡνιοστρόφος

雅典那位精明的御者看出了这一局势,

ἔξω παρασπᾷ κἀνακωχεύει παρεὶς

便把车拉向外侧,避开、放过了

κλύδωνʼ ἔφιππον ἐν μέσῳ κυκώμενον.

在中央乱成一团的马匹与车流。

ἤλαυνε δʼ ἔσχατος μέν, ὑστέρας δʼ ἔχων

俄瑞斯忒斯则跑在最后,让马匹

735

πώλους Ὀρέστης, τῷ τέλει πίστιν φέρων·

落在后方,把希望寄托在终点冲刺上。

ὅπως δʼ ὁρᾷ μόνον νιν ἐλλελειμμένον,

但当他一看到只剩下雅典御者一人,

ὀξὺν διʼ ὤτων κέλαδον ἐνσείσας θοαῖς

便对他的快马

πώλοις διώκει, κἀξισώσαντε ζυγὰ

耳边发出一声锐利的呐喊,紧追上去。两车并驾齐驱

ἠλαυνέτην, τότʼ ἄλλος, ἄλλοθʼ ἅτερος

奔驰着,一会儿是这一辆,一会儿是那一辆

740

κάρα προβάλλων ἱππικῶν ὀχημάτων.

将战车的车头探出在前。

καὶ τοὺς μὲν ἄλλους πάντας ἀσφαλεῖς δρόμους

至于此前所有的其他圈数,

ὡρμᾶθʼ ὁ τλήμων ὀρθὸς ἐξ ὀρθῶν δίφρων·

这可怜的人都安然无恙,在挺立的战车上笔直地驾车疾驰。

ἔπειτα λύων ἡνίαν ἀριστερὰν

接着,当他放松左侧缰绳、

κάμπτοντος ἵππου λανθάνει στήλην ἄκραν

马匹转弯时,他没有注意到自己撞上了标柱的边缘,

745

παίσας·2 ἔθραυσε δʼ ἄξονος μέσας χνόας

从而震碎了车轴中央的轴毂。

κἀξ ἀντύγων ὤλισθεν· ἐν δʼ ἑλίσσεται

他从车栏上滑落,被纠缠在

τμητοῖς ἱμᾶσι· τοῦ δὲ πίπτοντος πέδῳ

割裂的皮缰绳里;随着他坠落地面,

πῶλοι διεσπάρησαν ἐς μέσον δρόμον.

马匹向着赛道中央四散奔逃。

στρατὸς δʼ ὅπως ὁρᾷ νιν ἐκπεπτωκότα

众人一见他摔落

750

δίφρων, ἀνωλόλυξε τὸν νεανίαν,

战车,便为这年轻人齐声发出惊呼,

οἷʼ ἔργα δράσας οἷα λαγχάνει κακά,3

哀叹他立下如此伟业却落得这般惨祸,

φορούμενος πρὸς οὖδας, ἄλλοτʼ οὐρανῷ

时而被拖在地上,时而朝天

σκέλη προφαίνων, ἔς τέ νιν διφρηλάται,

伸出双腿。直到其他御者

μόλις κατασχεθόντες ἱππικὸν δρόμον,

费力地制服了奔马,

755

ἔλυσαν αἱματηρόν, ὥστε μηδένα

才将血肉模糊的他解救下来,以至于任何

γνῶναι φίλων ἰδόντʼ ἂν ἄθλιον δέμας.

友人若看见,都无法认出这具悲惨的躯体。

καί νιν πυρᾷ κέαντες εὐθὺς ἐν βραχεῖ

他们随即在柴堆上将他火化,

χαλκῷ μέγιστον σῶμα δειλαίας σποδοῦ

用一尊青铜小瓮盛装了他那伟岸身躯的悲惨骨灰,

φέρουσιν ἄνδρες Φωκέων τεταγμένοι,

被委派的佛基斯人正将其带回,

760

ὅπως πατρῴας τύμβον ἐκλάχῃ χθονός.

好让他能在父辈的土地上分得一座坟墓。

τοιαῦτά σοι ταῦτʼ ἐστίν, ὡς μὲν ἐν λόγῳ

事情就是如此,听起来固然

ἀλγεινά, τοῖς δʼ ἰδοῦσιν, οἵπερ εἴδομεν,

痛苦,但对我们这些目击者而言,

μέγιστα πάντων ὧν ὄπωπʼ ἐγὼ κακῶν.

却是我生平所见最惨烈的灾祸。

φεῦ φεῦ· τὸ πᾶν δὴ δεσπόταισι τοῖς πάλαι

歌队:哀哉,惜哉!昔日主人们的整个家族,

765

πρόρριζον, ὡς ἔοικεν, ἔφθαρται γένος.

看来已被连根拔起,彻底毁灭了。

ὦ Ζεῦ, τί ταῦτα, πότερον εὐτυχῆ λέγω,

克吕泰涅斯特拉:噢,宙斯,这算什么?我该说这是幸运,

ἢ δεινὰ μέν, κέρδη δέ; λυπηρῶς δʼ ἔχει,

还是虽可怕却有利?然而,若

εἰ τοῖς ἐμαυτῆς τὸν βίον σῴζω κακοῖς.4

要用我自己的不幸来保全我的性命,这实在令人痛心。

τί δʼ ὧδʼ ἀθυμεῖς, ὦ γύναι, τῷ νῦν λόγῳ;

老仆:妇人,你何故因当下的消息而这般沮丧?

770

δεινὸν τὸ τίκτειν ἐστίν· οὐδὲ γὰρ κακῶς

克吕泰涅斯特拉:生育是一件奇妙而强大的事;因为

πάσχοντι μῖσος ὧν τέκῃ προσγίγνεται.

即便遭受伤害,母亲也不会对亲生骨肉心生怨恨。

μάτην ἄρʼ ἡμεῖς, ὡς ἔοικεν, ἥκομεν.

老仆:看来我们这一趟是白来了。

οὔτοι μάτην γε· πῶς γὰρ ἂν μάτην λέγοις,

克吕泰涅斯特拉:绝非白来;如果因为你带来了他死亡的确凿证据,你怎能说是白来?

εἴ μοι θανόντος πίστʼ ἔχων τεκμήρια

既然你来到了我这里,并且带着。

775

προσῆλθες, ὅστις τῆς ἐμῆς ψυχῆς γεγώς,

他本是我生命里诞下的骨肉,

μαστῶν ἀποστὰς καὶ τροφῆς ἐμῆς, φυγὰς

却远离我的乳房与抚育,成为逃亡者

ἀπεξενοῦτο5 καί μʼ, ἐπεὶ τῆσδε χθονὸς

寄居异国,自从他离开

ἐξῆλθεν, οὐκέτʼ εἶδεν, ἐγκαλῶν δέ μοι

这片土地后,便再也没有见过我,却指控我

φόνους πατρῴους δείνʼ ἐπηπείλει τελεῖν;

谋杀了其父,并威胁要实施可怕的报复。

780

ὥστʼ οὔτε νυκτὸς ὕπνον οὔτʼ ἐξ ἡμέρας

以至于无论黑夜还是白昼,甜美的睡眠都无法

ἐμὲ στεγάζειν ἡδύν, ἀλλʼ ὁ προστατῶν

将我庇护,而那笼罩着我的

χρόνος διῆγέ μʼ αἰὲν ὡς θανουμένην.

时光总是将我当成一个将死之人度过。

νῦν δʼ—ἡμέρᾳ γὰρ τῇδʼ ἀπήλλαγμαι φόβου

但如今——就在今天,我已经摆脱了对她

πρὸς τῆσδʼ ἐκείνου θʼ· ἥδε γὰρ μείζων βλάβη

和对他的恐惧;因为她是一个更大的祸害,与我同住,

785

ξύνοικος ἦν μοι, τοὐμὸν ἐκπίνουσʼ ἀεὶ

总是吸干我

ψυχῆς ἄκρατον αἷμα—νῦν δʼ ἕκηλά που

灵魂中纯净的鲜血——如今,至少在这女人的

τῶν τῆσδʼ ἀπειλῶν οὕνεχʼ ἡμερεύσομεν.

威胁方面,我们将安然度日。

οἴμοι τάλαινα· νῦν γὰρ οἰμῶξαι πάρα,

厄勒克特拉:哀哉,我这苦命的人!俄瑞斯忒斯啊,在你

Ὀρέστα, τὴν σὴν ξυμφοράν, ὅθʼ ὧδʼ ἔχων

落得这般境地、又被你这

790

πρὸς τῆσδʼ ὑβρίζει μητρός. ἆρʼ ἔχει καλῶς;

母亲羞辱之时,现在正是为你哭诉不幸的时候。难道这就叫“一切安好”吗?

οὔτοι σύ· κεῖνος δʼ ὡς ἔχει καλῶς ἔχει.

克吕泰涅斯特拉:对你自然不好;但他的现状,对他而言好得很。

ἄκουε, Νέμεσι τοῦ θανόντος ἀρτίως.

厄勒克特拉:请垂听吧,那刚死之人的复仇女神啊!

ἤκουσεν ὧν δεῖ κἀπεκύρωσεν καλῶς.

克吕泰涅斯特拉:她已经听到了该听的,并且判定得极好。

ὕβριζε· νῦν γὰρ εὐτυχοῦσα τυγχάνεις.

厄勒克特拉:尽情羞辱吧;因为现在你正当走红运。

795

οὔκουν Ὀρέστης καὶ σὺ παύσετον τάδε.

克吕泰涅斯特拉:反正俄瑞斯忒斯和你已经无法阻止这一切了。

πεπαύμεθʼ ἡμεῖς, οὐχ ὅπως σὲ παύσομεν.

厄勒克特拉:我们已经被阻止了,绝非我们去阻止你。

πολλῶν ἂν ἥκοις, ὦ ξένʼ, ἄξιος τυχεῖν,

克吕泰涅斯特拉:外乡人,要是你阻止了这女人

εἰ τήνδʼ ἔπαυσας τῆς πολυγλώσσου βοῆς.

的长舌叫嚷,你真该得到丰厚的赏赐。

οὐκοῦν ἀποστείχοιμʼ ἄν, εἰ τάδʼ εὖ κυρεῖ.

老仆:既然事情大功告成,那我就此退下。

800

ἥκιστʼ· ἐπείπερ οὔτʼ ἐμοῦ κατάξιʼ ἂν

克吕泰涅斯特拉:万万不可;这既配不上我,

πράξειας οὔτε τοῦ πορεύσαντος ξένου.

也配不上派你来的那位主人。

ἀλλʼ εἴσιθʼ εἴσω· τήνδε δʼ ἔκτοθεν βοᾶν

进里边去吧;让她在外面

ἔα τά θʼ αὑτῆς καὶ τὰ τῶν φίλων κακά.

叫嚷,去哀悼她自己和她朋友们的不幸吧。

语法注5 条
  1. 721δεξιὸν δʼ ἀνεὶς / σειραῖον ἵππον εἶργε τὸν προσκείμενον.

    此处描绘了战车驾驶技术:放松(ἀνείς)右侧的外辕马(δεξιὸν ... σειραῖον ἵππον)使其全速奔跑,同时扣紧(εἶργε)靠内侧(靠近标柱)的马(τὸν προσκείμενον)以进行急转弯。

  2. 744λανθάνει στήλην ἄκραν / παίσας

    动词 λανθάνω 与分词(παίσας)结合,表示“不自觉地/在未察觉中做了某事”(“未注意到便撞上了标柱”)。描绘了俄瑞斯忒斯在不知不觉中撞上标柱边缘的瞬间。

  3. 751οἷʼ ἔργα δράσας οἷα λαγχάνει κακά

    重复使用关系代词 οἷος 的感叹句。将分词短语 οἷʼ ἔργα δράσας(立下如此辉煌的伟业)与主句 οἷα λαγχάνει κακά(竟遭受这般可怕的灾祸)进行对比,强调了他命运落差之大。

  4. 767λυπηρῶς δʼ ἔχει, / εἰ τοῖς ἐμαυτῆς τὸν βίον σῴζω κακοῖς

    λυπηρῶς ἔχει 是一个无人称结构,意为“(这境地)是痛苦的”。接下来的 εἰ 从句在形式上是条件句(“如果我用自己的不幸保全性命”),但在语义上起到了陈述事实或作为原因的名词性从句作用(“用我亲骨肉的灾祸来保全我的生命,这是痛苦的”)。

  5. 775ὅτις τῆς ἐμῆς ψυχῆς γεγώς ... ἀπεξενοῦτο

    由主格关系代词 ὅστις 引导的冗长关系从句,修饰属格先行词 θανόντος(已死去的他)。由 ὅστις 支配的主动词是 ἀπεξενοῦτο(寄居异乡)和 ἐπηπείλει(威胁),其间插入了多个分词(γεγώς, ἀποστάς, ἐγκαλῶν),使句式结构显得极为绵长。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(2 处,最近 2026-09-21)
  • 中于 2026-05-24 由 Gemini 3.5 Flash 重新翻译
  • 2026-09-21 AI校阅 — 注 2 处
urn:cts:greekLit:tlg0011.tlg005.humanitext-grc2:718-803