- 底本
- Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0011.tlg005.humanitext-grc2:633-717
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-26
克吕泰涅斯特拉向阿波罗默祷,祈求保全自己的财富与权力。此时,一位来自福基斯的使者带来了俄瑞斯忒斯在德尔斐竞技会中不幸遇难的假消息,并详细讲述其生前的辉煌胜利及悲剧性的战车竞赛。
τοὐμὸν στόμʼ,1 ὡς οὐκ ἂν πέρα λέξαιμʼ ἔτι.
[我将闭上]我的嘴,以免我再说下去。
ἔπαιρε δὴ σὺ θύμαθʼ ἡ παροῦσά μοιπάγκαρπʼ, ἄνακτι τῷδʼ ὅπως λυτηρίουςεὐχὰς ἀνάσχω δειμάτων, ἃ νῦν ἔχω.
你,我身旁的侍女,快献上各种果实组成的祭品,好让我向这位国王祈祷,消除我此刻心中所怀的恐惧。
κλύοις ἂν ἤδη, Φοῖβε προστατήριε,κεκρυμμένην μου βάξιν· οὐ γὰρ ἐν φίλοιςὁ μῦθος, οὐδὲ πᾶν ἀναπτύξαι πρέπειπρὸς φῶς παρούσης τῆσδε πλησίας ἐμοί,μὴ σὺν φθόνῳ τε καὶ πολυγλώσσῳ βοῇσπείρῃ ματαίαν βάξιν εἰς πᾶσαν πόλιν.
护佑之神普赛玻斯啊,现在就请听我这隐秘的祈求;因为我的话并非是在朋友面前说的,当这女子就在我身旁时,把一切都暴露在光天化日之下是不合宜的,免得她怀着恶意,并在喧嚣的多嘴多舌中,把虚假的流言播撒到整个城邦。
ἀλλʼ ὧδʼ ἄκουε· τῇδε γὰρ κἀγὼ φράσω.
但请你这样听我说;因为我也将这样倾诉。
ἃ γὰρ προσεῖδον νυκτὶ τῇδε φάσματαδισσῶν ὀνείρων, ταῦτά μοι, Λύκειʼ ἄναξ,εἰ μὲν πέφηνεν ἐσθλά, δὸς τελεσφόρα,εἰ δʼ ἐχθρά, τοῖς ἐχθροῖσιν ἔμπαλιν μέθες·
我在昨夜所见的两个梦中幻影,如果它们预示着吉兆,吕刻俄斯之王啊,求你使它们成就;但如果是凶兆,就请反施给我的仇敌。
καὶ μή με πλούτου τοῦ παρόντος εἴ τινεςδόλοισι βουλεύουσιν ἐκβαλεῖν, ἐφῇς,ἀλλʼ ὧδέ μʼ αἰεὶ ζῶσαν ἀβλαβεῖ βίῳδόμους Ἀτρειδῶν σκῆπτρά τʼ ἀμφέπειν τάδε,φίλοισί τε ξυνοῦσαν οἷς ξύνειμι νῦνεὐημεροῦσαν καὶ τέκνων ὅσων ἐμοὶδύσνοια μὴ πρόσεστιν ἢ λύπη πικρά.
如果有人企图用诡计将我从眼前的财富中驱逐出去,请不要允许,而是让我始终这样在无害的生活中,掌管阿特雷斯家族的宅邸和这些王权,与我如今共同生活的亲友们在一起,共享荣华,并与那些对我没有怨恨或痛苦的子女们相伴。
ταῦτʼ, ὦ Λύκειʼ Ἄπολλον, ἵλεως κλύωνδὸς πᾶσιν ἡμῖν ὥσπερ ἐξαιτούμεθα.
吕刻俄斯的阿波罗啊,求你仁慈地倾听这些,正如我们所祈求的那样,把这些赐予我们所有人。
τὰ δʼ ἄλλα πάντα καὶ σιωπώσης ἐμοῦἐπαξιῶ σε δαίμονʼ ὄντʼ ἐξειδέναι·τοὺς ἐκ Διὸς γὰρ εἰκός ἐστι πάνθʼ ὁρᾶν.
至于其他的一切,即使我保持沉默,我也认为你作为神是知晓的;因为宙斯所生之辈,理所当然能看清一切。
ξέναι γυναῖκες, πῶς ἂν εἰδείην σαφῶςεἰ τοῦ τυράννου δώματʼ Αἰγίσθου τάδε;
异国的妇女们啊,我该如何确切地知道,这是否就是僭主埃癸斯托斯的府邸?
τάδʼ ἐστίν, ὦ ξένʼ· αὐτὸς ᾔκασας καλῶς.
正是这里,外乡人;你自己猜得很准。
ἦ καὶ δάμαρτα τήνδʼ ἐπεικάζων κυρῶκείνου; πρέπει γὰρ ὡς τύραννος εἰσορᾶν.
那么,我猜测这位女士是他的妻子,是否也猜对了呢?因为她的气派看起来就像是一位王后。
μάλιστα πάντων· ἥδε σοι κείνη πάρα.
非常正确;这位就是你要找的人。
ὦ χαῖρʼ, ἄνασσα· σοὶ φέρων ἥκω λόγουςἡδεῖς φίλου παρʼ ἀνδρὸς Αἰγίσθῳ θʼ ὁμοῦ.
噢,致敬,王后;我从一位友好的男士那里,给您和埃癸斯托斯带来了令人欣喜的消息。
ἐδεξάμην τὸ ῥηθέν· εἰδέναι δέ σουπρώτιστα χρῄζω τίς σʼ ἀπέστειλεν βροτῶν.
我接纳你的话;但我首先想知道,凡人中是谁派你来的。
Φανοτεὺς ὁ Φωκεύς, πρᾶγμα πορσύνων μέγα.
福基斯的法诺透斯,为了传达一件大事。
τὸ ποῖον, ὦ ξένʼ; εἰπέ· παρὰ φίλου γὰρ ὢν
是什么事,外乡人?请说;因为你既然来自一位友好的男士,我很清楚,你将会说出友好的话。
ἀνδρός, σάφʼ οἶδα, προσφιλεῖς λέξεις λόγους.τέθνηκʼ Ὀρέστης· ἐν βραχεῖ ξυνθεὶς λέγω.
俄瑞斯忒斯死了;我用一句话概括对您说。
οἲ ʼγὼ τάλαινʼ, ὄλωλα τῇδʼ ἐν ἡμέρᾳ.
哎呀,可怜的我,我在今天毁灭了!
τί φής, τί φής, ὦ ξεῖνε; μὴ ταύτης κλύε.
你说什么,你说什么,外乡人?不要听她的。
θανόντʼ Ὀρέστην νῦν τε καὶ πάλαι λέγω.
我刚才和刚才都说,俄瑞斯忒斯死了。
ἀπωλόμην δύστηνος, οὐδέν εἰμʼ ἔτι.
我毁灭了,不幸的我,我已一无所有!
σὺ μὲν τὰ σαυτῆς πρᾶσσʼ, ἐμοὶ δὲ σύ, ξένε,τἀληθὲς εἰπέ, τῷ τρόπῳ διόλλυται;
你管好你自己的事;而你,外乡人,告诉我真相,他是以什么方式死去的?
κἀπεμπόμην πρὸς ταῦτα καὶ τὸ πᾶν φράσω.
我正是为此被派来的,我将说明一切。
κεῖνος γὰρ ἐλθὼν εἰς τὸ κλεινὸν Ἑλλάδοςπρόσχημʼ ἀγῶνος Δελφικῶν ἄθλων χάριν,ὅτʼ ᾔσθετʼ ἀνδρὸς ὀρθίων κηρυγμάτωνδρόμον προκηρύξαντος, οὗ πρώτη κρίσις,εἰσῆλθε λαμπρός, πᾶσι τοῖς ἐκεῖ σέβας·
因为他为了参加德尔斐竞技会而来到了希腊的荣耀盛典。 当他听到传令官高声宣告,第一项比赛——徒步赛跑开始时,他光彩夺目地进场,成了在场所有人景仰的对象。
+额外标记:863 (译文中插入了原文没有的标记,已并入本节)
δρόμου δʼ ἰσώσας τἀφέσει τὰ τέρματα2νίκης ἔχων ἐξῆλθε πάντιμον γέρας.
他在赛跑中使终点与起点等同,带着最受尊敬的胜利奖品退场。
χὤπως μὲν ἐν πολλοῖσι παῦρά σοι λέγωοὐκ οἶδα τοιοῦδʼ ἀνδρὸς ἔργα καὶ κράτη·
即使我在众多事迹中向您简述,我也不知道该如何形容这样一个人的功勋和胜利;
ἓν δʼ ἴσθʼ· ὅσων γὰρ εἰσεκήρυξαν βραβῆς
但请知道这一件事:在裁判们宣告的所有奖项中,
τούτων ἐνεγκὼν πάντα τἀπινίκιαὠλβίζετʼ, Ἀργεῖος μὲν ἀνακαλούμενος,ὄνομα δʼ Ὀρέστης, τοῦ τὸ κλεινὸν ἙλλάδοςἈγαμέμνονος στράτευμʼ ἀγείραντός ποτε.
他带走了所有的胜利,受到人们的祝福,被称为阿耳戈斯人,名叫俄瑞斯忒斯,他是那曾集结希腊辉煌大军的阿伽门农之子。
καὶ ταῦτα μὲν τοιαῦθʼ· ὅταν δέ τις θεῶνβλάπτῃ, δύναιτʼ ἂν οὐδʼ ἂν ἰσχύων φυγεῖν.
那些事情确实如此。但是,当神明带来伤害时,即使是强者也无法逃脱。
κεῖνος γὰρ ἄλλης ἡμέρας, ὅθʼ ἱππικῶνἦν ἡλίου τέλλοντος ὠκύπους ἀγών,εἰσῆλθε πολλῶν ἁρματηλατῶν μέτα.
在另一天,当日出时分进行快速的战车竞速赛时,他与众多御者一同进场。
εἷς ἦν Ἀχαιός, εἷς ἀπὸ Σπάρτης, δύοΛίβυες ζυγωτῶν ἁρμάτων ἐπιστάται·
其中一个是阿开亚人,一个是来自斯巴达,两个是驾驭双马战车的利比亚人;
κἀκεῖνος ἐν τούτοισι, Θεσσαλὰς ἔχωνἵππους, ὁ πέμπτος· ἕκτος ἐξ Αἰτωλίαςξανθαῖσι πώλοις· ἕβδομος Μάγνης ἀνήρ·
他在他们之中,驾着塞萨利亚的马,是第五个;第六个来自埃托利亚,驾着栗色的小牝马;第七个是马格内西亚人;
ὁ δʼ ὄγδοος λεύκιππος, Αἰνιὰν γένος·ἔνατος Ἀθηνῶν τῶν θεοδμήτων ἄπο·Βοιωτὸς ἄλλος, δέκατον ἐκπληρῶν ὄχον.
第八个驾着白马,是埃尼安族人;第九个来自神建的雅典;另一个是波奥提亚人,填补了第十辆战车。
στάντες δʼ ἵνʼ αὐτοὺς οἱ τεταγμένοι βραβῆςκλήροις ἔπηλαν καὶ κατέστησαν δίφρους,
他们站在指定的裁判们通过抽签决定位置并安顿战车的地方,随着青铜小喇叭吹响,他们一跃而出;
χαλκῆς ὑπαὶ σάλπιγγος ᾖξαν· οἱ δʼ ἅμαἵπποις ὁμοκλήσαντες ἡνίας χεροῖνἔσεισαν· ἐν δὲ πᾶς ἐμεστώθη δρόμοςκτύπου κροτητῶν ἁρμάτων· κόνις δʼ ἄνω
他们一齐向马匹呼喊,用手摇晃着缰绳;整个赛道都充斥着战车碰撞的喧嚣;尘土飞扬;
φορεῖθʼ· ὁμοῦ δὲ πάντες ἀναμεμιγμένοιφείδοντο κέντρων οὐδέν, ὡς ὑπερβάλοιχνόας τις αὐτῶν καὶ φρυάγμαθʼ ἱππικά.
所有人混杂在一起,毫不吝惜鞭子,每个人都想超过别人的车轴和马匹的喘息。
- 633τοὐμὸν στόμʼ
意为“我的嘴”的宾格,省略了表示“关闭”或“保持沉默”的动词(如 κλείω 或 ἐῶ)。承接前文,这表明在选电特拉终于发言完毕后,克吕泰涅斯特拉决心保持沉默,以便在庄严的静默中进行献祭。
- 686δρόμου δʼ ἰσώσας τἀφέσει τὰ τέρματα
直译为“使赛跑的终点(τέρμα)与起点(ἄφεσις)等同”。这是一种惯用表达,表示俄瑞斯忒斯在比赛中自始至终保持着同样的高速,完美且一气呵成地完成了整个赛程。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)
- 中于 2026-05-24 由 Gemini 3.5 Flash 重新翻译
