← 索福克勒斯

埃勒克特拉

§556-632

厄勒克特拉的反驳与克律太涅斯特拉的祈祷

厄勒克特拉为父亲阿伽门农当年因无可抗拒的神意而献祭伊菲革涅亚辩护,并强烈谴责母亲与埃癸斯托斯的通奸不义之举。在两人激烈的争吵之后,克律太涅斯特拉准备进行静默的祈祷和献祭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
556

καὶ μὴν ἐφίημʼ· εἰ δέ μʼ ὧδʼ ἀεὶ λόγουςἐξῆρχες, οὐκ ἂν ἦσθα λυπηρὰ κλύειν.1

是的,我确实允许你发言;如果你总是能这样向我开口,听你说话也就不会那么令人痛苦了。

καὶ δὴ λέγω σοι. πατέρα φὴς κτεῖναι. τίς ἂντούτου λόγος γένοιτʼ ἂν αἰσχίων ἔτι,

那么我便对你说。你说你杀了我父亲。还有什么主张能比这更为可耻,

560

εἴτʼ οὖν δικαίως εἴτε μή; λέξω δέ σοιὡς οὐ δίκῃ γʼ ἔκτεινας, ἀλλά σʼ ἔσπασενπειθὼ κακοῦ πρὸς ἀνδρός, ᾧ τανῦν ξύνει.

无论它是否有理?我倒要告诉你,你并非依据正义杀了他,而是你如今共同生活的那个恶人的教唆,将你拉下了水。

ἐροῦ δὲ τὴν κυναγὸν Ἄρτεμιν, τίνοςποινὰς τὰ πολλὰ πνεύματʼ ἔσχʼ ἐν Αὐλίδι·

去问问那女猎手阿耳忒弥斯,是为了惩罚什么,她才在奥利斯扣留了那么多大风;

565

ἢ ʼγὼ φράσω· κείνης γὰρ οὐ θέμις μαθεῖν.2

还是由我来告诉你吧,因为你是不被允许从她那里直接获悉的。

πατήρ ποθʼ οὑμός, ὡς ἐγὼ κλύω, θεᾶςπαίζων κατʼ ἄλσος ἐξεκίνησεν ποδοῖνστικτὸν κεράστην ἔλαφον, οὗ κατὰ σφαγὰςἐκκομπάσας ἔπος τι τυγχάνει βαλών.

曾几何时,我父亲——正如我所听闻的——在女神的圣林里嬉戏游玩,他的脚步惊起了一只斑角鹿,在将其射杀之后,他恰好口出狂言。

570

κἀκ τοῦδε μηνίσασα Λητῴα κόρηκατεῖχʼ Ἀχαιούς, ὡς πατὴρ ἀντίσταθμοντοῦ θηρὸς ἐκθύσειε τὴν αὑτοῦ κόρην.

于是为此,勒托的女儿动了怒,扣留了阿开亚人,直到我父亲献祭自己的女儿,作为那只野兽的等价代偿。

ὧδʼ ἦν τὰ κείνης θύματʼ· οὐ γὰρ ἦν λύσιςἄλλη στρατῷ πρὸς οἶκον οὐδʼ εἰς Ἴλιον.

这便是她的祭品;因为当时军队既不能回家,也不能去往伊利奥斯,没有别的解脱之法。

575

ἀνθʼ ὧν, βιασθεὶς πολλὰ κἀντιβάς, μόλιςἔθυσεν αὐτήν, οὐχὶ Μενέλεω χάριν.

因而,父亲在重重逼迫和抵抗之下,才勉强献祭了她,这绝非是为了墨涅拉俄斯。

εἰ δʼ οὖν, ἐρῶ γὰρ καὶ τὸ σόν, κεῖνον θέλωνἐπωφελῆσαι ταῦτʼ ἔδρα, τούτου θανεῖνχρῆν αὐτὸν οὕνεκʼ ἐκ σέθεν; ποίῳ νόμῳ;

就算退一步说——因为我也顺着你的话来说——他是因为想要帮助那个人才做了这件事,难道他就该因此死在你的手里?这是凭着什么法律?

580

ὅρα τιθεῖσα τόνδε τὸν νόμον βροτοῖςμὴ πῆμα σαυτῇ καὶ μετάγνοιαν τιθῇς.3

注意,你给世人制定这条法律时,千万不要给自己带来痛苦和悔恨。

εἰ γὰρ κτενοῦμεν ἄλλον ἀντʼ ἄλλου, σύ τοιπρώτη θάνοις ἄν, εἰ δίκης γε τυγχάνοις.

因为如果我们以命抵命,你若得到正义的审判,你必将成为第一个死的人。

ἀλλʼ εἰσόρα μὴ σκῆψιν οὐκ οὖσαν τίθης.

好好看着,别拿不成立的借口来当幌子。

585

εἰ γὰρ θέλεις, δίδαξον ἀνθʼ ὅτου τανῦναἴσχιστα πάντων ἔργα δρῶσα τυγχάνεις,

如果你愿意,倒请教导我,为什么你现在恰好在做着所有行径中最可耻的事,

ἥτις ξυνεύδεις τῷ παλαμναίῳ, μεθʼ οὗπατέρα τὸν ἀμὸν πρόσθεν ἐξαπώλεσας,

你与那凶手同床共枕,昔日你就是与他一同害死了我的父亲,

καὶ παιδοποιεῖς, τοὺς δὲ πρόσθεν εὐσεβεῖςκἀξ εὐσεβῶν βλαστόντας ἐκβαλοῦσʼ ἔχεις.

并且还生养子女,却把先前那些虔敬的、以及由虔敬者所生的孩子驱逐出门。

πῶς ταῦτʼ ἐπαινέσαιμʼ ἄν; ἢ καὶ ταῦτʼ ἐρεῖςὡς τῆς θυγατρὸς ἀντίποινα λαμβάνεις;

这种事我怎能称赞?难道你还要说,你这是在为女儿报仇?

αἰσχρῶς δʼ, ἐάν περ καὶ λέγῃς· οὐ γὰρ καλὸνἐχθροῖς γαμεῖσθαι τῆς θυγατρὸς οὕνεκα.

即使你这么说,也是可耻的;因为为了女儿而嫁给仇敌,绝不是什么光彩的事。

595

ἀλλʼ οὐ γὰρ οὐδὲ νουθετεῖν ἔξεστί σε,ἣ πᾶσαν ἵης γλῶσσαν ὡς τὴν μητέρα

然而,要规劝你也是不可能的,你总是放开嗓门四处宣扬,说我们是在恶毒地咒骂母亲。

κακοστομοῦμεν. καί σʼ ἔγωγε δεσπότινἢ μητέρʼ οὐκ ἔλασσον εἰς ἡμᾶς νέμω,

的确,在我眼里,你对我们而言与其说是母亲,不如说是女主人,

ἣ ζῶ βίον μοχθηρόν, ἔκ τε σοῦ κακοῖςπολλοῖς ἀεὶ ξυνοῦσα τοῦ τε συννόμου·

我过着牛马般的生活,总是承受着来自你和你的同伙的诸多折磨;

ὃ δʼ ἄλλος ἔξω, χεῖρα σὴν μόλις φυγών,τλήμων Ὀρέστης δυστυχῆ τρίβει βίον·

而在外的另一个孩子,好不容易才逃脱你的魔爪,那可怜的俄瑞斯忒斯正度着不幸的一生;

ὃν πολλὰ δή με σοὶ τρέφειν μιάστοραἐπῃτιάσω· καὶ τόδʼ, εἴπερ ἔσθενον,

你曾多次指责我,说我将他抚养成你的复仇者;而这件事,如果我以前有能力,

605

ἔδρων ἄν, εὖ τοῦτʼ ἴσθι· τοῦδέ γʼ οὕνεκακήρυσσέ μʼ εἰς ἅπαντας, εἴτε χρῇς κακὴν

我是必定会去做的,你心里最清楚。为此,你可以向所有人宣扬我,无论你想说我恶毒、

εἴτε στόμαργον εἴτʼ ἀναιδείας πλέαν.

还是多嘴、或是厚颜无耻。

εἰ γὰρ πέφυκα τῶνδε τῶν ἔργων ἴδρις,σχεδόν τι τὴν σὴν οὐ καταισχύνω φύσιν.

因为如果我天生就擅长这些恶行,那我也算没怎么辱没你的血统。

610

ὁρῶ μένος πνέουσαν· εἰ δὲ σὺν δίκῃξύνεστι, τοῦδε φροντίδʼ οὐκέτʼ εἰσορῶ.4

我看她怒气冲天;但她是否站在正义的一边,对此的顾虑已然看不到了。

ποίας δʼ ἐμοὶ δεῖ πρός γε τήνδε φροντίδος,ἥτις τοιαῦτα τὴν τεκοῦσαν ὕβρισεν,

对于这样一个女子,我何需顾虑?她竟如此侮辱生她的母亲,

καὶ ταῦτα τηλικοῦτος; ἆρά σοι δοκεῖχωρεῖν ἂν εἰς πᾶν ἔργον αἰσχύνης ἄτερ;

而且还是在这样的年纪?你难道不觉得她已经到了可以毫无廉耻地做出任何恶事的地步了吗?

εὖ νυν ἐπίστω τῶνδέ μʼ αἰσχύνην ἔχειν,κεἰ μὴ δοκῶ σοι· μανθάνω δʼ ὁθούνεκα

好好记着,尽管在你看来并非如此,但我其实对这些事感到羞耻;我也明白

ἔξωρα πράσσω κοὐκ ἐμοὶ προσεικότα.

我的所作所为不合时宜,不符合我的身份。

ἀλλʼ ἡ γὰρ ἐκ σοῦ δυσμένεια καὶ τὰ σὰἔργʼ ἐξαναγκάζει με ταῦτα δρᾶν βίᾳ·

但是,来自你的敌意和你的所作所为,强行逼迫我不得不这样做;

αἰσχροῖς γὰρ αἰσχρὰ πράγματʼ ἐκδιδάσκεται.

因为可耻的行为正是从可耻的事物中学来的。

ὦ θρέμμʼ ἀναιδές, ἦ σʼ ἐγὼ καὶ τἄμʼ ἔπηκαὶ τἄργα τἀμὰ πόλλʼ ἄγαν λέγειν ποεῖ.

噢,这无耻的孽障,看来是我、我的话语、以及我的诸多行径,才让你说出这么多话来。

σύ τοι λέγεις νιν, οὐκ ἐγώ· σὺ γὰρ ποεῖςτοὔργον· τὰ δʼ ἔργα τοὺς λόγους εὑρίσκεται.

是你自己说出来的,不是我;因为是你做出了恶行,而恶行自己会找到话语。

ἀλλʼ οὐ μὰ τὴν δέσποιναν Ἄρτεμιν θράσουςτοῦδʼ οὐκ ἀλύξεις, εὖτʼ ἂν Αἴγισθος μόλῃ.

但是,凭着女主人阿耳忒弥斯起誓,一旦埃癸斯托斯回来,你绝逃不过这狂妄的代价。

ὁρᾷς; πρὸς ὀργὴν ἐκφέρει, μεθεῖσά μοιλέγειν ἃ χρῄζοιμʼ, οὐδʼ ἐπίστασαι κλύειν.

你看到了吗?她又动了真怒。她明明允许我畅所欲言,却连倾听都做不到。

630

οὔκουν ἐάσεις οὐδʼ ὑπʼ εὐφήμου βοῆςθῦσαί μʼ, ἐπειδὴ σοί γʼ ἐφῆκα πᾶν λέγειν;

我既然已经让你说完了想说的一切,你难道不该让我在这清静的祈祷中完成献祭吗?

ἐῶ, κελεύω, θῦε· μηδʼ ἐπαιτιῶ

我允许,我命令,你祭祀吧;也请你不要再责怪我了。

语法注4 条
  1. 557οὐκ ἂν ἦσθα λυπηρὰ κλύειν

    这是虚拟条件句的结论主句,形容词 λυπηρά 是中性复数谓语形容词,指代主语“你”(克律太涅斯特拉)。不定词 κλύειν 是说明性不定式,表示限制(“听起来”)。

  2. 565κείνης γὰρ οὐ θέμις μαθεῖν

    κείνης 是源泉(或分离)属格,修饰 μαθεῖν。意思是“从她(阿耳忒弥斯)那里获悉是不合神法的”。不定式的未表达主语在上下文是克律太涅斯特拉或泛指一般人。

  3. 581μὴ πῆμα σαυτῇ καὶ μετάγνοιαν τιθῇς

    这是由前一行 ὅρα 引导的表示戒备、担忧的 μὴ 从句。使用现在时虚拟语气 τιθῇς,意为“注意不要给自己带来痛苦与悔恨”。

  4. 611τοῦδε φροντίδʼ οὐκέτʼ εἰσορῶ

    属格 τοῦδε 可以是指代“这一点”(即她是否有正义相伴)的中性指示代名词,作为 φροντίδʼ 的宾格性属格;也可以指代“她”(厄勒克特拉)。在此,前者的解释在逻辑上更为合理,即“我不再看到(她)对此的顾虑”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0011.tlg005.humanitext-grc2:556-632