- 底本
- Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0011.tlg005.humanitext-grc2:303-377
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-26
俄瑞克特拉向歌队诉说等待俄瑞斯忒斯归来的痛苦。此时,手持墓前祭礼的克律索忒弥斯出现,在服从统治者的问题上,她与俄瑞克特拉就生活方式与正义展开了激烈的交锋。
ἐγὼ δʼ Ὀρέστην τῶνδε προσμένουσʼ ἀεὶ
而我这不幸的人,一直在等待着俄瑞斯忒斯归来
παυστῆρʼ ἐφήξειν ἡ τάλαινʼ ἀπόλλυμαι.
作为这一切的解脱者,渐渐走向毁灭。
μέλλων γὰρ ἀεὶ δρᾶν1 τι τὰς οὔσας τέ μου
因为他总是拖延着不采取行动,把我现有的
καὶ τὰς ἀπούσας ἐλπίδας διέφθορεν.
和未来的希望全都毁灭了。
ἐν οὖν τοιούτοις οὔτε σωφρονεῖν, φίλαι,
因此,朋友们,在这样的处境中,既不可能保持克制,
οὔτʼ εὐσεβεῖν πάρεστιν· ἀλλʼ ἔν τοι κακοῖς
也不可能保持虔敬;在灾祸中,
πολλή ʼστʼ ἀνάγκη κἀπιτηδεύειν κακά.
实在是大有必要去行不义之事。
φέρʼ εἰπέ, πότερον ὄντος Αἰγίσθου πέλας
(歌队:)且告诉我,你说这些话时,是埃癸斯托斯在身边,
λέγεις τάδʼ ἡμῖν ἢ βεβῶτος ἐκ δόμων;
还是他已经离开宫殿去了别处?
ἦ κάρτα· μὴ δόκει μʼ ἄν, εἴπερ ἦν πέλας,
(俄瑞克特拉:)正是如此;如果他在身边,不要以为我会到门外
θυραῖον οἰχνεῖν·2 νῦν δʼ ἀγροῖσι τυγχάνει.
来;现在他碰巧在田野里。
ἦ κἂν ἐγὼ θαρσοῦσα μᾶλλον ἐς λόγους
(歌队:)如果真是这样,
τοὺς σοὺς ἱκοίμην, εἴπερ ὧδε ταῦτʼ ἔχει;
那我也可以更加放心大胆地来与你谈话了吗?
ὡς νῦν ἀπόντος ἱστόρει· τί σοι φίλον;
(俄瑞克特拉:)既然他现在不在,你就问吧。你想要知道什么?
καὶ δή σʼ ἐρωτῶ· τοῦ κασιγνήτου τί φής,
(歌队:)那我便问你:对于你的兄弟,你作何说?
ἥξοντος ἢ μέλλοντος; εἰδέναι θέλω.
他会回来,还是在拖延?我想知道。
φησίν γε· φάσκων δʼ οὐδὲν ὧν λέγει ποεῖ.
(俄瑞克特拉:)他是这么说的;但他所说的话,一件也不曾做过。
φιλεῖ γὰρ ὀκνεῖν πρᾶγμʼ ἀνὴρ πράσσων μέγα.
(歌队:)因为做大事的人往往容易犹豫。
καὶ μὴν ἔγωγʼ ἔσωσʼ ἐκεῖνον οὐκ ὄκνῳ.
(俄瑞克特拉:)然而,我救他的时候可没有丝毫犹豫。
θάρσει· πέφυκεν ἐσθλός, ὥστʼ ἀρκεῖν φίλοις.
(歌队:)放心吧;他天性高贵,足以帮助朋友。
πέποιθʼ, ἐπεί τἂν οὐ μακρὰν ἔζων ἐγώ.
(俄瑞克特拉:)我相信这一点,否则我恐怕活不了多久。
μὴ νῦν ἔτʼ εἴπῃς μηδέν· ὡς δόμων ὁρῶ
(歌队:)现在不要再说了;因为我看见
τὴν σὴν ὅμαιμον ἐκ πατρὸς ταὐτοῦ φύσιν,
你同父
Χρυσόθεμιν, ἔκ τε μητρός, ἐντάφια χεροῖν
同母的姐妹克律索忒弥斯正走出宫殿,双手
φέρουσαν, οἷα τοῖς κάτω νομίζεται.
捧着献给冥府死者的传统祭礼。
τίνʼ αὖ σὺ τήνδε πρὸς θυρῶνος ἐξόδοις
(克律索忒弥斯:)姐姐,你又跑到大门出口来说
ἐλθοῦσα φωνεῖς, ὦ κασιγνήτη, φάτιν,
这些话了?
κοὐδʼ ἐν χρόνῳ μακρῷ διδαχθῆναι θέλεις
难道过了这么久,你还不愿意
θυμῷ ματαίῳ μὴ χαρίζεσθαι κενά;
学会不要白白放任你那无用的怒火吗?
καίτοι τοσοῦτόν γʼ οἶδα κἀμαυτήν, ὅτι
然而,我自己至少也明白这一点:
ἀλγῶ ʼπὶ τοῖς παροῦσιν· ὥστʼ ἄν, εἰ σθένος
我对眼前的现状感到痛苦。因此,如果我得到了
λάβοιμι, δηλώσαιμʼ ἂν3 οἷʼ αὐτοῖς φρονῶ.
力量,我会让他们看清我对他们的态度。
νῦν δʼ ἐν κακοῖς μοι πλεῖν ὑφειμένῃ δοκεῖ,
但现在,在灾祸中,我认为最好是收拢风帆航行,
καὶ μὴ δοκεῖν μὲν δρᾶν τι, πημαίνειν δὲ μή·
既不显得在采取行动,也不去伤害他们;
τοιαῦτα δʼ ἄλλα καὶ σὲ βούλομαι ποεῖν.
我也希望你能这样做。
καίτοι τὸ μὲν δίκαιον οὐχ ᾗ ʼγὼ λέγω,
然而,正义不在我所说的这边,
ἀλλʼ ᾗ σὺ κρίνεις· εἰ δʼ ἐλευθέραν με δεῖ
而在你所判决的那边;但如果我
ζῆν, τῶν κρατούντων ἐστὶ πάντʼ ἀκουστέα.
想要过自由的生活,就必须事事听从统治者。
δεινόν γέ σʼ οὖσαν πατρὸς οὗ σὺ παῖς ἔφυς,
(俄瑞克特拉:)你作为你那父亲的女儿,
κείνου λελῆσθαι, τῆς δὲ τικτούσης μέλειν.
竟然忘却了他,转而去关心生你的母亲,这真是太可怕了。
ἅπαντα γάρ σοι τἀμὰ νουθετήματα
因为你对我说的所有规劝
κείνης διδακτά, κοὐδὲν ἐκ σαυτῆς λέγεις.
都是她教给你的,没有一句是你自己说出来的。
ἔπειθʼ ἑλοῦ γε θάτερʼ, ἢ φρονεῖν κακῶς
那么,你就从这两者中选一个吧:要么当个愚蠢的人,
ἢ τῶν φίλων φρονοῦσα4 μὴ μνήμην ἔχειν·
要么当个聪明人却不把亲友记在心上。
ἥτις λέγεις μὲν ἀρτίως ὡς, εἰ λάβοις
你刚才还说,如果有了
σθένος, τὸ τούτων μῖσος ἐκδείξειας ἄν,
力量就会向他们展示你的仇恨,
ἐμοῦ δὲ πατρὶ πάντα τιμωρουμένης
可当我为父亲复仇而竭尽全力时,
οὔτε ξυνέρδεις τήν τε δρῶσαν ἐκτρέπεις.
你不仅不帮忙,还劝阻我这采取行动的人。
οὐ ταῦτα πρὸς κακοῖσι δειλίαν ἔχει;
这岂不就是在不幸之上又加上了懦弱吗?
ἐπεὶ δίδαξον, ἢ μάθʼ ἐξ ἐμοῦ, τί μοι
那你就教教我,或者向我学习吧:如果我
κέρδος γένοιτʼ ἂν τῶνδε ληξάσῃ γόων.
停止这些哀悼,对我又有什么好处?
οὐ ζῶ; κακῶς μέν, οἶδʼ, ἐπαρκούντως δʼ ἐμοί.
难道我不算活着吗?虽然我知道生活很困苦,但对我来说已经足够了。
λυπῶ δὲ τούτους, ὥστε τῷ τεθνηκότι
而我让他们感到痛苦,以此来
τιμὰς προσάπτειν, εἴ τις ἔστʼ ἐκεῖ χάρις.
为死者增添荣耀——如果在那边还有什么欢愉的话。
σὺ δʼ ἡμὶν ἡ μισοῦσα μισεῖς μὲν λόγῳ,
至于你,口口声声说恨他们,其实只是嘴上说说,
ἔργῳ δὲ τοῖς φονεῦσι τοῦ πατρὸς ξύνει.
在行动上却与杀害父亲的凶手同居。
ἐγὼ μὲν οὖν οὐκ ἄν ποτʼ, οὐδʼ εἴ μοι τὰ σὰ
因此,即使有人
μέλλοι τις οἴσειν δῶρʼ, ἐφʼ οἷσι νῦν χλιδᾷς,
要把你现在享受的那些礼物送给我,
τούτοις ὑπεικάθοιμι· σοὶ δὲ πλουσία
我也决不向他们屈服;你就在丰盛的
τράπεζα κείσθω καὶ περιρρείτω βίος.
餐桌旁享乐,过你那阔绰的生活吧。
ἐμοὶ γὰρ ἔστω τοὐμὲ μὴ λυπεῖν5 μόνον
对我来说,只要不让自己痛苦,
βόσκημα· τῆς σῆς δʼ οὐκ ἐρῶ τιμῆς τυχεῖν,
这就是我的食粮;我并不想得到你所享有的荣耀,
οὐδʼ ἂν σύ, σώφρων γʼ οὖσα. νῦν δʼ ἐξὸν πατρὸς
如果你聪明的话,你也不会想要。但现在,你本可以
πάντων ἀρίστου παῖδα κεκλῆσθαι,6 καλοῦ
被称为最伟大的父亲的女儿,去被称为你母亲的女儿吧;
τῆς μητρός· οὕτω γὰρ φανεῖ πλείστοις κακή,
因为这样,在大多数人看来,你就是一个恶妇,
θανόντα πατέρα καὶ φίλους προδοῦσα σούς.
背叛了你那死去的父亲和亲友。
μηδὲν πρὸς ὀργήν, πρὸς θεῶν· ὡς τοῖς λόγοις
(歌队:)看在神明的份上,千万不要动怒;因为你们两人的话
ἔνεστιν ἀμφοῖν κέρδος, εἰ σὺ μὲν μάθοις
都大有益处,只要你学会
τοῖς τῆσδε χρῆσθαι, τοῖς δὲ σοῖς αὕτη πάλιν.
采纳她的意见,而她也学会采纳你的。
ἐγὼ μέν, ὦ γυναῖκες, ἠθάς εἰμί πως
(克律索忒弥斯:)妇人们啊,我多多少少已经习惯了
τῶν τῆσδε μύθων· οὐδʼ ἂν ἐμνήσθην ποτέ,
她这样的话语;若非我听说
εἰ μὴ κακὸν μέγιστον εἰς αὐτὴν ἰὸν
有一个极大的灾祸正朝她逼来,
ἤκουσʼ, ὃ ταύτην τῶν μακρῶν σχήσει γόων.
这灾祸将迫使她停止这无休止的哀哭,我绝不会提起这件事。
φέρʼ εἰπὲ δὴ τὸ δεινόν· εἰ γὰρ τῶνδέ μοι
(俄瑞克特拉:)那么,就把那可怕的事情说出来吧;因为如果你能说出
μεῖζόν τι λέξεις, οὐκ ἂν ἀντείποιμʼ ἔτι.
比眼前这些更大的灾祸,我绝不再反驳你。
- 305μέλλων ... δρᾶν
“拖延行动”之意。虽然动词 μέλλω 通常表示意图或即将做某事,但在此处与不定词连用,表示迟疑或拖延。
- 312μὴ δόκει μʼ ἄν ... οἰχνεῖν
紧随禁止命令式 μὴ δόκει 之后的宾格加不定词结构(μʼ οἰχνεῖν)。质词 ἄν 修饰不定词 οἰχνεῖν,作为与过去事实相反的条件从句 εἴπερ ἦν πέλας(“如果他在附近”)的结论部分。
- 333ὥστʼ ἄν ... δηλώσαιμʼ ἂν
由连词 ὥστε 引导的潜在希求(表示可能性的希求式)从句。对应于条件从句 εἰ σθένος λάβοιμι,结论从句的 δηλώσαιμι 带有质词 ἄν。该 ἄν 先置于 ὥστε 之后,并在动词前再次重复出现。
- 345ἢ φρονεῖν κακῶς ἢ φρονοῦσα
虽然不定词 φρονεῖν 和分词 φρονοῦσα 形式上不对称,但它们构成了一个对比性的语义结构:ἢ φρονεῖν κακῶς(要么愚蠢)对立于 ἢ [φρονεῖν μέν, ἀλλὰ] φρονοῦσα τῶν φίλων μὴ μνήμην ἔχειν(要么虽有理性,却不去记住亲友)。
- 363τοὐμὲ μὴ λυπεῖν
带有冠词的不定词(τὸ ἐμὲ μὴ λυπεῖν),直译为“不使我自己痛苦”。在上下文中指“不违背自己的良心”。它是希求命令式 ἔστω 的主语,而名词 βόσκημα(食粮)则充当其表语。
- 365ἐξὸν ... κεκλῆσθαι
非人称动词 ἔξεστι 的分词中性单数宾格的绝对格(宾格独立结构)。表示让步语义,意为“虽然本可以被称为……(却不这样做)”。
