- 底本
- Sophocles. Sophoclis Fabulae. Pearson, Alfred Chilton, editor. Oxford: Clarendon Press, 1924.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0011.tlg003.humanitext-grc2:636-730
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
歌队哀悼艾阿斯的疯狂与没落后,艾阿斯发表了虚假的演说,声声回心转意并顺从神明,随后启程去沐浴并埋剑。歌队误以为他已获救而欢歌,此时一名使者到来,报告特乌克罗斯的归来以及他在军中所面临的危机。
ὃς ἐκ πατρῴας ἥκων γενεᾶς ἄριστα
他出身自高贵的祖先之家,曾是
πολυπόνων Ἀχαιῶν,
历尽艰辛的阿开亚人中最优秀者,
οὐκέτι συντρόφοις
如今却不再
ὀργαῖς ἔμπεδος, ἀλλ’ ἐκτὸς ὁμιλεῖ.
固守他往昔习以为常的性情,而是在迷惘之外游荡。
ὦ τλᾶμον πάτερ, οἵαν
噢,可怜的父亲,等待着你去听闻的,
σε μένει πυθέσθαι
是你儿子何等难以承受的毁灭!
παιδὸς δύσφορον ἄταν,
在这人之前,
ἃν οὔπω τις ἔθρεψεν
埃阿科斯子孙的历代岁月中,还从未有人
αἰὼν Αἰακιδᾶν ἄτερθε τοῦδε.1
孕育过这样的灾祸。
ἅπανθ’ ὁ μακρὸς κἀναρίθμητος χρόνος
漫长而无尽的时间孕育出一切隐秘之物,
φύει τ’ ἄδηλα καὶ φανέντα κρύπτεται·
又将显露之物重新隐匿;
κοὐκ ἔστ’ ἄελπτον οὐδέν, ἀλλ’ ἁλίσκεται
没有什么是不可能的,
χὡ δεινὸς ὅρκος χαἰ περισκελεῖς φρένες.
哪怕是可怕的誓言和顽固的心,也会被其征服。
κἀγὼ γάρ, ὃς τὰ δείν’ ἐκαρτέρουν τότε,
因为我,这曾能忍受万般艰难的人,
βαφῇ σίδηρος ὥς, ἐθηλύνθην στόμα2
也像淬火的钢铁一般,因这女人而软化了口舌;
πρὸς τῆσδε τῆς γυναικός· οἰκτίρω δέ νιν
我觉得把她作为未亡人留在仇敌手中,
χήραν παρ’ ἐχθροῖς παῖδά τ’ ὀρφανὸν λιπεῖν.
把孩子作为孤儿留下来,实在是令人怜悯。
ἀλλ’ εἶμι πρός τε λουτρὰ καὶ παρακτίους
但我要去沐浴场和海滨的
λειμῶνας, ὡς ἂν λύμαθ’ ἁγνίσας ἐμὰ
草地,好洗净我的污垢,
μῆνιν βαρεῖαν ἐξαλύξωμαι3 θεᾶς·
避开女神沉重的愤怒;
μολών τε χῶρον ἔνθ’ ἂν ἀστιβῆ κίχω
我要去寻一处无人涉足之地,
κρύψω τόδ’ ἔγχος τοὐμόν, ἔχθιστον βελῶν,
掘开泥土,将我这最可憎的武器——我的利剑埋藏在
γαίας ὀρύξας ἔνθα μή τις ὄψεται·
无人能见的地方;
ἀλλ’ αὐτὸ νὺξ Ἅιδης τε σῳζόντων κάτω.
就让黑夜和地府在地下守护着它吧。
ἐγὼ γὰρ ἐξ οὗ χειρὶ τοῦτ’ ἐδεξάμην
自从我双手从最可恨的
παρ’ Ἕκτορος δώρημα δυσμενεστάτου,
仇敌赫克托耳那里接受这件礼物以来,
οὔπω τι κεδνὸν ἔσχον Ἀργείων πάρα.
我从阿耳戈斯人那里就从未得到过任何好处。
ἀλλ’ ἔστ’ ἀληθὴς ἡ βροτῶν παροιμία,
凡人的谚语说得确实没错:
ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα.
“敌人的礼物不是礼物,毫无益处。”
τοιγὰρ τὸ λοιπὸν εἰσόμεσθα μὲν θεοῖς
因此,今后我们要懂得
εἴκειν, μαθησόμεσθα δ’ Ἀτρείδας σέβειν.
向诸神屈服,并学会顺从阿特柔斯之子。
ἄρχοντές εἰσιν, ὥσθ’ ὑπεικτέον. τί μήν;
他们是统治者,所以必须顺从,难道不是吗?
καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα
因为即便是最可怕、最强大的事物
τιμαῖς ὑπείκει· τοῦτο μὲν νιφοστιβεῖς
也会向权柄屈服:一方面,白雪皑皑的
χειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει·
寒冬让位于果实累累的盛夏;
ἐξίσταται δὲ νυκτὸς αἰανὴς κύκλος
另一方面,黑夜阴沉的圆环也退避开,
τῇ λευκοπώλῳ φέγγος ἡμέρᾳ φλέγειν·
让白马驾驭的白昼燃起光芒;
δεινῶν τ’ ἄημα πνευμάτων ἐκοίμισε
狂风的大气也
στένοντα πόντον· ἐν δ’ ὁ παγκρατὴς ὕπνος
让呻吟的海洋平息;而那征服一切的睡眠,
λύει πεδήσας, οὐδ’ ἀεὶ λαβὼν ἔχει.
在束缚了人们之后又将其释放,不会永远将人禁锢。
ἡμεῖς δὲ πῶς οὐ γνωσόμεσθα σωφρονεῖν;
既然如此,我们又怎能不懂得克制呢?
ἐγὼ δ’ ἐπίσταμαι γὰρ ἀρτίως ὅτι
因为我如今深知,
ὅ τ’ ἐχθρὸς ἡμῖν ἐς τοσόνδ’ ἐχθαρτέος,4
我们对待敌人,只需恨到他日后可能再度和好为度;
ὡς καὶ φιλήσων αὖθις, ἔς τε τὸν φίλον
而对待朋友,我尽力
τοσαῦθ’ ὑπουργῶν ὠφελεῖν βουλήσομαι,
相助,也只需想到他不会永远身为朋友为度。
ὡς αἰὲν οὐ μενοῦντα. τοῖς πολλοῖσι γὰρ
因为对大多数
βροτῶν ἄπιστός ἐσθ’ ἑταιρείας λιμήν.
凡人而言,友谊的港湾是不可靠的。
ἀλλ’ ἀμφὶ μὲν τούτοισιν εὖ σχήσει· σὺ δὲ
不过,这些事情终会圆满。你,
εἴσω θεοῖς ἐλθοῦσα διὰ τέλους, γύναι,
妇人,进屋去吧,向诸神终始不渝地祈祷,
εὔχου τελεῖσθαι τοὐμὸν ὧν ἐρᾷ κέαρ.
愿我心中渴望的一切得以实现。
ὑμεῖς θ’, ἑταῖροι, ταὐτὰ τῇδέ μοι τάδε
还有你们,同伴们,请同她一样尊重我的这些
τιμᾶτε, Τεύκρῳ τ’, ἢν μόλῃ, σημήνατε
愿望;如果特乌克罗斯来了,请告诉他
μέλειν μὲν ἡμῶν, εὐνοεῖν δ’ ὑμῖν ἅμα.
要关照我们,同时也要对你们怀有善意。
ἐγὼ γὰρ εἶμ’ ἐκεῖσ’ ὅποι πορευτέον·
因为我要去往我必须去的地方。
ὑμεῖς δ’ ἃ φράζω δρᾶτε, καὶ τάχ’ ἄν μ’ ἴσως
而你们,照我所说的话去做吧,也许不久之后你们就会听到消息,
πύθοισθε, κεἰ νῦν δυστυχῶ, σεσωμένον.
得知我尽管现在不幸,却已经得到了救赎。
ἔφριξ᾽ ἔρωτι, περιχαρὴς δ’ ἀνεπτάμαν.
喜悦让我战栗,我因极度高兴而飞扬!
ἰὼ ἰὼ Πὰν Πάν,
咿喔,咿喔,潘,潘!
ὦ Πὰν Πὰν ἁλίπλαγκτε Κυλλανίας
噢,在海上漂泊的潘啊,从那白雪皑皑、
χιονοκτύπου
怪石嶙峋的
πετραίας ἀπὸ δειράδος φάνηθ’, ὦ
基勒涅山脊上显现吧,噢,
θεῶν χοροποί᾽ ἄναξ, ὅπως
引导众神舞蹈的主宰啊,请与我同在,
μοι Μύσια Κνώσι᾽
跳起那无师自通的
ὀρχήματ’ αὐτοδαῆ ξυνὼν ἰάψῃς.
米西亚与克诺索斯的舞步吧。
νῦν γὰρ ἐμοὶ μέλει χορεῦσαι.
因为现在我一心只想起舞。
Ἰκαρίων δ’ ὑπὲρ πελαγέων
愿阿波罗主宰越过伊卡里亚的海域,
μολὼν ἄναξ Ἀπόλλων
那显赫的提洛岛之神,
ὁ Δάλιος εὔγνωστοςἐμοὶ ξυνείη διὰ παντὸς εὔφρων.
能始终仁慈地与我相伴。
ἔλυσεν αἰνὸν ἄχος ἀπ’ ὀμμάτων Ἄρης.
阿瑞斯已经从我们的眼中驱散了那可怕的痛苦。
ἰὼ ἰώ. νῦν αὖ,
咿喔,咿喔!如今,
νῦν, ὦ Ζεῦ, πάρα λευκὸν εὐάμερον
现在,喔宙斯啊,那明亮而美好的一日之光,
πελάσαι φάος
终于得以临近我们那轻捷如飞的船只,因为艾阿斯
θοᾶν ὠκυάλων νεῶν, ὅτ’ Αἴας
已再次忘却了痛苦,并完成了
λαθίπονος πάλιν, θεῶν
向诸神献祭的
δ’ αὖ πάνθυτα θέσμι’ ἐξήνυσ’
全部诫命,以极大的虔诚
εὐνομίᾳ σέβων μεγίστᾳ.
敬奉神明。
πάνθ’ ὁ μέγας χρόνος μαραίνει·
伟大的时间使万物消逝;
κοὐδὲν ἀναύδατον φατίσαιμ’
我再也不会说有什么是
ἄν, εὖτέ γ’ ἐξ ἀέλπτων
不可预言的,因为艾阿斯竟然出乎意料地
Αἴας μετανεγνώσθη
回心转意,消解了
θυμοῦ τ’ Ἀτρείδαις μεγάλων τε νεικέων.
对阿特柔斯之子的怒火与深重的恩怨。
ἄνδρες φίλοι, τὸ πρῶτον ἀγγεῖλαι θέλω,
亲爱的朋友们,首先我想宣布:
Τεῦκρος πάρεστιν ἄρτι Μυσίων ἀπὸ
特乌克罗斯刚刚从米西亚的
κρημνῶν· μέσον δὲ προσμολὼν στρατήγιον
山崖赶回;当他走到将领们的帐篷中央时,
κυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ.
遭到了所有阿耳戈斯人的一致痛骂。
στείχοντα γὰρ πρόσωθεν αὐτὸν ἐν κύκλῳ
因为他们得知他从远处走来,
μαθόντες ἀμφέστησαν, εἶτ’ ὀνείδεσιν
便将他团团围住,接着从四面八方向他投以侮辱,
ἤρασσον ἔνθεν κἄνθεν οὔτις ἔσθ’ ὃς οὔ,
没有一个人例外,管他叫那对军队图谋不轨的
τὸν τοῦ μανέντος κἀπιβουλευτοῦ στρατῷ
疯子的亲戚,并嚷着说他绝逃不过
ξύναιμον ἀποκαλοῦντες, ὡς οὐκ ἀρκέσοιτὸ μὴ οὐ5 πέτροισι πᾶς καταξανθεὶς θανεῖν.
被众人乱石砸死的命运。
ὥστ’ ἐς τοσοῦτον ἦλθον ὥστε καὶ χεροῖν
于是事态发展到了如此地步,以至于人们甚至
κολεῶν ἐρυστὰ διεπεραιώθη ξίφη.
拔剑出鞘,兵刃相接。
- 645ἄτερθε τοῦδε
前置词 ἄτερθε 意为“除了……,没有……”。与否定词 οὔπω 结合,表示“除了这个人(艾阿斯)之外,在埃阿科斯家族的历史上,还从未有人经历(孕育)过如此难以承受的毁灭”。
- 651ἐθηλύνθην στόμα
被动语态动词 ἐθηλύνθην(“被软化/女性化”)伴随着关系宾格 στόμα(“口/言辞的锋芒”)。结合钢铁淬火(βαφῇ)的隐喻,表现出艾阿斯原本顽固的态度因特克墨萨的哀求而变得温和。
- 655ὡς ἂν ... ἐξαλύξωμαι
ὡς ἂν 伴随虚拟语气(此处为 1人称单数不定过去时中动态 ἐξαλύξωμαι)的结构,是雅典悲剧常用的目的从句表达,意为“为了使……”或“以便能够……”。
- 679ἐς τοσόνδ’ ἐχθαρτέος
形容动词 ἐχθαρτέος(“应当被憎恨”)伴随着 ἐς τοσόνδʼ ... ὡς ...(“达到……如……的程度”)的关联结构,构成了告诫人们对敌人的敌意不要过度的格言式语境。后面接表示未来行为的分词 φιλήσων(“将会去爱”)。
- 728τὸ μὴ οὐ
在否定性词组(οὐκ ἀρκέσοι,“不足以防范” = “无法免除”)之后,双重否定 μὴ οὐ 伴随不定式(此处为 θανεῖν,“死”)的结构,结果上加强了肯定意义(“被乱石砸死是不可避免的”)。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
